Συγγραφέας:Παλλαδάς
←Συγγραφείς: | Παλλαδάς (5ος αιώνας) |
- V 71 Πρωτομάχου πατρὸς καὶ Νικομάχης γεγαμηκὼς θυγατέρα
- V 72 Τοῦτο βίος͵ τοῦτ΄ αὐτό· τρυφὴ βίος· ἔρρετ΄͵ ἀνῖαι
- X 6 ᾿Αχρὰς ἔην· θῆκας σέο χερσὶ μυρίπνοον ὄχνην
- IX 166 Πᾶσαν Ὅμηρος ἔδειξε κακὴν σφαλερὴν τε γυναῖκα
- IX 180 Τύχη καπηλεύουσα πάντα τον βίον
- IX 489 Γραμματικοῦ θυγάτηρ ἔτεκεν φιλότητι μιγεῖσα
- IX 773 Χαλκοτύπος τόν Έρωτα μεταλλάξας επόησε
- X 32 Πολλά μεταξύ πέλει κύλικος καί χείλεος ἄκρου
- X 34 Εἰ τό μέλειν δύναταί τι, μερίμνα καί μελέτω σοι
- X 45 Ἂν μνήμην, ἄνθρωπε, λάβῃς, ὁ πατήρ σε τί ποιῶν
- X 53 Εἰ τοὺς ἀνδροφόνους εὐδαίμονας ὄντας ὁρῶμεν
- X 58 Γῆς ἐπέβην γυμνὸς γυμνὸς θ’ ὑπὸ γαῖαν ἄπειμι
- X 60 Πλουτεῖς· καὶ τὶ τὸ λοιπόν; ἀπερχόμενος μετὰ σαυτοῦ
- X 63 Μηδέποτε ζήσας ὁ πένης βροτὸς οὐδ’ ἀποθνῄσκει
- X 73 Εἰ τό φέρον σέ φέρει, φέρε καί φέρου˙ εἰ δ’ ἀγανακτεῖς
- X 82 Άρα μή θανόντες τώ δοκείν ζώμεν μόνον
- X 85 Πάντες τῷ θανάτῳ τηρούμεθα καί τρεφόμεσθα
- X 87 Ἂν μὴ γελῶμεν τὸν βίον τὸν δραπέτην
- X 90 Ω της μεγίστης του φθόνου πονηρίας
- X 98 Πᾶς τις ἀπαίδευτος φρονιμώτατός ἐστι σιωπῶν
- XI 282 Τοὺς καταλείψαντας γλυκερὸν φάος οὐκέτι θρηνῶ
- XI 288 Κουρεὺς καὶ ῥαφιδεὺς κατεναντίον ἦλθον ἀγῶνος
- XI 300 Πολλά λαλείς, άνθρωπε, χαμαί δέ τίθη μετά μικρόν
- XI 306 Άν μετ’ Αλεξάνδρειαν ες Αντιόχειαν απέλθης
- XI 323 Ῥῷ καὶ λάμβδα μόνον κόρακας κολάκων διορίζει
- XI 340 Ωμοσα μυριάκις ἐπιγράμματα μηκέτι ποιεῖν
- XI 349 Εἰπέ, πόθεν σύ μετρεῖς κόσμον καὶ πείρατα γαίης
- XI 373 Πάντων μουσοπόλων ἡ Καλλιόπη θεός ἐστιν
- XI 381 Πᾶσα γυνὴ χόλος ἐστίν• ἔχει δ’ ἀγαθὰς δύο ὥρας
- XI 384 Ει μοναχοί, τί τοσοίδε; τοσοίδε δέ, πώς πάλι μούνοι;
- XI 387 Πάντες ἅπαξ τρώγουσιν • ὅταν δὲ τρέφῃ Σαλαμῖνος
- XV 20 Σιγῶν παρέρχου τὸν ταλαίπωρον βίον
- XVI 317 Κωφὸν ἄναυδον ὁρῶν τὸν Γέσσιον, εἰ λίθος ἐστί
V 71 Ρουφίνου ή Παλλαδά
Επεξεργασία- Πρωτομάχου πατρὸς καὶ Νικομάχης γεγαμηκὼς θυγατέρα͵ Ζήνων͵ ἔνδον ἔχεις πόλεμον.
- ζήτει Λυσίμαχον μοιχὸν φίλον͵ ὅς σ΄ ἐλεήσας ἐκ τῆς Πρωτομάχου λύσεται Ἀνδρομάχης.
