Συγγραφέας:Παύλος ο Σιλεντιάριος

(Ανακατεύθυνση από Παύλος ο Σιλεντιάριος)
Συγγραφείς: Παύλος ο Σιλεντιάριος
(6ος αιώνας)
Δείτε επίσης βιογραφία.


Επιγράμματα της Παλατινής Ανθολογίας:


V 219 Παύλου του Σιλεντιάριου

Επεξεργασία
Κλέψωμεν, Ῥοδόπη, τὰ φιλήματα τήν τ’ ἐρατεινὴν καὶ περιδηριτὴν Κύπριδος ἐργασίην.
ἡδὺ λαθεῖν φυλάκων τε παναγρέα κανθὸν ἀλύξαι. φώρια δ’ ἀμφαδίων λέκτρα μελιχρότερα.

V 221 Παύλου του Σιλεντιάριου

Επεξεργασία
Μέχρι τίνος φλογόεσσαν ὑποκλέπτοντες ὀπωπὴν φώριον ἀλλήλων βλέμμα τιτυσκόμεθα;
λεκτέον ἀμφαδίην μελεδήματα, κἤν τις ἐρύξῃ μαλθακὰ λυσιπόνου πλέγματα συζυγίης,
φάρμακον ἀμφοτέροις ξίφος ἔσσεται. ἥδιον ἡμῖν ξυνὸν ἀεὶ μεθέπειν ἢ βίον ἢ θάνατον.
Ώς πότε πιά κλεφτή θ’ αλλάζουμε ματιά καί τή φωτιά πού μες στά βλέμματά μας καίει
θά τήν κρατούμε μυστική ; άς πούμε πιά, άς φανερώσουμε τήν έγνοια μας τήν τόση.
Κι αν κάποιος σπάσει τά δεσμά τά τρυφερά τού έρωτά μας, πού τούς πόνους μας τούς διώχνει,
θάν’ τό μαχαίρι τότε η μόνη γιατρειά• μαζί νά είμαστε είτε εδώ είτε στόν Άδη.

V 230 Παύλου του Σιλεντιάριου

Επεξεργασία
Χρυσείης ἐρύσασα μίαν τρίχα Δωρὶς ἐθείρης, οἷα δορικτήτους δῆσεν ἐμεῦ παλάμας.
αὐτὰρ ἐγὼ τὸ πρὶν μὲν ἐκάγχασα, δεσμὰ τινάξαι Δωρίδος ἱμερτῆς εὐμαρὲς οἰόμενος.
ὡς δὲ διαρρῆξαι σθένος οὐκ ἔχον, ἔστενον ἤδη οἷά τε χαλκείῃ σφιγκτὸς ἀλυκτοπέδῃ.
καὶ νῦν ὁ τρισάποτμος ἀπὸ τριχὸς ἠέρτημαι, δεσπότις ἔνθ’ ἐρύσῃ, πυκνὰ μεθελκόμενος.

V 232 Παύλου του Σιλεντιάριου

Επεξεργασία
Ἱππομένην φιλέουσα νόον προσέρεισα Λεάνδρῳ. ἐν δὲ Λεανδρείοις χείλεσι πηγνυμένη
εἰκόνα τὴν Ξάνθοιο φέρω φρεσί. πλεξαμένη δὲ Ξάνθον ἐς Ἱππομένην νόστιμον ἦτορ ἄγω.
πάντα τὸν ἐν παλάμῃσιν ἀναίνομαι. ἄλλοτε δ’ ἄλλον αἰὲν ἀμοιβαίοις πήχεσι δεχνυμένη
ἀφνειὴν Κυθέρειαν ὑπέρχομαι. εἰ δέ τις ἡμῖν μέμφεται, ἐν πενίῃ μιμνέτω οἰογάμῳ.

