Λεξικὸν τῶν δέκα ῥητόρων
Συγγραφέας:
Β
Valerius Harpocration. Harpocrationis Lexicon in decem oratores Atticos. Wilhelm Dindorf. Oxonii, E Typographeo Academico. Oxford. 1853.


Α | Β | Γ | Δ | Ε | Ζ | Η | Θ | Ι | Κ | Λ | Μ | Ν | Ξ | Ο | Π | Ρ | Σ | Τ | Υ | Φ | Χ | Ψ



ΒΑΛΒΙΣΙΝ

Ἀντιφῶν περὶ ὁμονοίας ἀντὶ τοῦ ταῖς ἀρχαῖς. εἴρηται δὲ ἀπὸ τῶν δρομέων· ἡ γὰρ ὑπὸ τὴν ὕσπληγγα γινομένη γραμμὴ διὰ τὸ ἐπὶ ταύτης βεβηκέναι τοὺς δρομέας βαλβὶς καλεῖται.

ΒΑΡΑΘΡΟΝ

ὄρυγμα εἰς ὃ τοὺς ἐπὶ θανάτῳ κατακρίτους ἐνέβαλλον. Δημοσθένης δὲ ἐν Φιλιππικοῖς οὐ κυρίως αὐτὸ λέγει, ἀλλ̓ ἐκ μεταφορᾶς, οἷον ἐν τῷ ὀλέθρῳ.

ΒΑΣΑΝΟΣ

Ἀντιφῶν. λίθος οὕτω καλεῖται, ᾗ τὸ χρυσίον παρατριβόμενον δοκιμάζεται. Ὑπερείδης δ̓ ἐν τῷ κατ̓ Ἀντίου τὰ ἐν ταῖς βασάνοις εἰρημένα ὑπὸ τῶν βασανιζομένων καὶ ἀναγραφέντα βασάνους ὠνόμασε.

ΒΑΣΙΛΙΚΗ ΔΙΑΔΡΟΜΗ

ἔοικεν ἡ γενομένη διαδρομὴ τοῦ βασιλέως παρόντος, ὅσπερ εἷς ἐστὶ τῶν Ἀθήνησιν θ ἀρχόντων, βασιλικὴ διαδρομὴ καλεῖσθαι· Δείναρχος κατὰ Πυθέου.

ΒΑΣΙΛΕΙΟΣ ΣΤΟΑ

Δημοσθένης ἐν τῷ κατ̓ Ἀριστογείτονος α. β εἰσὶ στοαὶ παῤ ἀλλήλας, ἥ τε τοῦ Ἐλευθερίου Διὸς καὶ ἡ βασίλειος. ἔστι δὲ καὶ τρίτη τις, ἡ πάλαι μὲν Πεισιανάκτειος καλουμένη, Ποικίλη δὲ μετονομασθεῖσα.

ΒΑΣΚΑΙΝΕΙ

ἀντὶ τοῦ αἰτιᾶται καὶ μέμφεται καὶ συκοφαντεῖ Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. καὶ ἐν τούτοις ‘βάσκανον δὲ καὶ πικρὸν καὶ κακόηθες οὐκ ἔστι πολίτευμα ἐμόν’ ἀντὶ τοῦ φιλαίτιον καὶ συκοφαντικόν.

ΒΑΣΑΝΙΣΑΣ

ἀντὶ τοῦ δοκιμάσας Δείναρχος ἐν τῷ κατὰ Προξένου. πολὺ δ̓ ἐστὶ τοὔνομα ἐπὶ τούτου τοῦ σημαινομένου παῤ Ἀττικοῖς.

ΒΑΤΑΛΟΣ

Αἰσχίνης ἐν τῷ παραπρεσβείας. κεκωμῴδηται δὲ ἐπὶ μαλακίᾳ. Εὔπολις δὲ τὸν πρωκτὸν βάταλον λέγει. μήποτε οὖν ἔνθεν τοὺς κιναίδους βατάλους καλοῦσι.

ΒΑΥΒΟΥΣ

ὄνομα γυναικός.