V 72 Παλλαδά
Επεξεργασία- Τοῦτο βίος͵ τοῦτ΄ αὐτό· τρυφὴ βίος· ἔρρετ΄͵ ἀνῖαι. ζωῆς ἀνθρώποις ὀλίγος χρόνος. ἄρτι Λυαῖος͵
- ἄρτι χοροὶ στέφανοί τε φιλανθέες͵ ἄρτι γυναῖκες. σήμερον ἐσθλὰ πάθω͵ τὸ γὰρ αὔριον οὐδενὶ δῆλον.
IX 6 Παλλαδά
Επεξεργασία- ᾿Αχρὰς ἔην· θῆκας σέο χερσὶ μυρίπνοον ὄχνην δένδρῳ πτόρθον ἐνείς· σὴν χάριν εἰς σὲ φέρω.
IX 166 Παλλαδά
Επεξεργασία- Πᾶσαν Ὅμηρος ἔδειξε κακὴν σφαλερὴν τε γυναῖκα, σώφρονα καὶ πόρνην, ἀμφοτέρας ὄλεθρον.
- Ἐκ γὰρ τῆς Ἑλένης μοιχευσαμένης φόνος ἀνδρῶν καὶ διὰ σωφροςύνην Πηνελόπης θάνατοι.
- Ἰλιὰς οὖν τὸ πόνημα μιᾶς χάριν ἐστὶ γυναικός, αὐτὰρ Ὀδυσσείῃ Πηνελόπη πρόφασις.
IX 180 Παλλαδά
Επεξεργασία- Τύχη καπηλεύουσα πάντα τον βίον,
- ἀσυγκέραστον τὴν φύσιν κεκτημένη
- καὶ συγκυκῶσα καὶ μεταντλοῦσ’ αὖ πάλιν,
- καὐτὴ κάπηλός ἐστι νῦν τις, οὐ θεά,
- τέχνην λαχοῦσα τὴν τρόπων ἐπάξιαν.
IX 489 Παλλαδά
Επεξεργασία- Γραμματικοῦ θυγάτηρ ἔτεκεν φιλότητι μιγεῖσα παιδίον ἀρσενικόν, θηλυκόν, οὐδέτερον.
IX 773 Παλλαδά
Επεξεργασία- Χαλκοτύπος τόν Έρωτα μεταλλάξας επόησε τήγανον, ουκ αλόγως όττι καί αυτό φλέγει.
- σε λειωμένο αγαλματίδιο του Έρωτα
- Χαλκωματάς τόν Έρωτα τόν έκανε τηγάνι• κ’ ήτανε κάτι λογικό γιατί καί τούτο καίει.
X 32 Παλλαδά
Επεξεργασία- Πολλά μεταξύ πέλει κύλικος καί χείλεος ἄκρου.
X 34 Παλλαδά
Επεξεργασία- Εἰ τό μέλειν δύναταί τι, μερίμνα καί μελέτω σοι˙ εἰ δέ μέλει περί σοῦ δαίμονι, σοί τί μέλει;
- οὔτε μεριμνήσεις δίχα δαίμονος οὔτ’ ἀμελήσεις˙ ἀλλ’ ἵνα σοί τι μέλῃ, δαίμονι τοῦτο μέλει.
X 45 Παλλαδά
Επεξεργασία- Ἂν μνήμην, ἄνθρωπε, λάβῃς, ὁ πατήρ σε τί ποιῶν ἔσπειρεν, παύσῃ τῆς μεγαλοφροσύνης.
- ἀλλ’ ὁ Πλάτων σοὶ τῦφον ὀνειρώσσων ἐνέφυσεν ἀθάνατόν σε λέγων καὶ φυτὸν οὐράνιον.
- ἐκ πηλοῦ γέγονας. τί φρονεῖς μέγα; τοῦτο μὲν οὔτως εἶπ’ ἄν τις κοσμῶν πλάσματι σεμνοτέρῳ.
- εἰ δ’ λόγον ζητεῖς τὸν ἀληθινόν, ἐξ ἀκολάστου λαγνείας γέγονας καὶ μιαρᾶς ῥανίδος.
X 53 Παλλαδά
Επεξεργασία- Εἰ τοὺς ἀνδροφόνους εὐδαίμονας ὄντας ὁρῶμεν, οὐ πάνυ θαυμάζω˙ τοῦ Διός ἐστι γέρας.
- τὸν γὰρ γεννήσαντα μεμισηκὼς καὶ ἐκεῖνος κτεῖνεν ἄν, εἰ ὁ Κρόνος θνητὸς ἐτύγχανεν ὤν˙
- ἀντὶ δὲ τοῦ κτεῖναι σὺν τοῖς ἄλλοις Τιτῆσι κολάζει, δέσμιον ὡς λῃστὴν εἰς τὸ βάραθρον ἐνείς.
