Λεξικὸν τῶν δέκα ῥητόρων
Συγγραφέας:
Κ
Valerius Harpocration. Harpocrationis Lexicon in decem oratores Atticos. Wilhelm Dindorf. Oxonii, E Typographeo Academico. Oxford. 1853.


Α | Β | Γ | Δ | Ε | Ζ | Η | Θ | Ι | Κ | Λ | Μ | Ν | Ξ | Ο | Π | Ρ | Σ | Τ | Υ | Φ | Χ | Ψ



ΚΑΒΥΛΗ

Δημοσθένης ἐν η Φιλιππικῶν. χωρίον ἐστὶ τῆς Θρᾴκης, ὥς φησι Θεόπομπός τε ἐν μζ καὶ Ἀναξιμένης ἐν η Φιλιππικῶν. οὗτος δέ φησιν αὐτὸ ἱδρύσθαι πρὸς τῷ Τάξῳ ποταμῷ κατὰ μέσον τῆς Θρᾴκης.

ΚΑΔΙΣΚΟΣ

Ἰσαῖος ἐν τῷ περὶ τοῦ Ἁγνίου κλήρου. ἀγγεῖόν τι εἰς ὃ ἐψηφοφόρουν οἱ δικασταὶ οὕτως ἔλεγον. Φρύνιχος Μούσαις ἰδοὺ, δέχου τὴν ψῆφον. ὁ καδίσκος δέ σοι ὁ μὲν ἀπολύων οὗτος, ὁ δ̓ ἀπολλὺς ὁδί.

ΚΑΔΜΕΙΑ

Ἰσοκράτης Πανηγυρικῷ. τῆς Καδμείας καὶ οἱ ἄλλοι ῥήτορες πολλάκις μνημονεύουσι, λέγεται δὲ οὕτως ἡ τῶν Θηβαίων ἀκρόπολις, ὡς παρὰ πᾶσι σχεδὸν τοῖς ἱστορικοῖς ὡμολόγηται.

ΚΑΘΑΡΣΙΟΝ

Αἰσχίνης κατὰ Τιμάρχου. ἔθος ἦν Ἀθήνησι καθαίρειν τὴν ἐκκλησίαν καὶ τὰ θέατρα καὶ ὅλως τὰς τοῦ δήμου συνόδους μικροῖς πάνυ χοιριδίοις, ἅπερ ὠνόμαζον καθάρσια. τοῦτο δ̓ ἐποίουν οἱ λεγόμενοι περιστίαρχοι, οἵπερ ὠνομάσθησαν οὕτως ἤτοι ἀπὸ τοῦ περιστείχειν ἢ ἀπὸ τῆς ἑστίας.

ΚΑΘΕΛΩΝ

Δημοσθένης ἐν τῷ κατ̓ Ἀριστοκράτους φησὶν ‘ἢ ἐν ὁδῷ καθελών’ ἀντὶ τοῦ ἀνελὼν ἢ ἀποκτείνας. ἐχρήσαντο δὲ οὕτω τῷ ὀνόματι καὶ ἄλλοι, ὡς καὶ Στησίχορος ἐν Ἰλιοπέρσιδι καὶ Σοφοκλῆς ἐν Εὐμήλῳ.

ΚΑΘΗΚΟΝΤΑ

Δημοσθένης ἐν ι Φιλιππικῶν φησὶν ‘ὅστις οὐκ ἠξίου τὰ καθήκοντα ἐφ̓ ἑαυτὸν ποιεῖν’ ἀντὶ τοῦ τὰ ἥκοντα ἐφ̓ ἑαυτόν.

ΚΑΘΕΤΟΣ

ὁ καθιέμενος εἰς τὸ πέλαγος ἀμνός· Λυσίας ἐν τῷ κατὰ Τελαμῶνος. διείλεκται περὶ τοῦ καθέτου Μελίτων ἐν α περὶ τῶν Ἀθήνησι γενῶν.

ΚΑΙ

ΚΑΙ γὰρ ΤΟ ΜΗΔΕΝΑ ΤΩΝ ΜΑΧΙΜΩΝ ΑΝΕΥ ΤΗΣ ΤΩΝ ΑΡΧΟΝΤΩΝ ΓΝΩΜΗΣ ΑΠΟΔΗΜΕΙΝ

Ἰσοκράτους ἐν Βουσίριδι περὶ Λακεδαιμονίων ταῦτα λέγοντος ῥητέον ὅτι καὶ οἱ τὰς Λακεδαιμονίων πολιτείας γεγραφότες τὰ ὅμοια εἰρήκασιν· ὁ δὲ Ἀριστοτέλης οὐκ ἐξεῖναί φησιν ἀποδημεῖν τοῖς Λακεδαιμονίοις, ὅπως μὴ ἐθίζωνται ἄλλων νόμων εἶναι φίλοι. τοῦ μέντοι Ἰσοκράτους τοὺς μαχίμους μόνους λέγοντος κωλύεσθαι ἀποδημεῖν οἱ περὶ Ἀριστοτέλην τοὺς πάντας Λακεδαιμονίους φασίν.
ΚΑΙΝΩΣ

Ἰσοκράτης Πανηγυρικῷ, οἷον ὡς τοῖς νεωτέροις ἁρμόττει πράγμασιν. Ἔφορος δὲ τρόπον τινὰ ἐξηγήσατο αὐτὸ ἐν τῇ α.

ΚΑΚΟΤΕΧΝΙΩΝ

δίκης ὄνομα, ἣν οἱ ἑλόντες τινὰ ψευδομαρτυριῶν κατὰ τοῦ παρασχομένου αὐτὸν ἐδίδοσαν· Δημοσθένης ἐν τῷ κατὰ Τιμοθέου τίσεως, εἰ γνήσιος, καὶ ἐν τῷ κατ̓ Εὐέργου καὶ Μνησιβούλου.

ΚΑΚΩΣ ΕΙΔΟΤΕΣ

ἀντὶ τοῦ ἀγνοοῦντες Ἰσοκράτης ἐν τῷ περὶ εἰρήνης.

ΚΑΚΩΣΕΩΣ

δίκης ὄνομά ἐστι ταῖς τε ἐπικλήροις κατὰ τῶν γεγαμηκότων, καὶ κατὰ τῶν παίδων τοῖς γονεῦσι, καὶ κατὰ τῶν ἐπιτρόπων τοῖς ὑπὲρ τῶν ὀρφανῶν ἐπεξιοῦσι διδομένη· Δημοσθένης κατὰ Τιμοκράτους καὶ Λυσίας ἔν τε τῷ περὶ τοῦ Ἡγησάνδρου κλήρου καὶ ἐν τῷ ὑπὲρ %2 %2 %2 καὶ Ὑπερείδης περὶ τοῦ Πυρράνδρου κλήρου. ὅτι δὲ ἐξῆν καὶ παντὶ τῷ βουλομένῳ γράφεσθαι κακώσεως γονέων καὶ ταῖς ἐπικλήροις βοηθεῖν δηλοῦται ἔν τε τῷ προειρημένῳ λόγῳ Ὑπερείδου καὶ ἐν τῷ Λυσίου κατὰ Φιλωνίδου βιαίων, εἰ γνήσιος. ἦν δὲ καὶ ἄνευ ὕδατος.