ΒΕΒΑΙΩΣΕΩΣ

δίκης ὄνομά ἐστιν, ἣν δικάζονται οἱ ὠνησάμενοί τι τῷ ἀποδομένῳ, ἂν ἕτερος μὲν ἀμφισβητῇ τοῦ πραθέντος, ὁ δὲ μὴ βεβαιοῖ. ἐνίοτε δὲ καὶ ἀρραβῶνος μόνου δοθέντος, εἶτα ἀμφισβητήσαντος τοῦ πεπρακότος, ἐλάγχανε τὴν τῆς βεβαιώσεως δίκην ὁ τὸν ἀρραβῶνα δοὺς τῷ λαβόντι. Λυσίας ἐν δυσὶ λόγοις.

ΒΗΣΑΙΗΣ

Λυσίας ἐν τῇ πρὸς Φιλοκράτην συμβολαίου ἀπολογίᾳ. δῆμος τῆς Ἀντιοχίδος ἡ Βῆσα.

ΒΙΑΙΩΝ

ὄνομα δίκης κατὰ τῶν βίᾳ πραττόντων ὁτιοῦν· ὁ δὲ ἁλοὺς ἀποτίνει εἰς τὸ δημόσιον ἴσον ὅσον τῷ ἑλόντι. Δημοσθένης κατὰ Μειδίου. εἰσὶ δὲ καὶ ἐν τοῖς Λυσιακοῖς φερόμενοι λόγοι βιαίων. καὶ δῆλον ὅτι οὐκ ἐπὶ φθορᾷ παρθένων μόνον οὔτε τὸ ὄνομα οὔτε ἡ δίκη ἐλέγετο, ἀλλὰ καὶ ἐπ̓ ἄλλων.

ΒΛΙΜΑΖΕΙΝ

τὸ ταῖς χερσὶ διαθλίβειν. καὶ τὸ τὰ κηρία θλῖψαι

ΒΛΙΣΑΙ

ΒΛΙΣΑΙ λέγεται.

ΒΟΗΔΡΟΜΙΑ

Δημοσθένης φιλιππικοῖς. ἑορτή τις Ἀθήνησιν οὕτω καλουμένη, ἥν φησι Φιλόχορος ἐν β νενομίσθαι ἐπειδὴ Ἴων ὁ Ξούθου ἐβοήθησε σπουδῇ πολλῇ πολεμουμένοις Ἀθηναίοις ὑπὸ Εὐμόλπου τοῦ Ποσειδῶνος, Ἐρεχθέως βασιλεύοντος. βοηδρομεῖν γὰρ τὸ βοηθεῖν ὠνομάζετο, τουτέστιν ἐπὶ μάχην δραμεῖν.

ΒΟΘΥΝΟΣ

τόπος τις ἰδίως οὕτω καλούμενος ἐν τῇ ἱερᾷ ὁδῷ. Ἰσαῖος ἐν τῷ πρὸς Ἕρμωνα περὶ ἐγγύης μνημονεύει τοῦ τόπου καὶ Καλλισθένης.

ΒΟΛΕΩΝΕΣ

ὁ τόπος ὅπου ἡ κόπρος βάλλεται βολεὼν καλεῖται. Νίκανδρος ἐν γ Ἀττικῆς διαλέκτου ‘βολεῶνας ἐπὶ τῶν ἀγρῶν, εἰς οὓς τὰ κόπρια ἐκφέρει.’ οὕτω Δείναρχος καὶ Φιλήμων καὶ ἄλλοι.

ΒΟΜΒΥΛΙΟΣ

ζῷον παραπλήσιον μελίττῃ, ὠνομασμένον ἀπὸ τοῦ βόμβου· Ἰσοκράτης Ἑλένης ἐγκωμίῳ.

ΒΟΥΛΑΙΑ

Δείναρχος ἐν τῇ κατὰ Καλλισθένους ἐνδείξει ‘μαρτύρομαι τὴν Ἑστίαν τὴν βουλαίαν,’ οἷον τὴν ἐν τῇ βουλῇ ἱδρυμένην.

ΒΟΥΛΕΙΑ

τὸ ἐκ τῆς βουλῆς ὄντα πράττειν ἃ τοῖς βουλευταῖς προσήκει· Δείναρχος καὶ Ἀριστοφάνης ἐν Θεσμοφοριαζούσαις.