X 58 Παλλαδά
Επεξεργασία- Γῆς ἐπέβην γυμνὸς γυμνὸς θ’ ὑπὸ γαῖαν ἄπειμι· καὶ τὶ μάτην μοχθῶ γυμνὸν ὁρῶν τὸ τέλος;
X 60 Παλλαδά
Επεξεργασία- Πλουτεῖς· καὶ τὶ τὸ λοιπόν; ἀπερχόμενος μετὰ σαυτοῦ τὸν πλοῦτον σύρεις εἰς σορὸν ἑλκόμενος;
- τὸν πλοῦτον συνάγεις δαπανῶν χρόνον· οὐ δύνασαι δὲ ζωῆς σωρεῦσαι μέτρα περισσότερα.
X 63 Παλλαδά
Επεξεργασία- Μηδέποτε ζήσας ὁ πένης βροτὸς οὐδ’ ἀποθνῄσκει· καὶ γὰρ ζῆν δοκέων ὡς νέκυς ἦν ὁ τάλας.
- οἱ δὲ τύχας μεγάλας καὶ χρήματα πολλὰ λαχόντες, οὗτοι τὸν θάνατον πτῶσιν ἔχουσι βίου.
X 73 Παλλαδά
Επεξεργασία- Εἰ τό φέρον σέ φέρει, φέρε καί φέρου˙ εἰ δ’ ἀγανακτεῖς, καί σαυτόν λυπεῖς καί τό φέρον σέ φέρει.
X 82 Παλλαδά
Επεξεργασία- Άρα μή θανόντες τώ δοκείν ζώμεν μόνον, Έλληνες άνδρες, συμφορά πεπτωκότες
- όνειρον εικάζοντες είναι τόν βίον; ή ζώμεν ημείς, τού βίου τεθνηκότος;
X 85 Παλλαδά
Επεξεργασία- Πάντες τῷ θανάτῳ τηρούμεθα καί τρεφόμεσθα ὡς ἀγέλη χοίρων σφαζομένων ἀλόγως.
X 87 Παλλαδά
Επεξεργασία- Ἂν μὴ γελῶμεν τὸν βίον τὸν δραπέτην Τύχην τε πόρνης ῥεύμασιν κινουμένην,
- ὀδύνην ἑαυτοῖς προξενοῦμεν πάντοτε ἀναξίους ὁρῶντες εὐτυχεστέρους.
X 90 Παλλαδά
Επεξεργασία- Ω της μεγίστης του φθόνου πονηρίας•
- τον ευτυχή μισεί τις, ον θεός φιλεί.
- Ούτως ανόητοι τω φθόνω πλανώμεθα,
- ούτως ετοίμως μωρία δουλεύομεν.
- Έλληνες εσμέν άνδρες εσποδωμένοι,
- νεκρών έχοντες ελπίδας τεθαμμένας•
- ανεστράφη γαρ πάντα νυν τα πράγματα.
X 98 Παλλαδά
Επεξεργασία- Πᾶς τις ἀπαίδευτος φρονιμώτατός ἐστι σιωπῶν, τὸν λόγον ἐγκρύπτων ὡς πάθος αἰσχρότατον.
XI 282 Παλλαδά
Επεξεργασία- Εἰς ἀεὶ νοσοῦντα
- Τοὺς καταλείψαντας γλυκερὸν φάος οὐκέτι θρηνῶ, τοὺς δ’ ἐπὶ προσδοκίῃ ζῶντας ἀεὶ θανάτου.
- Αυτούς π’ αφήσαν τό γλυκό τού ήλιου φώς δέν κλαίω,
- μόν’ κλαίω αυτούς πού πάντοτε τόν θάνατο προσμένουν.
XI 288 Παλλαδά
Επεξεργασία- Κουρεὺς καὶ ῥαφιδεὺς κατεναντίον ἦλθον ἀγῶνος, καὶ τάχα νικῶσιν τὸ ξυρὸν αἱ ῥαφίδες.
XI 300 Παλλαδά
Επεξεργασία- Πολλά λαλείς, άνθρωπε, χαμαί δέ τίθη μετά μικρόν. σίγα, καί μελέτα ζών έτι τόν θάνατον.
- Λόγια πολλά λες, άνθρωπε, σε λίγο θα πεθάνεις. Σώπα, κι ενόσω ακόμα ζείς, τον θάνατο μελέτα.
XI 306 Παλλαδά
Επεξεργασία- Άν μετ’ Αλεξάνδρειαν ες Αντιόχειαν απέλθης καί μετά τήν Συρίην Ιταλίας επιβής,
- τών δυνατών ουδείς σε γαμήσει.τούτο γάρ αιεί οιομένη πηδάς εις πόλιν εκ πόλεως.