ΚΑΛΑΥΡΕΙΑ

Δημοσθένης ἐν τῇ περὶ τῆς ἑαυτοῦ καθόδου ἐπιστολῇ. νῆσός ἐστι πλησίον Τροιζῆνος, ὡς Ἑκαταῖος ἐν περιόδῳ τῆς γῆς ἔφη. ἐκαλεῖτο δὲ πρότερον Εἰρήνη ἡ Καλαύρεια, καθά φησιν Ἀντικλείδης.

ΚΑΝΗΦΟΡΟΙ

Λυκοῦργος ἐν τῷ κατὰ Λυκόφρονος. περὶ τῶν κανηφόρων Φιλόχορος ἐν β Ἀτθίδος φησὶν ὡς Ἐριχθονίου βασιλεύοντος πρῶτον κατέστησαν αἱ ἐν ἀξιώματι παρθένοι φέρειν τὰ κανᾶ τῇ θεῷ, ἐφ̓ οἷς ἐπέκειτο τὰ πρὸς τὴν θυσίαν, τοῖς τε Παναθηναίοις καὶ ταῖς ἄλλαις πομπαῖς.

ΚΑΡΚΙΝΟΣ

Λυσίας ἐν τῇ περὶ τοῦ κυνὸς ἀπολογίᾳ, εἰ γνήσιος, ‘ἐλυμαίνοντο γάρ μου τὸν καρκίνον εἰσφοιτῶσαι αἱ κύνες.’ καὶ ὅταν ὁ σῖτος ῥιζωθῇ κατὰ τῆς γῆς, κεκαρκινῶσθαί φασι· Φερεκράτης Αὐτομόλοις ὁπόταν σχολάζῃς, νίψον, ἵνα τὰ λήϊα συγκαρκινωθῇ. λέγεται καρκίνος καὶ πάθος τι συμβαῖνον ἐν τοῖς σώμασιν, ὃ νῦν καρκίνωμα καλοῦσιν. ἔστι δὲ καὶ κύριον ὄνομα, οὗ μνημονεύει Ἰσοκράτης Τραπεζιτικῷ· εἴη δ̓ ἂν οὗτος ὁ Ἀθηναίων στρατηγὸς ὁ πεμφθεὶς περιπλεῦσαι Πελοπόννησον. περὶ δὲ τοῦ τῆς τραγῳδίας ποιητοῦ τοῦ Ξενοκλέους υἱοῦ Λυσίας ἐν τῷ πρὸς Μνησίμαχόν φησι ‘συντίθεται δὲ τούτοις καὶ Καρκίνος ὁ ποιητὴς εἰπὼν ῾οὐκ οἶνος ἐξέστησε· τὰς γὰρ ἐμφύτους ῾ὀρθῶς παγείσας -῾̣̣᾽?̣̣̔᾽- φρένας ῾οὐδεὶς ἐπαίρει καιρὸς ἐξαμαρτάνειν.'’

ΚΑΡΠΟΥ ΔΙΚΗ

Λυσίας ἐν τῷ κατὰ Δημοσθένους ἐπιτροπῆς ‘εἰ γάρ τι ἐγκαλεῖς τῷδε τῷ μειρακίῳ καὶ τῶν σῶν τι ἔχει, δίκασαι αὐτῷ κατὰ τοὺς νόμους, εἰ μὲν χωρίου ἀμφισβητεῖς, καρποῦ, εἰ δὲ οἰκίας, ἐνοικίου, ὥσπερ οὗτος σοὶ νῦν ἐπιτροπῆς δικάζεται.’

ΚΑΡΥΑΝΔΑ

Δείναρχος ἐν τῷ κατὰ Πολυεύκτου. ἔστι δὲ πόλις τῆς Καρίας.

ΚΑΤΑΒΟΛΗ

Δημοσθένης ἐν θ Φιλιππικῷ ‘ὥσπερ περίοδος ἢ καταβολὴ πυρετοῦ.’ ἐν ταῖς περιοδικαῖς νόσοις λέγεταί τις καταβολὴ διὰ τὸ ἐν ἀποδεδειγμένῳ προσιέναι χρόνῳ, καθάπερ οἱ ἐρανισταὶ τὰς καταβολὰς ποιοῦνται τῶν χρημάτων.

ΚΑΤΑΔΕΔΕΣΘΑΙ

ἀντὶ τοῦ πεφαρμακεῦσθαι καὶ δεδέσθαι φαρμάκοις Δείναρχος ἐν τῇ κατὰ Πυθέου εἰσαγγελίᾳ.

ΚΑΤΑ ΔΗΜΟΤΣ ΔΙΚΑΣΤΑΣ

Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους. περὶ τῶν κατὰ δήμους δικαστῶν, ὡς πρότερον μὲν ἦσαν λ καὶ κατὰ δήμους περιιόντες ἐδίκαζον, εἶτα ἐγένοντο μ, εἴρηκεν Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ.

ΚΑΤΑΔΙΚΑΣΑΜΕΝΟΣ

ἀντὶ τοῦ νικήσας καὶ καταδικασθῆναί τινα ποιήσας Ἰσαῖος ἐν τῷ κατὰ Διοκλέους ὕβρεως.

ΚΑΤΑΓΕΙΝ ΤΑ ΠΛΟΙΑ

Δημοσθένης ἐν η Φιλιππικῷ. κατάγειν τὰ πλοῖα λέγεται ἀντὶ τοῦ βιάζεσθαι καὶ κακοῦν, καὶ μὴ ἐᾶν τοὺς πλέοντας ὅποι βούλονται πλεῖν, ἀλλ̓ εἰς τὰ οἰκεῖα χωρία τοῖς λῃστεύουσι κατάγειν, ὡς καὶ Λυκοῦργος ἐν τῷ κατὰ Λεωκράτους δηλοῖ.

ΚΑΤΑΣΤΑΣΙΣ

Λυσίας ‘ψηφίσασθαι δὲ τοὺς φυλάρχους ἀπενεγκεῖν τοὺς ἱππεύσαντας, ἵνα τὰς καταστάσεις ἀναπράξητε παῤ αὐτῶν.’ ἔοικεν ἀργύριον εἶναι ὅπερ οἱ κατασταθέντες ἱππεῖς ἐλάμβανον ἐκ τοῦ δημοσίου ἐπὶ τῇ καταστάσει, ὥσπερ αὐτὸς ὁ ῥήτωρ ἐν τοῖς ἑξῆς ὑποσημαίνει. παρεμφαίνει τοῦτο καὶ Εὔπολις Φίλοις· οὐκ ἐσωφρόνησας, ὦ πρεσβῦτα, τὴν κατάστασιν τήνδε λαμβάνων ἄφνω πρὶν καὶ μαθεῖν τὴν ἱππικήν. ἔτι δὲ σαφέστερον λέγεται ἐν τῷ Σύρφακι Πλάτωνος. ἀπεδίδοτο δὲ τὸ ἀργύριον ὑπὸ τῶν ἱππευσάντων, ὅτε ἀντ̓ αὐτῶν ἕτεροι καθίσταντο· ἀπῄτουν δὲ αὐτὸ οἱ φύλαρχοι.