ΒΟΥΛΕΥΣΕΩΣ

ἐγκλήματος ὄνομα ἐπὶ δυοῖν ταττόμενον πραγμάτοιν· τὸ μὲν γάρ ἐστιν ὅταν ἐξ ἐπιβουλῆς τίς τινι κατασκευάσῃ θάνατον, ἐάν τε ἀποθάνῃ ὁ ἐπιβουλευθεὶς ἐάν τε μὴ, τὸ δ̓ ἕτερον ὅταν ἐγγεγραμμένος ὡς ὀφείλων τῷ δημοσίῳ αὐτὸς δικάζηταί τινι ὡς οὐ δικαίως αὐτὸν ἐγγεγραφότι. τοῦ μὲν οὖν προτέρου μάρτυς Ἰσαῖος ἐν τῷ πρὸς Εὐκλείδην, ἐπὶ Παλλαδίῳ λέγων εἶναι τὰς δίκας, Δείναρχος δὲ ἐν τῷ κατὰ Πιστίου ἐν Ἀρείῳ πάγῳ. Ἀριστοτέλης δ̓ ἐν τῇ Ἀθηναίων πολιτείᾳ τῷ Ἰσαίῳ συμφωνεῖ. περὶ δὲ τοῦ ἑτέρου ἐγκλήματος Δημοσθένης ἐν τῷ κατ̓ Ἀριστογείτονος α. Ὑπερείδης δ̓ ἐν τῷ κατ̓ Ἀθηνογένους α ἐπὶ ἐνέδρας καὶ ἐπιβουλῆς τῆς εἰς χρήματα ἰδίως κέχρηται τῷ ὀνόματι.

ΒΟΥΤΑΔΗΣ

δῆμος τῆς Οἰνηΐδος φυλῆς Βούτεια, ἀφ̓ ἧς οἱ δημόται Βουτάδαι.

ΒΟΥΤΗΣ

οὗτος ἔσχε τὴν ἱερωσύνην· καὶ ἀπὸ τούτου Βουτάδαι καὶ Ἐτεοβουτάδαι οἱ ἀπόγονοι τοῦ Βούτου· τὸ γὰρ ἐτεὸν ἀληθές. Ὅμηρος ‘εἰ ἐτεὸν σός εἰμι.’

ΒΟΥΦΟΝΙΑ

Ὑπερείδης ἐν τῷ κατὰ Δημάδου. ἑορτή τις ἐστὶ παῤ Ἀθηναίοις.

ΒΟΥΧΕΤΑ

Δημοσθένης ἐν Φιλιππικῶν ζ. πόλις ἐστὶ τῆς Ἠπείρου, πληθυντικῶς οὐδετέρως λεγομένη, ἣν Φιλοστέφανος ἐν τοῖς Ἠπειρωτικοῖς ὠνομάσθαι φησὶ διὰ τὸ τὴν Θέμιν ἐπὶ βοὸς ὀχουμένην ἐκεῖσε ἐλθεῖν κατὰ τὸν Δευκαλίωνος κατακλυσμόν.

ΒΟΩΝΗΣ

Δημοσθένης ἐν τῷ κατὰ Μειδίου ὅτι λαμπρὸς ἦν ὁ βοώνης καὶ αἱ μέγισται ἀρχαὶ ἐπὶ τούτῳ ἐχειροτονοῦντο.

ΒΡΥΤΙΔΑΙ

ὄνομα γένους Ἀττικοῦ· Δημοσθένης ἐν τῷ κατὰ Νεαίρας.

ΒΩΜΟΛΟΧΕΥΕΣΘΑΙ

κυρίως ἐλέγοντο βωμολόχοι οἱ ἐπὶ τῶν θυσιῶν ὑπὸ τοὺς βωμοὺς καθίζοντες καὶ μετὰ κολακείας προσαιτοῦντες, ἔτι δὲ καὶ οἱ παραλαμβανόμενοι ταῖς θυσίαις αὐληταί τε καὶ μάντεις. Φερεκράτης Τυραννίδι κἄπειθ̓ ἵνα μὴ πρὸς τοῖσι βωμοῖς πανταχοῦ ἀεὶ λοχῶντες βωμολόχοι καλώμεθα, ἐποίησεν ὁ Ζεὺς καπνοδόκην μεγάλην πάνυ. ἐκ μεταφορᾶς δὲ τούτων ἐλέγοντο βωμολόχοι εὔκολοί τινες ἄνθρωποι καὶ ταπεινοὶ καὶ πᾶν ὁτιοῦν ὑπομένοντες ἐπὶ κέρδει διὰ τοῦ παίζειν τε καὶ σκώπτειν. Ἀριστοφάνης Γηρυτάδῃ χαριεντίζει καὶ καταπαίζεις ἡμῶν καὶ βωμολοχεύει.