Λεξικόν των δέκα ρητόρων/Ψ
←Χ | Λεξικὸν τῶν δέκα ῥητόρων Συγγραφέας: Ψ |
Valerius Harpocration. Harpocrationis Lexicon in decem oratores Atticos. Wilhelm Dindorf. Oxonii, E Typographeo Academico. Oxford. 1853. |
- ΨΕΥΔΕΓΓΡΑΦΗ
ὄνομα δίκης ἐστὶν, ἣν εἰσίασιν οἱ γεγραμμένοι ὀφείλειν τῷ δημοσίῳ ὡς καταψευσαμένου αὐτῶν τοῦ ἐγγράψαντος ἐν τῇ σανίδι τῇ παρὰ τῇ θεῷ κειμένῃ, ὡς ἀδίκως ἐγγραφέντες ὀφείλειν τῷ δημοσίῳ. Λυκοῦργος ἐν τῷ κατ̓ Ἀριστογείτονος καὶ Ἰσαῖος ἐν τῷ πρὸς Μέδοντα μνημονεύουσι τοῦ ὀνόματος.
- ΨΕΥΔΟΚΛΗΤΕΙΑ
ὄνομα δίκης ἐστίν, ἣν εἰσίασιν οἱ ἐγγεγραμμένοι ὀφείλειν τῷ δημοσίῳ, ἐπειδὰν αἰτιῶνταί τινας ψευδῶς κατεσκευάσθαι κλητῆρας καθ̓ ἑαυτῶν πρὸς τὴν δίκην ἀφ̓ ἧς ὦφλον. ἔστι δὲ παρά τε ἄλλοις ῥήτορσι καὶ Ἰσαίῳ ἐν τῷ πρὸς Νικοκλέα περὶ χωρίου.
- ΨΙΘΥΡΙΣΤΗΣ ἙΡΜΗΣ
Δημοσθένης ἐν τῷ κατὰ Νεαίρας. ἦν τις Ἀθήνησιν Ἑρμῆς οὕτω καλούμενος. ἐτιμᾶτο δ̓ Ἀθήνησι καὶ ψίθυρος Ἀφροδίτη καὶ Ἔρως ψίθυρος.