Παλατινή Ανθολογία/X/15 Παύλου του Σιλεντιάριου

AP X 15 Ἤδη μὲν ζεφύροισι μεμυκότα κόλπον ἀνοίγει
Συγγραφέας:
Παλατινή Ανθολογία, X (βιβλίο 10ο, Προτρεπτικά επιγράμματα)
Ἤδη μὲν ζεφύροισι μεμυκότα κόλπον ἀνοίγει, Παύλος ο Σιλεντιάριος, βιβλίο 10ο , επίγραμμα 15 (AP X 15)


X 15 Παύλου του Σιλεντιάριου Επεξεργασία

Ἤδη μὲν ζεφύροισι μεμυκότα κόλπον ἀνοίγει εἴαρος εὐλείμων θελξινόοιο χάρις•
ἄρτι δὲ δουρατέοισιν ἐπωλίσθησε κυλίνδροις ὁλκὰς ἀπ' ἠιόνων ἐς βυθὸν ἑλκομένη.
λαίφεα κυρτώσαντες ἀταρβέες ἔξιτε, ναῦται, πρηῢν ἀμοιβαίης φόρτον ἐς ἐμπορίης.
πιστὸς νηυσὶ Πρίηπος, ἐπεὶ Θέτιν εὔχομαι εἶναι ἡμετέρου πατρὸς ξεινοδόκον Βρομίου.