ΚΑΤΑ ΤΗΝ ΑΓΟΡΑΝ ΑΨΕΥΔΕΙΝ

Ὑπερείδης ἐν τῷ κατ̓ Ἀθηνογένους α ‘ὁ μὲν τοίνυν νόμος κελεύει ἀψευδεῖν ἐν τῇ ἀγορᾷ.’ ἔοικεν ὁ νόμος περὶ τῶν ὠνίων κεῖσθαι· Θεόφραστος γοῦν ἐν τοῖς περὶ νόμων φησὶ δυοῖν τούτων ἐπιμελεῖσθαι δεῖν τοὺς ἀγορανόμους, τῆς τε ἐν τῇ ἀγορᾷ εὐκοσμίας καὶ τοῦ ἀψευδεῖν μὴ μόνον τοὺς πιπράσκοντας, ἀλλὰ καὶ τοὺς ὠνουμένους.

ΚΑΤΑΤΟΜΗ

Ὑπερείδης ἐν τῷ κατὰ Δημοσθένους ‘καὶ καθήμενος κάτω ὑπὸ τῇ κατατομῇ.’ Φιλόχορος δὲ ἐν ς οὕτως ‘Αἰσχραῖος Ἀναγυράσιος ἀνέθηκε τὸν ὑπὲρ τοῦ θεάτρου τρίποδα καταργυρώσας, νενικηκὼς τῷ πρότερον ἔτει χορηγῶν παισὶ, καὶ ἐπέγραψεν ἐπὶ τὴν κατατομὴν τῆς πέτρας.’

ΚΑΤΑΠΑΗΞ

ὁ συνεχῶς πεπληγμένος· Λυσίας ἐν τῷ πρὸς Αἰσχίνην τὸν Σωκρατικὸν, ἐν τῷ κατ̓ Ἀνδοκίδου ἀσεβείας, εἰ γνήσιος ὁ λόγος. Θεόπομπος Τισαμενῷ ἀλλ̓ ἡ μὲν Εἰλείθυια συγγνώμην ἔχει ὑπὸ τῶν γυναικῶν οὖσα καταπλὴξ τὴν τέχνην.

ΚΑΤΑΧΥΣΜΑΤΑ

Δημοσθένης ἐν τῷ κατὰ Στεφάνου α. ὅτι τῶν νεωνήτων οἱ δεσπόται τραγήματα κατέχεον Ἀριστοφάνης Πλούτῳ δηλοῖ ὅτι δὲ καὶ τῶν ἀπὸ θεωρίας %2 %2 %2 %2. κατεχεῖτο δὲ καὶ τῶν νυμφίων, ὡς Θεόπομπος Ἡδυχάρει.

ΚΑΤΑΧΕΙΡΟΤΟΝΙΑ

ἔθος ἦν Ἀθήνησι κατὰ τῶν ἀρχόντων καὶ κατὰ τῶν συκοφαντῶν προβολὰς ἐν τῷ δήμῳ τίθεσθαι· εἰ δέ τις καταχειροτονηθείη, οὗτος εἰσήγετο εἰς τὸ δικαστήριον. ἔστι δὲ πολλάκις τοὔνομα παρά τε Δημοσθένει ἐν τῷ κατὰ Μειδίου καὶ Ὑπερείδῃ ἐν τῷ ὑπὲρ Χαιρεφίλου περὶ τοῦ ταρίχους. διεξῆλθε δὲ περὶ τῆς καταχειροτονίας καὶ Θεόφραστος ἐν δ Νόμων.

ΚΑΤΑΨΕΥΔΟΜΑΡΤΥΡΗΣΑΜΕΝΟΣ

ἀντὶ τοῦ παρασχὼν τοὺς τὰ ψεύδη μαρτυρήσοντας Δημοσθένης ἐν τῷ κατὰ Στεφάνου.

ΚΑΤΕΛΕΥΣΑΝ

ἀντὶ τοῦ λίθοις κατέβαλον· Ὑπερείδης ἐν τῷ κατ̓ Αὐτοκλέους.

ΚΑΤΩΙΚΟΔΟΜΗΣΕΝ

ἀντὶ τοῦ κατέκλεισεν εἰς οἴκημα καὶ ἀπέκτεινεν Ἰσαῖος ἐν τῷ κατὰ Διοκλέους πολλάκις.

ΚΕΒΡΗΝΑ

Δημοσθένης ἐν τῷ κατ̓ Ἀριστοκράτους. πόλις ἐστὶ τῆς Τρῳάδος Κεβρὴν, Κυμαίων ἀποικία, ὥς φησιν Ἔφορος ἐν α.

ΚΕΓΧΡΕΩΝ

Δημοσθένης ἐν τῇ πρὸς Πανταίνετον παραγραφῇ ‘κἄπειτ̓ ἔπεισε τοὺς οἰκέτας τοὺς ἐμοὺς καθέζεσθαι εἰς τὸν κεγχρεῶνα’ ἀντὶ τοῦ εἰς τὸ καθαριστήριον, ὅπου τὴν ἐκ τῶν μετάλλων κέγχρον διέψυχον, ὡς ὑποσημαίνει Θεόφραστος ἐν τῷ περὶ μετάλλων.

ΚΕΙΟΙ

Λυσίας ἐν τῷ περὶ τῶν ἰδίων εὐεργεσιῶν ‘οἱ Κεῖοι μὲν πόλις τοσαύτη.’ Κέως μία τῶν Κυκλάδων νήσων, παρακειμένη τῇ Ἀττικῇ. τὴν νῆσον δὲ πόλιν ὠνόμασεν ὁ ῥήτωρ. καὶ Εὐριπίδης τὴν Εὔβοιαν· Εὔβοἰ Ἀθήναις ἐστί τις γείτων πόλις. Ἀριστοφάνης δὲ περὶ Σικελίας φησὶν οἵα πόλις τάλαινα διαλυμαίνεται.

ΚΕΙΡΙΑΔΗΣ

Ἰσαῖος ἐν τῇ πρὸς Βοιωτὸν ἐκ δημοτῶν ἐφέσει. ὅτι Κειριάδαι δῆμός ἐστι τῆς Ἱπποθωντίδος εἴρηκε Διόδωρος ἐν τῷ περὶ τῶν δήμων.