V 234 Παύλου του Σιλεντιάριου

Επεξεργασία
Ὁ πρὶν ἀμαλθάκτοισιν ὑπὸ φρεσὶν ἡδὺν ἐν ἥβῃ οἰστροφόρου Παφίης θεσμὸν ἀπειπάμενος,
γυιοβόροις βελέεσσιν ἀνέμβατος ὁ πρὶν Ἐρώτων αὐχένα σοι κλίνω, Κύπρι, μεσαιπόλιος.
δέξο με καγχαλόωσα, σοφὴν ὅτι Παλλάδα νικᾷς νῦν πλέον ἢ τὸ πάρος μήλῳ ἐφ’ Ἑσπερίδων.

V 236 Παύλου του Σιλεντιάριου

Επεξεργασία
Ναὶ τάχα Τανταλέης ᾿Αχερόντια πήματα ποινῆς ἡμετέρων ἀχέων ἐστὶν ἐλαφρότερα.
οὐ γάρ, ἰδὼν σέο κάλλος, ἀπείργετο χείλεα μίξαι χείλεϊ σῷ ῥοδέων ἁβροτέρῳ4 καλύκων,
Τάνταλος ἀκριτόδακρυς· ὑπερτέλλοντα δὲ πέτρον δείδιεν, ἀλλὰ θανεῖν δεύτερον οὐ δύναται.
αὐτὰρ ἐγὼ ζωὸς μὲν ἐὼν κατατήκομαι οἴστρῳ, ἐκ δ᾿ ὀλιγοδανίης καὶ μόρον ἐγγὺς ἔχω.

V 241 Παύλου του Σιλεντιάριου

Επεξεργασία
“Σῴζεό” σοι μέλλων ἐνέπειν, παλίνορσον ἰωὴν ἂψ ἀνασειράζω καὶ πάλιν ἄγχι μένω.
σὴν γὰρ ἐγὼ δασπλῆτα διάστασιν οἷά τε πικρὴν νύκτα καταπτήσσω τὴν Ἀχεροντιάδα.
…………………………………………………… ……………………………………………………

V 244 Παύλου του Σιλεντιάριου

Επεξεργασία
Μακρὰ φιλεῖ Γαλάτεια καὶ ἔμψοφα, μαλακὰ Δημώ, Δωρὶς ὁδακτάζει. τίς πλέον ἐξερέθει;
οὔατα μή κρίνωση φιλήματα˙ γευσάμενοι δὲ τριχθαδίων στομάτων, ψῆφον ἐποισάμεθα.
ἐπλάχθης, καρδίη˙ τὰ φιλήματα μαλθακὰ Δημοῦς ἔγνως καὶ δροσερῶν ἡδὴ μέλι στομάτων˙
μίμν’ ἐπὶ τοῖς˙ ἀδέκαστον ἔχει στέφος εἰδέ τις ἄλλη. τέρπεται, ἐν Δημοῦς ἡμέας οὐκ ἐρώσει.


Μακρόσυρτα φιλά η Γαλάτεια και με θόρυβο, μαλακὰ η Δημώ, η Δωρὶς δαγκώνει. Ποια πιο πολύ ερεθίζει;
τα αυτιά ας μην κρίνουν τα φιλιά˙ ας γευτούμε τα τρία στόματα, και ψήφο ας δώσουμε.
ξεγελάστηκες, καρδιά μου˙ τὰ φιλήματα τα μαλθακὰ της Δημοῦς τα γνωρίζεις και το δροσερό γλυκό μέλι του στόματός της˙
ας μείνουμε σε αυτά˙ χωρίς να κρίνουμε, έχει το στεφάνι της νικήτριας, αν κάποιος άλλος, άλλη προτιμά, από τη Δημώ εμάς δε θα μας πάρει.

V 246 Παύλου του Σιλεντιάριου

Επεξεργασία
Μαλθακὰ μὲν Σαπφοῦς τὰ φιλήματα, μαλθακὰ γυίων πλέγματα χιονέων, μαλθακὰ πάντα μέλη,
ψυχὴ δ᾿ ἐξ ἀδάμαντος ἀπειθέος· ἄχρι γὰρ οἴων ἔστιν ἔρως στομάτων, τἆλλα δὲ παρθενίης.
Καὶ τίς ὑποτλαίη; Τάχα τις, τάχα τοῦτο ταλάσσας δίψαν Τανταλέην τλήσεται εὐμαρέως.