- σε πόρνη
- Κι άν απ’ τήν Αλεξάνδρεια στήν Αντιόχεια φύγεις καί τή Συρία αφήνοντας στήν Ιταλία πάς,
- ποτέ κανένας δυνατός δέν θά σέ πάρει εσένα. Μά ελπίζεις• καί γι’ αυτό από μιά σέ πόλη άλλη πηδάς.
XI 323 Παλλαδά
Επεξεργασία- Ῥῷ καὶ λάμβδα μόνον κόρακας κολάκων διορίζει· λοιπὸν ταὐτὸ κόραξ βωμολόχος τε κόλαξ.
- τοὔνεκά μοι, βέλτιστε, τόδε ζῷον πεφύλαξο εἰδὼς καὶ ζώντων τοὺς κόλακας κόρακας.
XI 340 Παλλαδά
Επεξεργασία- Ώμοσα μυριάκις ἐπιγράμματα μηκέτι ποιεῖν· πολλῶν γὰρ μωρῶν ἔχθραν ἐπεσπασάμην.
- ἀλλ᾿ ὁπόταν κατίδω τοῦ Παφλαγόνος τὸ πρόσωπον Πανταγάθου, στέξαι τὴν νόσον οὐ δύναμαι.
XI 349 Παλλαδά
Επεξεργασία- Εἰπέ, πόθεν σύ μετρεῖς κόσμον καὶ πείρατα γαίης ἐξ ὀλίγης γαίης σῶμα φέρων ὀλίγον.
- σαυτὸν ἀρίθμησον πρότερον καὶ γνῶθι σεαυτόν, καὶ τότ’ ἀριθμήσεις γαῖαν ἀπειρεσίην.
- εἰ δ’ ὀλίγον πηλὸν τοῦ σώματος οὑ καταριθμεῖς, πῶς δύνασαι γνῶναι τῶν ἀμέτρων τὰ μέτρα;
- Γιά πές μου πούθε εσύ μετράς τά πέρατα τού κόσμου, πού από λίγη είναι γή τό σώμα σου πλασμένο ;
- Τόν εαυτό σου μέτρησε καί γνώρισέ τον πρώτα κ’ ύστερα τήν απέραντη τή γή νά υπολογίσεις.
- Νά λογαριάσεις δέ μπορείς τή λάσπη τού κορμιού σου καί νά γνωρίσεις τώρα θές τά μέτρα τών αμέτρων.
XI 373 Παλλαδά
Επεξεργασία- Εἰς ποιητὴν κυβεύοντα
- Πάντων μουσοπόλων ἡ Καλλιόπη θεός ἐστιν• ἡ σὴ Καλλιόπη Ταβλιόπη λέγεται.
- Σε ποιητὴ που παίζει τάβλι
- Για όλους τους φιλόμουσους η Καλλιόπη είναι θεός• η δική σου Καλλιόπη, Ταβλιόπη λέγεται.
XI 381 Παλλαδά
Επεξεργασία- Πᾶσα γυνὴ χόλος ἐστίν· ἔχει δ’ ἀγαθὰς δύο ὥρας, τὴν μίαν ἐν θαλάμῳ, τὴν μίαν ἐν θανάτῳ.
- Κάθε γυναίκα μόνο οργή σού προξενεί· δυό μόνο, τού γάμου καί τού θάνατου, είν’ οι καλές στιγμές της.
XI 384 Παλλαδά
Επεξεργασία- Ει μοναχοί, τί τοσοίδε; τοσοίδε δέ, πώς πάλι μούνοι; ώ πληθύς μοναχών ψευσαμένη μονάδα.
XI 387 Παλλαδά
Επεξεργασία- Πάντες ἅπαξ τρώγουσιν • ὅταν δὲ τρέφῃ Σαλαμῖνος, οἲκαδ’ ἀριστῶμεν δεύτερον ἐρχόμενοι.
XV 20 Παλλαδά
Επεξεργασία- Σιγῶν παρέρχου τὸν ταλαίπωρον βίον,
- αὐτὸν σιωπῇ τὸν χρόνον μιμούμενος·
- λαθὼν δὲ καὶ βίωσον, εἰ δὲ μή, θανών.
- Μές στή σιωπή ζήσε τήν άθλια ζωή σου,
- όπως κι ο χρόνος στή σιωπή μέσα κυλάει•
- κρυφή ζωή ή έστω κρυφό θάνατο νά ’χεις.
XVI 317 Παλλαδά
Επεξεργασία- Κωφὸν ἄναυδον ὁρῶν τὸν Γέσσιον, εἰ λίθος ἐστί, Δήλιε, μαντεύου, τίς τίνος ἐστὶ λίθος.
|