ΚΕΚΡΟΠΙΣ

Ὑπερίδης ἐν τῷ πρὸς Ἀριστογείτονα. μία δ̓ ἦν τῶν ι φυλῶν Ἀθήνησι Κεκροπὶς, ὡς Δημοσθένης ἐν τῷ ἐπιταφίῳ, εἰ γνήσιος.

ΚΕΛΕΟΝΤΕΣ

Ἀντιφῶν ἐν τῇ πρὸς Δημοσθένους γραφὴν ἀπολογίᾳ ‘ἵνα τοὺς κελέοντας κατέπηξεν.’ κυρίως μὲν κελέοντές εἰσιν οἱ ἱστόποδες, ὡς καὶ παῤ Ἀριστοφάνει δῆλον τῷ κωμικῷ. μεταφορικῶς δὲ νῦν ὁ ῥήτωρ λέγοι ἂν τὰ ὀρθὰ ξύλα.

ΚΕΡΑΜΕΙΣ

Ὑπερείδης ἐν τῷ ὑπὲρ Ξενοφίλου α. δῆμός ἐστι φυλῆς τῆς Ἀκαμαντίδος Κεραμεῖς, ὥς φησι Διόδωρος. φησὶ δὲ Φιλόχορος ἐν γ εἰληφέναι τούτους τοὔνομα ἀπὸ τῆς κεραμικῆς τέχνης καὶ τοῦ θύειν Κεράμῳ τινὶ ἥρωϊ.

ΚΕΡΑΜΕΙΚΟΣ

Ἀντιφῶν ἐν τῷ πρὸς Νικοκλέα περὶ ὅρων. ὅτι δύο εἰσὶ Κεραμεικοὶ, ὡς καὶ ὁ ῥήτωρ φησὶν, ὁ μὲν ἔνδον τῆς πόλεως, ὁ δὲ ἕτερος ἔξω, ἔνθα καὶ τοὺς ἐν πολέμῳ τελευτήσαντας ἔθαπτον δημοσίᾳ καὶ τοὺς ἐπιταφίους ἔλεγον, δηλοῖ Καλλικράτης ἢ Μενεκλῆς ἐν τῷ περὶ Ἀθηνῶν.

ΚΕΡΚΙΔΑΣ

Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος τοὺς προδότας καταλέγων φησὶν ‘Ἀρκάδας Κερκιδᾶς.’ ὅτι δ̓ οὗτος τῶν τὰ Μακεδονικὰ φρονούντων ἦν εἴρηκε καὶ Θεόπομπος ἐν ιε Φιλιππικῶν.

ΚΕΡΚΟΥΡΟΣ

εἶδος τι νεώς· Δείναρχος Τυρρηνικῷ.

ΚΕΡΚΩΨ

Αἰσχίνης ἐν τῷ περὶ τῆς πρεσβείας. ἐν τοῖς εἰς Ὅμηρον ἀναφερομένοις Κέρκωψιν δηλοῦται ὡς ἐξαπατητῆρές τε ἦσαν καὶ ψεῦσται οἱ Κέρκωπες· Ξεναγόρας δὲ εἰς πιθήκους αὐτοὺς μεταβαλεῖν φησι, καὶ τὰς Πιθηκούσσας νήσους ἀπ̓ αὐτῶν κληθῆναι. Αἰσχρίων δὲ ὁ Σάμιος ἐν τοῖς ἰάμβοις καὶ τὰ ὀνόματα αὐτῶν ἀναγράφει, Κάνδουλον καὶ Ἄτλαντον.

ΚΕΙΝΕΑΣ

Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. ὡμολόγηται καὶ παρὰ τοῖς ἱστορικοῖς ὅτι Κεινέας εἷς ἦν τῶν προϊεμένων Φιλίππῳ τὰ Θετταλῶν πράγματα, καὶ μάλιστα Θεοπόμπῳ ἐν α, ἅμα καὶ διεξερχομένῳ τὰ περὶ τὸν ἄνδρα.

ΚΕΡΣΟΒΛΕΠΤΗΣ

πολλάκις τούτου μνημονεύουσιν οἱ ῥήτορες, ὥσπερ καὶ Δημοσθένης κατ̓ Ἀριστοκράτους. ἦν δὲ παῖς Κότυος, καὶ νεώτατος ὢν βασιλεὺς κατεστάθη ὑπὸ τοῦ πατρὸς Θρᾴκης. ὅτι δὲ καὶ περὶ χερρονήσου ποτὲ ἐπολέμησεν Ἀθηναίοις δηλοῖ καὶ Ἰσοκράτης ἐν τῷ περὶ εἰρήνης.

ΚΕΣΤΡΙΝΟΙ

Ὑπερείδης ἐν τῷ περὶ τοῦ ταρίχους. κεστρῖνος ἰχθύς. ἐπισκεπτέον δὲ εἰ διαφέρει τι κεστρέως.

ΚΕΦΑΛΟΣ

ὄνομα κύριον, δημαγωγός.

ΚΕΦΑΛΗΘΕΝ

Ἰσαῖος ἐν τῷ πρὸς Καλυδῶνα ἐπιτροπῆς. Κεφαλὴ δῆμος τῆς Ἀκαμαντίδος, ἀφ̓ ἧς ὁ δημότης λέγεται Κεφαλῆθεν, καθά φησι Διόδωρος.

ΚΗΔΩΝΙΔΗΣ

Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου ‘ὑπερβαίνων τούσδε τοὺς ἀγρίους, Κηδωνίδην καὶ Αὐτοκλείδην καὶ Θέρσανδρον.’ παιδερασταί τινες ἦσαν οὗτοι σφοδροί.

ΚΗΚΙΣ

βάμμα τι καὶ στύμμα, ἢ καρπός τις δρυὸς ἐπιτήδειος εἰς βαφήν· Δημοσθένης ἐν τῷ κατ̓ Ἀφόβου α.

ΚΗΠΟΣ

Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. πόλις δ̓ ἐστὶ κατὰ Βόσπορον καλουμένη Κῆπος.

ΚΗΡΥΚΕΙΑ

ὁ διδόμενος μισθὸς τοῖς κήρυξιν ἐπὶ ταῖς γινομέναις πράσεσιν· Ἰσαῖος ἐν τῷ κατ̓ Ἐλπαγόρου καὶ Δημοφάνους.

ΚΗΡΥΚΕΣ

Ἰσοκράτης Πανηγυρικῷ. γένος ἐστὶν ἐν Ἀθήναις οὕτως ὀνομαζόμενον, κέκληται δὲ ἀπὸ Κήρυκος τοῦ Ἑρμοῦ.

ΚΗΤΤΟΙ

Λυσίας ἐν τῷ κατὰ Νικίδου ἀργίας. δῆμός ἐστι τῆς Λεοντίδος, ὡς Διόδωρος ὁ περιηγητής φησιν.

ΚΗΦΙΣΙΕΥΣ

Ἰσαῖος ἐν τῷ κατ̓ Ἐλπαγόρου καὶ Δημοφάνους. δῆμός ἐστι τῆς Ἐρεχθηΐδος φυλῆς, ὡς αὐτός φησιν.