V 250 Παύλου του Σιλεντιάριου

Επεξεργασία
Ἡδύ, φίλοι, μείδημα τὸ Λαΐδος. ἡδὺ καὶ αὐτῶν ἠπιοδινήτων δάκρυ χέει βλεφάρων.
χθιζά μοι ἀπροφάσιστον ἐπέστενεν, ἐγκλιδὸν ὤμῳ ἡμετέρῳ κεφαλὴν δηρὸν ἐρεισαμένη.
μυρομένην δὲ φίλησα. τὰ δ’ ὡς δροσερῆς ἀπὸ πηγῆς δάκρυα μιγνυμένων πῖπτε κατὰ στομάτων.
εἶπε δ’ ἀνειρομένῳ. “Τίνος εἵνεκα δάκρυα λείβεις;” “Δείδια, μή με λίπῃς. ἐστὲ γὰρ ὁρκαπάται.”
Φίλοι, γλυκύ χαμόγελον έχει η πιστή μου Ελένη μ' απο τ' αγνά της βλέφαρα και δάκρυ ρέει γλυκύ
χθές άδικ' αναστέναζε στον ώμο μου σκυμμένη, τ' ωραίο κεφάλι κάμποσην ώρ' ακουμπούσ' εκεί.
Κλαμένη την εφίλησα και σαν το νάμα κρήνης στα σμιχτά πήγε χείλη της το κλάμ' αναμεσίς
και μου'πε ως την ερώτησα "γιατί δάκρυα χύνεις;"-"φοβούμαι, μην αφήσεις με• όρκους πατάτ' εσείς!"
μετάφρ. Σίμος Μενάρδος (Στέφανος, 1924)

(σημείωση: ο Μενάρδος χάριν της ομοιοκαταληξίας αλλάζει το όνομα Λαϊς σε Ελένη !

V 252 Παύλου του Σιλεντιάριου

Επεξεργασία
Ῥίψωμεν, χαρίεσσα, τὰ φάρεα. γυμνὰ δὲ γυμνοῖς ἐμπελάσει γυίοις γυῖα περιπλοκάδην.
μηδὲν ἔοι τὸ μεταξύ. Σεμιράμιδος γὰρ ἐκεῖνο τεῖχος ἐμοὶ δοκέει λεπτὸν ὕφασμα σέθεν.
στήθεα δ’ ἐζεύχθω, τά τε χείλεα. τἆλλα δὲ σιγῇ κρυπτέον. ἐχθαίρω τὴν ἀθυροστομίην.

V 258 Παύλου του Σιλεντιάριου

Επεξεργασία
Πρόκριτός εστι, Φίλιννα, τεὴ ῥυτὶς ἢ ὀπὸς ἥβης, πάσης. ἱμείρω δ’ ἀμφὶς ἔχειν παλάμαις
μᾶλλον ἐγὼ σέο μῆλα καρηβαρέοντα κορύμβοις, ἢ μαζὸν νεαρῆς ὄρθιον ἡλικίης.
σὸν γὰρ ἔτι φθινόπωρον ὑπέρτερον εἴαρος ἄλλης, χεῖμα σὸν ἀλλοτρίου θερμότερον θέρεος.

V 268 Παύλου του Σιλεντιάριου

Επεξεργασία
Μηκέτι τις πτήξειε πόθου βέλος. ἰοδόκην γὰρ εἰς ἐμὲ λάβρος Ἔρως ἐξεκένωσεν ὅλην.
Μὴ πτερύγων τρομέοι τις ἐπήλυσιν. ἐξότε γάρ μοι λὰξ ἐπιβὰς στέρνοις πικρὸν ἔπηξε πόδα,
ἀστεμφής, ἀδόνητος ἐνέζεται, οὐδὲ μετέστη, εἰς ἐμὲ συζυγίην κειράμενος πτερύγων.