ΚΗΦΙΣΟΔΩΡΟΣ

Λυκοῦργος ἐν τῷ κατὰ Μενεσαίχμου. κεκωμῴδηται δὲ οὗτος ὡς νωθής. ἕτερος δ̓ ἂν εἴη Κηφισόδωρος ὃς ἵππαρχος ὤν ἐν Μαντινείᾳ μετὰ Γρύλλου τοῦ Ξενοφῶντος ἀπέθανεν, οὗ μνημονεύει Δείναρχος ἐν τῷ κατὰ Καλλαίσχρου.

ΚΗΦΙΣΟΔΟΤΟΣ

Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. Ἀνδροτίων ἐν ε Ἀτθίδος ἱστορεῖ ὡς Ἀλωπεκόννησον πολιορκῶν ἀπεχειροτονήθη καὶ κριθεὶς ἑάλω καὶ ἀπέτισε πέντε τάλαντα.

ΚΙΓΚΛΙΣ

Δημοσθένης ἐν τῷ κατ̓ Ἀριστογείτονος. αἱ τῶν δικαστηρίων θύραι κιγκλίδες ἐκαλοῦντο· Ἀριστοφάνης Δαιταλεῦσιν ὁ δ̓ ἡλιαστὴς εἷρπε πρὸς τὴν κιγκλίδα.

ΚΙΝΑΔΟΣ

ἀντὶ τοῦ θηρίον Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος· ἔστι δὲ καὶ ἐν τῇ κωμῳδίᾳ, ὡς καὶ παῤ Ἀριστοφάνει. ἰδίως δέ φασι Σικελιώτας τὴν ἀλώπεκα καλεῖν κινάδιον.

ΚΙΝΗΣΙΑΣ

Λυσίου β λόγοι εἰσὶ πρὸς Κινησίαν, ἐν οἷς πολλάκις μνημονεύει τἀνδρὸς, λέγων ὡς ἀσεβέστατος εἴη καὶ παρανομώτατος, καὶ ὅτι καὶ οἱ κωμῳδοδιδάσκαλοι καθ̓ ἕκαστον ἐνιαυτὸν γράφουσιν εἰς αὐτόν. εἴη δ̓ ἂν οὗτος ὁ διθυραμβοποιὸς, οὗ μέμνηνται πολλάκις οἱ κωμικοὶ καὶ Στράττις ὅλον δρᾶμα ποιήσας εἰς αὐτὸν, ὅπερ ἐπεγράφη Κινησίας, ἐν ᾧ καὶ τὴν ἀσέβειαν αὐτοῦ κωμῳδεῖ.

ΚΙΡΡΑΙΟΝ ΠΕΔΙΟΝ

Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. Κίρρα πόλις ἐστὶν ἀπέχουσα Δελφῶν σταδίους λ. ἔοικεν οὖν Κιρραῖον πεδίον καλεῖν ὁ ῥήτωρ τὸ ταύτῃ παρακείμενον τῇ πόλει.

ΚΙΣΘΗΝΗ

Ἰσοκράτης Πανηγυρικῷ. ὄρος τῆς Θρᾴκης. Κρατῖνος κἀνθένδ̓ ἐπὶ τέρματα γῆς ἥξεις καὶ Κισθήνης ὄρος ὄψει.

ΚΙΤΤΟΦΟΡΟΣ

ἔνιοι μετὰ τοῦ ς γράφουσι κιστοφόρος· τὰς γὰρ λεγομένας κίστας ἱερὰς εἶναι ἔλεγον τοῦ Διονύσου καὶ ταῖν θεαῖν.

ΚΛΙΜΑΖΗΙ

Δείναρχος ἐν τῷ ἐπιγραφομένῳ ῾συνηγορία Αἰσχίνῃ ῾κατὰ Δεινίοὐ ‘ὅταν οὖν ἀπολογούμενος κλιμάζῃ καὶ παράγῃ τοὺς νόμους’ ἀντὶ τοῦ παρακλίνῃ καὶ παρατρέπῃ. μήποτε δὲ δεῖ γράφειν ΒΛΙΜΑΖΗΙ, ἵν̓ ᾖ οἷον θλίβῃ καὶ βιάζηται.

ΚΛΗΡΟΥΧΟΙ

Δημοσθένης ἐν η Φιλιππικῶν. κληροῦχοι ἐκαλοῦντο οὓς Ἀθηναῖοι ἔπεμπον ἐπὶ τὰς πόλεις ἃς ἐλάμβανον, κλήρους ἑκάστοις διανεμοῦντες. Ἰσοκράτης Πανηγυρικῷ ‘ὑπὲρ ὧν προσήκει τοὺς εὖ φρονοῦντας μεγάλην χάριν ἔχειν πολὺ μᾶλλον ἢ τὰς κληρουχίας ἡμῖν ὀνειδίζειν, ἃς ἡμεῖς εἰς τὰς ἐρημουμένας τῶν πόλεων φυλακῆς ἕνεκα τῶν χωρίων, ἀλλ̓ οὐ διὰ πλεονεξίαν ἐξεπέμπομεν.’ ἐν δὲ τῷ περὶ τῶν συμμοριῶν Δημοσθένης κληρουχικὰ ἂν λέγοι τὰ τῶν ἐκπεμφθέντων εἰς ἑτέραν χώραν ἡντιναδήποτε κατὰ κληρουχίαν· πῶς γὰρ οἷόν τε τὸν μὴ ἐπιδημοῦντα Ἁθήνησι τριηραρχεῖν;

ΚΛΗΣΙΣ

ἡ πρόσκλησις, τουτέστι παραγγελία εἰς κρίσιν· Δημοσθένης ἐν τῷ κατ̓ Ἀριστοκράτους. ὅτι μέντοι καὶ προσκλήσεις ἔλεγον ὁ αὐτὸς ἐν τῷ περὶ Ἁγνίου κλήρου δηλοῖ.

ΚΛΗΤΗΡΕΣ

ΚΛΗΤΗΡΕΣ καὶ ΚΛΗΤΕΥΕΙΝ· κλητῆρες μὲν οἱ ἄνδρες δἰ ὧν εἰς τὰς δίκας προσκαλοῦνται οἱ δικαζόμενοί τισιν· ἔδει γὰρ παρεῖναί τινας ὥσπερ μάρτυρας τῆς προσκλήσεως· Ἰσαῖος ἐν τῷ πρὸς Νεοκλέα περὶ χωρίου. πολὺ δ̓ ἐστὶν ὅλως τοὔνομα παρά τε τοῖς ῥήτορσι καὶ ἐν τῇ ἀρχαίᾳ κωμῳδίᾳ. ΚΛΗΤΕΥΣΑΙ δ̓ ἐστὶ τὸ κλητῆρα γενέσθαι, ὡς Ἰσαῖος ἐν τῷ κατὰ Κλεομέδοντος. λέγεται δὲ κλητεύεσθαι καὶ ἐκκλητεύεσθαι ἐπὶ τῶν μαρτύρων, ὅταν μὴ ὑπακούωσι πρὸς τὴν μαρτυρίαν ἐν τοῖς δικαστηρίοις, καὶ ἔστιν ἐπιτίμιον κατ̓ αὐτῶν δραχμαὶ χίλιαι, ὡς Ἰσαῖος ἐν τῷ ὑπὲρ Πύθωνος ἀποστασίου.