V 272 Παύλου του Σιλεντιάριου

Επεξεργασία
Μαζοὺς χερσὶν ἔχω, στόματι στόμα, καὶ περὶ δειρὴν ἄσχετα λυσσώων βόσκομαι ἀργυφέην,
οὔπω δ’ Ἀφρογένειαν ὅλην ἕλον˙ ἀλλ’ ἔτι κάμνω, παρθένον ἀμφιέπων λέκτρον ἀναινομένην.
ἥμισυ γὰρ Παφίῃ, τὸ δ’ ἄρ’ ἥμισυ δῶκεν Ἀθήνῃ˙ αὐτὰρ ἐγὼ μέσσος τήκομαι ἀμφοτέρων.

V 286 Παύλου του Σιλεντιάριου

Επεξεργασία
Φράζεό μοι, Κλεόφαντις, ὅση χάρις, ὁππότε δοιοὺς λάβρον ἐπαιγίζων ἶσος ἔρως κλονέει.
ποῖος ἄρης ἢ τάρβος ἀπείριτον ἠὲ τίς αἰδὼς τούσδε διακρίνει πλέγματα βαλλομένους;
εἴη μοι μελέεσσι τὰ Λήμνιος ἥρμοσεν ἄκμων δεσμὰ καὶ ῾Ηφαίστου πᾶσα δολορραφίη,
μοῦνον ἐγώ, χαρίεσσα, τεὸν δέμας ἀγκὰς ἑλίξας θελγοίμην ἐπὶ σοῖς ἅψεσι βουλόμενος,
δὴ τότε καὶ ξεῖνός με καὶ ἐνδάπιος καὶ ιδίτης, πότνα, καὶ ἀρητὴρ χἠ παράκοιτις ἴδοι.

X 15 Παύλου του Σιλεντιάριου

Επεξεργασία
Ἤδη μὲν ζεφύροισι μεμυκότα κόλπον ἀνοίγει εἴαρος εὐλείμων θελξινόοιο χάρις•
ἄρτι δὲ δουρατέοισιν ἐπωλίσθησε κυλίνδροις ὁλκὰς ἀπ' ἠιόνων ἐς βυθὸν ἑλκομένη.
λαίφεα κυρτώσαντες ἀταρβέες ἔξιτε, ναῦται, πρηῢν ἀμοιβαίης φόρτον ἐς ἐμπορίης.
πιστὸς νηυσὶ Πρίηπος, ἐπεὶ Θέτιν εὔχομαι εἶναι ἡμετέρου πατρὸς ξεινοδόκον Βρομίου.

X 74 Παύλου του Σιλεντιάριου

Επεξεργασία
Μήτε βαθυκτεάνοιο τύχης κουφίζετο ῥοίζῳ, μήτε σέο γνάμψῃ φροντίς ἐλευθερίην.
πᾶς γάρ ὑπ’ ἀσταθέεσσι βίος πελεμίζεται αὔραις τῇ καί τῇ θαμινῶς ἀντιμεθελκόμενος.
ἡ δ’ ἀρετή σταθερόν τι καί ἄτροπον, ἧς ἔπι μούνης κύματα θαρσαλέως ποντοπόρει βιότου.

X 76 Παύλου του Σιλεντιάριου

Επεξεργασία
Οὐ τό ζῆν χαρίεσσαν ἔχει φύσιν, ἀλλά τό ῥῖψαι φροντίδας ἐκ στέρνων τάς πολιοκροτάφους.
πλοῦτον ἔχειν ἐθέλω τό ἐπάρκιον˙ ἡ δ’ περισςή θυμόν ἀεί κατέδει χρυσομανής μελέτη.
ἔνθεν ἐν ἀνθρώποισιν ἀρείονα πολλάκι δήεις καί πενίην πλούτου καί βιότου θάνατον.
ταῦτα σύ γινώσκων κραδίης ἴθυνε κελεύθους εἰς μίαν εἰσρόων ἐλπίδα, τήν σοφίην.