ΚΟΒΑΛΕΙΑ

Δείναρχος ἐν τῇ κατὰ Πυθέου εἰσαγγελίᾳ. κοβαλεία ἐλέγετο ἡ προσποιητὴ μετ̓ ἀπάτης παιδιὰ, καὶ κόβαλος ὁ ταύτῃ χρώμενος. ἔοικε δὲ συνώνυμον τῷ βωμολόχῳ· Φιλόχορος β Ἀτθίδος ‘οὐ γὰρ ὥσπερ ἔνιοι λέγουσι, βωμολόχον τινὰ καὶ κόβαλον γίνεσθαι νομιστέον τὸν Διόνυσον.’ Ἀριστοτέλης δὲ ἐν η ζῴων ἱστορίας τὸν ὦτόν φησι κόβαλον καὶ μιμητὴν ὄντα ἀντορχούμενον ἁλίσκεσθαι.

ΚΟΙΝΟΝ ΓΡΑΜΜΑΤΕΙΟΝ

ΚΟΙΝΟΝ ΓΡΑΜΜΑΤΕΙΟΝ καὶ ΛΗΞΙΑΡΧΙΚΟΝ· τὸ μὲν κοινὸν γραμματεῖόν ἐστιν εἰς ὃ ἐνεγράφοντο οἱ εἰσαγόμενοι εἰς τοὺς φράτορας καὶ γεννήτας, τὸ δὲ ληξιαρχικὸν εἰς ὃ ἐνεγράφοντο οἱ εἰς τοὺς δήμους ἐγγραφόμενοι, ὡς δεικνύουσιν ἄλλοι τε ῥήτορες καὶ Ἰσαῖος ἐν τῷ περὶ τοῦ Ἀπολλοδώρου κλήρου.

ΚΟΙΝΩΝΙΚΩΝ

Δημοσθένης ἐν τῷ περὶ τῶν συμμοριῶν. κοινωνικοὺς ἂν λέγοι τάχα μὲν τοὺς ἀνέμητον οὐσίαν ἔχοντας ἀδελφοὺς, ὧν ὁ μὲν πατὴρ ἐδύνατο λειτουργεῖν, οἱ δὲ κληρονόμοι τῶν ἐκείνου καθ̓ ἕνα τριηραρχεῖν οὐκ ἐξήρκουν· τάχα δὲ καὶ περὶ τῶν ἑκούσιον κοινωνίαν συνθεμένων ἐμπορίας ἤ τινος ἄλλου, ὧν ἕκαστος οὐκ εἶχε τὸ ὅλον τίμημα τῆς κοινῆς οὐσίας.

ΚΟΙΡΩΝΙΔΑΙ

ἔστι Λυκούργῳ λόγος οὕτως ἐπιγραφόμενος ῾Κροκωνιδῶν ῾διαδικασία πρὸς Κοιρωνίδας, ' ὃν ἔνιοι Φιλίνου νομίζουσιν· ἔστι δὲ γένος οἱ Κοιρωνίδαι, περὶ ὧν Ἴστρος ἐν τῇ συναγωγῇ τῆς Ἀτθίδος φησίν. ὠνομασμένον δ̓ ἂν εἴη ἀπὸ Κοίρωνος, ὃν νόθον ἀδελφὸν εἶναί φασι τοῦ Κρόκωνος, παῤ ὃ καὶ ἐντιμοτέρους εἶναι τοὺς Κροκωνίδας. ὁ δὲ τὸν λόγον γεγραφὼς ὅστις ποτ̓ ἐστὶν, τρισὶν ὀνόμασί φησιν αὐτοὺς προσηγορεῦσθαι· καὶ γὰρ Κοιρωνίδας καὶ Φιλιεῖς καὶ Περιθοίδας.

ΚΟΛΛΥΤΕΥΣ

Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου. δῆμός ἐστι τῆς Αἰγηΐδος Κολλυτός.

ΚΟΛΩΝΕΤΑΣ

Ὑπερείδης ἐν τῷ πρὸς Ἀπελλαῖον περὶ τοῦ θησαυροῦ. τοὺς μισθωτοὺς Κολωνέτας ὠνόμαζον, ἐπειδὴ παρὰ τῷ Κολωνῷ εἱστήκεσαν, ὅς ἐστι πλησίον τῆς ἀγορᾶς, ἔνθα τὸ Ἡφαιστεῖον καὶ τὸ Εὐρυσάκειόν ἐστιν· ἐκαλεῖτο δὲ ὁ Κολωνὸς οὗτος ἀγοραῖος. ἦν δὲ καὶ ἕτερος Κολωνὸς πρὸς τὸ τοῦ Ποσειδῶνος ἱερὸν, ὡς Ὑπερείδης ἐν τῷ κατ̓ Αὐτοκλέους· οὗτος δ̓ ἂν εἴη ὁ τῶν ἱππέων. Φερεκράτης Πετάλῃ οὗτος, πόθεν ἥκεις; ἐς Κολωνὸν ἱέμην. οὐ τὸν ἀγοραῖον, ἀλλὰ τὸν τῶν ἱππέων. Δημοσθένης ἐν τοῖς Κολωνῆθέν φησι. περὶ τῶν Κολωνῶν Διόδωρός τε ὁ περιηγητὴς καὶ Φιλόχορος ἐν γ Ἀτθίδος διεξῆλθεν.

ΚΟΜΙΣΤΙΚΑ ΠΛΟΙΑ

Ὑπερείδης ἐν τῷ περὶ τῆς φυλακῆς τῶν Τυρρηνῶν. ἔοικε καλεῖσθαι κομιστικὰ πλοῖα ἐν οἷς ἐκόμιζον οἱ Τυρρηνοὶ τὰ ληφθέντα λάφυρα, ὡς αὐτὸς ὁ ῥήτωρ ὑποσημαίνει ἐν τῷ λόγῳ.

ΚΟΜΜΑΤΑ

ΚΟΜΜΑΤΑ καὶ ΚΥΡΗΒΙΑ· Δείναρχος ἐν τῇ κατὰ Καλλισθένους εἰσαγγελίᾳ. τὰ μὲν κυρήβιά ἐστι τὰ πίτυρα, τὰ δὲ κόμματα ἔοικεν εἶναι μέρη τινὰ ἢ τῆς καλάμης ἢ τῶν περὶ τὸν σῖτον αὐτὸν ἐν τῷ στάχυϊ γινομένων ἢ τῶν ἀνθερίκων.

ΚΟΡΔΑΚΙΣΜΟΣ

Δημοσθένης Φιλιππικοῖς. ὁ κόρδαξ κωμικῆς ὀρχήσεώς ἐστιν εἶδος, καθάπερ φησὶν Ἀριστόξενος ἐν τῷ περὶ τῆς τραγικῆς ὀρχήσεως. ἔστι δὲ τοὔνομα καὶ ἐν τῇ ἀρχαίᾳ κωμῳδίᾳ, ὡς παρὰ Νικοφῶντι.

ΚΟΡΟΠΛΑΘΟΣ

Ἰσοκράτης ἐν τῷ περὶ τῆς ἀντιδόσεως. τοὺς ἐκ πηλοῦ ἢ κηροῦ ἤ τινος τοιαύτης ὕλης πλάττοντας κόρας ἢ κόρους οὕτως ὠνόμαζον.

ΚΟΡΣΙΑΙ

Δημοσθένης ἐν τῷ κατ̓ Αἰσχίνου. πόλις ἐστὶ τῆς Βοιωτίας Κορσιαὶ, ὡς Θεόπομπος ἐν τῇ λ.

ΚΟΤΥΛΑΙΟΝ ΟΡΟΣ

Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. ἔοικε τὸ ὄρος τῆς Εὐβοίας εἶναι· Ἀρχέμαχος γοῦν ἐν γ Εὐβοϊκῶν φησὶ ‘Κότυλος μὲν οὖν φαίνεται κατασχεῖν τὸ ὄρος τὸ νῦν ἀπ̓ ἐκείνου Κοτύλαιον καλούμενον.’

ΚΟΤΥΣ

Δημοσθένης ἐν τῷ κατ̓ Ἀριστοκράτους. οὗτος ἦρξε τῆς Θρᾴκης ἔτη κδ, διῆγε δὲ τὰ μὲν πρῶτα ἐν τρυφαῖς καὶ ἡδυπαθείαις, ἔπειτα αὔξησιν λαμβανούσης αὐτῷ τῆς εὐπραγίας εἰς ὠμότητα καὶ ὀργὴν ἐξηνέχθη, ὡς καὶ τὴν γυναῖκα, ἐξ ἧς αὐτῷ ἦν τέκνα, διέκοψε μέσην ταῖς αὑτοῦ χερσὶν, ἀπὸ τῶν αἰδοίων ἀρξάμενος.

ΚΡΑΥΑΛΛΙΔΑΙ

Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. Δίδυμός φησι δεῖν γράφεσθαι Κραυγαλλίδαι· οὕτω γὰρ λέγεσθαι τὴν ἐν Φωκεῦσι πλησίον Κίρρας χώραν Κραυγάλλιον, ὡς καὶ Ξεναγόρας ἐν δ Χρόνων ἱστορεῖ.

ΚΡΑΣΤΙΣ

Δείναρχος ἐν τῷ πρὸς Λυσικράτην. κραστις ἐστὶν ἡ πόα, ὡς καὶ Ἀριστοφάνης.

ΚΡΙΘΩΤΗΝ

Δημοσθένης ἐν τῷ κατ̓ Ἀριστοκράτους. Κριθώτη μία πόλις τῶν ἐν Χερρονήσῳ, καθά φησιν Ἑλλάνικος ἐν α Τρωϊκῶν. Ἔφορος δ̓ ἐν τῇ δ φησὶν αὐτὴν κατοικισθῆναι ὑπὸ Ἀθηναίων τῶν μετὰ Μιλτιάδου ἐκεῖ παραγενομένων.

ΚΡΙΩΕΥΣ

Δημοσθένης ἐν τῷ πρὸς Φαίνιππον. δῆμός ἐστι τῆς Ἀντιοχίδος Κριώα, ὥς φησι Διόδωρος ἐν τῷ περὶ τῶν δήμων.

ΚΡΩΒΥΛΟΣ

Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. Ἡγήσιππος μέν ἐστιν ὁ Κρώβυλος ἐπικαλούμενος, κυρίως δὲ εἶδός τι ἐμπλοκῆς ἐστὶν ὁ κρώβυλος, καθά φησι Θουκυδίδης ἐν α.

ΚΤΗΣΙΟΥ ΔΙΟΣ

Ὑπερίδης ἐν τῷ πρὸς Ἀπελλαῖον. κτήσιον Δία ἐν τοῖς ταμιείοις ἱδρύοντο· Μένανδρος Ψευδηρακλεῖ νῦν δ̓ εἰς γυναικωνῖτιν εἰσιόνθ̓ ὅταν ἴδω παράσιτον, τὸν δὲ Δία τὸν κτήσιον ἔχοντα τὸ ταμιεῖον οὐ κεκλεισμένον, ἀλλ̓ εἰστρέχοντα πορνίδια.

ΚΤΗΣΙΦΩΝ

Δημοσθένης ἐν τῷ κατ̓ Αἰσχίνου ‘τὸ μὲν γὰρ ἐξ ἀρχῆς, ἄχρι τοῦ λόγου τυχεῖν Φίλιππον ὑπὲρ τῆς εἰρήνης, Κτησιφῶν καὶ Ἀριστόδημος τὴν πρώτην ἔφερον τοῦ φενακισμοῦ.’ εἷς τῶν ι πρέσβεων τῶν μετὰ Δημοσθένους καὶ Αἰσχίνου πρεσβευσάντων ἦν οὗτος· ἑκάτερος γοῦν τῶν ῥητόρων ἐν τῷ περὶ τῆς πρεσβείας πολλάκις αὐτοῦ μνημονεύει. ἕτερος δ̓ ἂν εἴη τις ὁ τὸ ψήφισμα τὸ περὶ τοῦ στεφάνου γεγραφὼς Δημοσθένει, καθ̓ οὗ λόγος ἐστὶ τῷ Αἰσχίνῃ ὁ κατὰ Κτησιφῶντος.

ΚΥΔΑΘΗΝΑΙΕΥΣ

Ὑπερείδης ἐν τῷ περὶ τοῦ Ἱππέως κλήρου. Κυδαθήναιον δῆμός ἐστι φυλῆς τῆς Πανδιονίδος, ἀφ̓ οὗ ὁ δημότης Κυδαθηναιεύς.

ΚΥΔΑΝΤΙΔΗΣ

Ὑπερείδης ἐν τῷ πρὸς Πολύευκτον. δῆμός ἐστι τῆς Αἰγηΐδος Κυδαντίδαι.

ΚΥΘΗΡΙΟΣ

Δημοσθένης ἐν τῷ πρὸς Φαίνιππον. Κύθηρος δῆμος τῆς Πανδιονίδος, ἀφ̓ οὗ ὁ δημότης λέγεται Κυθήριος.

ΚΥΘΝΙΟΙ

Δημοσθένης ἐν τῷ περὶ συντάξεως. Κύθνος μία τῶν Κυκλάδων νήσων, ὡς Ἀριστοτέλης ἐν τῇ Κυθνίων πολιτείᾳ.

ΚΥΚΛΟΙ

Δείναρχος ἐν τῷ κατὰ Καλλαίσχρου. κύκλοι ἐκαλοῦντο οἱ τόποι ἐν οἷς ἐπωλοῦντό τινες· ὠνομάσθησαν δὲ ἀπὸ τοῦ κύκλῳ περιεστάναι τοὺς πωλουμένους. Μένανδρος Ἐφεσίῳ ἐγὼ μὲν ἤδη μοι δοκῶ νὴ τοὺς θεοὺς ἐν τοῖς κύκλοις ἐμαυτὸν ἐκδεδυκότα ὁρᾶν, κύκλῳ τρέχοντα καὶ πωλούμενον.

ΚΥΜΒΙΟΝ

Δημοσθένης ἐν τῷ κατὰ Μειδίου. εἶδός τι ἐκπώματος τὸ κυμβίον. φησὶ δὲ Δίδυμος ἐπίμηκες αὐτὸ εἶναι καὶ στενὸν καὶ τῷ σχήματι παρόμοιον τῷ πλοίῳ ὃ καλεῖται κυμβίον.

ΚΥΝΝΙΔΑΙ

Λυκοῦργος ἐν τῇ διαδικασίᾳ Κροκωνιδῶν πρὸς Κοιρωνίδας. γένος ἐστὶ παῤ Ἀθηναίοις οἱ Κυννίδαι.

ΚΥΝΟΣΑΡΓΕΣ

Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους. ἓν τῶν παῤ Ἀθηναίοις γυμνασίων τὸ Κυνόσαργες.

ΚΥΠΡΟΘΕΜΙΣ

ὄνομα κύριον. Δημοσθένης ἐν τῷ περὶ τῆς τῶν Ῥοδίων ἐλενθερίας ‘Σάμον δὲ φρουρουμένην ὑπὸ Κυπροθέμιδος, ὃν κατέστησε Τιγράνης ὁ βασιλέως ὕπαρχος.’

ΚΥΠΑΣΣΙΣ

Λυσίας ἐν τῷ ὑπὲρ Βακχίου καὶ Πυθαγόρου, εἰ γνήσιος. οἱ γλωσσογράφοι χιτῶνος εἶδός φασιν αὐτὸν εἶναι τὸν κύπασσιν, οἱ μὲν γυναικείου, οἱ δὲ ἀνδρείου. μέμνηται δ̓ αὐτοῦ Ἱππῶνάξ τε καὶ Ἑκαταῖος ἐν περιόδῳ Εὐρώπης, λέγων ‘Κίσσιοι δὲ ἐσθῆτα φορέουσι κυπάσσεις Περσικούς,’ καὶ Ἀριστοφάνης ἐν τοῖς Ταγηνισταῖς.

ΚΥΡΒΕΙΣ

Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. κύρβεις φησὶν Ἀπολλόδωρος ἐν τοῖς περὶ θεῶν ἔχειν ἐγγεγραμμένους τοὺς νόμους, εἶναι δ̓ αὐτοὺς λίθους ὀρθοὺς ἑστῶτας, οὓς ἀπὸ μὲν τῆς στάσεως στήλας, ἀπὸ δὲ τῆς εἰς ὕψος ἀνατάσεως διὰ τὸ κεκορυφῶσθαι κύρβεις ἐκάλουν, ὥσπερ καὶ κυρβασίαν τὴν ἐπὶ τῆς κεφαλῆς τιθεμένην. Ἀριστοτέλης δ̓ ἐν τῇ Ἀθηναίων πολιτείᾳ φησὶν ‘ἀναγράψαντες δὲ τοὺς νόμους εἰς τοὺς κύρβεις ἔστησαν ἐν τῇ στοᾷ τῇ βασιλείᾳ.’

ΚΥΡΕΙΟΝ

Ἰσοκράτης Πανηγυρικῷ. Κύρειον στράτευμα τὸ μετὰ Κύρου συναναβεβηκὸς, ὅτε ἐστράτευσεν ἐπὶ τὸν ἀδελφὸν Ἀρταξέρξην· οὗ μετεῖχε καὶ Ξενοφῶν.

ΚΥΡΗΒΙΩΝ

Δημοσθένης ἐν τῷ κατ̓ Αἰσχίνου. ὅτι δ̓ ἐπώνυμόν ἐστι τοῦτο Ἐπικράτους τοῦ Αἰσχίνου κηδεστοῦ καὶ ἐν ἄλλοις δεδήλωται.

ΚΥΡΙΑ ΕΚΚΛΗΣΙΑ

Ὑπερείδης ἐν τῷ κατὰ Δημέου ξενίας, εἰ γνήσιος. τίνες δὲ αἱ κύριαι ἐκκλησίαι Ἀριστοτέλης δεδήλωκεν ἐν τῇ Ἀθηναίων πολιτείᾳ, λέγων τοὺς πρυτάνεις συνάγειν τὴν βουλὴν καὶ τὸν δῆμον, τὴν μὲν βουλὴν ὁσημέραι, πλὴν ἐάν τις ἀφέσιμος ᾖ, τὸν δὲ δῆμον τετράκις τῆς πρυτανείας ἑκάστης. ‘προγράφουσι δέ’ φησι ‘καὶ κυρίαν ἐκκλησίαν, ἐν ᾗ δεῖ τὰς ἀρχὰς ἀποχειροτονεῖν οἳ δοκοῦσι μὴ καλῶς ἄρχειν, καὶ περὶ φυλακῆς δὲ τῆς χώρας.’ καὶ τὰς εἰσαγγελίας ἐν ταύτῃ τῇ ἡμέρᾳ τοὺς βουλομένους ποιεῖσθαί φησι, καὶ τὰ ἑξῆς.

ΚΥΡΣΙΛΟΝ

Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος ‘τὸν μὲν ταῦτα συμβουλεύσαντα Θεμιστοκλέα στρατηγὸν ἑλόμενοι, τὸν δὲ ὑπακούειν ἀποφηνάμενον Κυρσίλον καταλιθώσαντες.’

ΚΩΔΕΙΑ

τὴν τῆς μήκωνος κεφαλὴν οὕτω καλοῦσιν· Ὑπερείδης καὶ Ἀριστοφάνης Γεωργοῖς ‘ἀγαθήν γε κώδειαν.’

ΚΩΛΙΑΣ

Δημοσθένης ἐν τῷ κατὰ Νεαίρας, εἰ γνήσιος. ἐπιθαλασσία ἄκρα τῆς Ἀττικῆς ἐστιν ἡ Κωλιὰς, ἐκ μεταφορᾶς τοῦ κώλου ὠνομασμένη· ἔστι δ̓ αὐτόθι Ἀφροδίτης ἱερόν. μέμνηται Ἀριστοφάνης κατ̓ ἀρχὴν τῆς Λυσιστράτης.