Λεξικὸν τῶν δέκα ῥητόρων
Συγγραφέας:
Δ
Valerius Harpocration. Harpocrationis Lexicon in decem oratores Atticos. Wilhelm Dindorf. Oxonii, E Typographeo Academico. Oxford. 1853.


Α | Β | Γ | Δ | Ε | Ζ | Η | Θ | Ι | Κ | Λ | Μ | Ν | Ξ | Ο | Π | Ρ | Σ | Τ | Υ | Φ | Χ | Ψ



ΔΑΙΔΑΛΟΥ ΠΟΙΗΜΑΤΑ

[...]

ΔΑΕΙΡΑ

ὄνομα κύριον.

ΔΑΜΩΝ

ὄνομα κύριον, διδάσκαλος Περικλέους.

ΔΑΟΧΟΣ

Δημοσθένης ὑπὲρ Κτησιφῶντος. εἷς οὗτος τῶν προεμένων Φιλίππῳ τὰ Θετταλῶν πράγματα.

ΔΑΡΕΙΚΟΣ

Λυσίας ἐν τῷ κατ̓ Ἐρατοσθένους ἑνὸς τῶν λ. εἰσὶ μὲν χρυσοῖ στατῆρες οἱ Δαρεικοὶ, ἠδύνατο δὲ ὁ εἷς ταὐτὸ ὅπερ καὶ ὁ χρυσοῦς παρὰ τοῖς Ἀττικοῖς ὀνομαζόμενος. ἐκλήθησαν δὲ Δαρεικοὶ οὐχ ὡς οἱ πλεῖστοι νομίζουσιν, ἀπὸ Δαρείου τοῦ Ξέρξου πατρὸς, ἀλλ̓ ἀφ̓ ἑτέρου τινὸς παλαιοτέρου βασιλέως. λέγουσι δέ τινες δύνασθαι τὸν Δαρεικὸν ἀργυρᾶς δραχμὰς κ, ὡς τοὺς ε Δαρεικοὺς δύνασθαι μνᾶν ἀργυρίου.

ΔΑΤΕΙΣΘΑΙ

τὸ μερίζεσθαι, οἱ δὲ ΔΑΤΗΤΑΙ οἱονεὶ μερισταί. τὸ δὲ ΕΙΣ ΔΑΤΗΤΩΝ ΑΙΡΕΣΙΝ εἰδός τι δίκης ἐστίν· ὁπότε γὰρ κοινωνοῖέν τινες ἀλλήλοις, καὶ οἱ μὲν βούλοιντο διανέμεσθαι τὰ κοινὰ, οἱ δὲ μὴ, ἐδικάζοντο οἱ βουλόμενοι τοῖς μὴ βουλομένοις προκαλούμενοι εἰς δατητῶν αἵρεσιν· Λυσίας ἐν τῷ πρὸς Ἀλεξίδημον, εἰ γνήσιος, καὶ Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ.

ΔΑΤΟΣ

πόλις ἐστὶ Θρᾴκης σφόδρα εὐδαίμων· ἀπὸ ταύτης γοῦν ἐλέγετό τις καὶ παροιμία, Δάτος ἀγαθῶν. δεδηλώκασι δὲ περί τε αὐτῆς καὶ τῆς παρακειμένης χώρας ὁτὲ μὲν τὸ Δάτον οὐδετέρως λέγοντες, ὁτὲ δὲ τὴν Δάτον θηλυκῶς, ὡς ἀεὶ Ἔφορος ἐν τῇ δ· ἅπαξ δ̓ ἀρσενικῶς τὸν Δάτον Θεόπομπος γ Φιλιππικῶν. μετωνομάσθη μέντοι ἡ πόλις τῶν Δατηνῶν Φίλιπποι, Φιλίππου τοῦ Μακεδόνων βασιλέως κρατήσαντος αὐτῆς, ὡς Ἔφορός τέ φησι καὶ Φιλόχορος ἐν τῇ ε.

ΔΕΗΣΕΙΣ

ἀντὶ τοῦ ἐνδείας Ἀντιφῶν Ἀληθείας πρώτῳ.

ΔΕΙΓΜΑ

κυρίως μὲν τὸ δεικνύμενον ἀφ̓ ἑκάστου τῶν πωλουμένων· ἤδη δὲ καὶ τόπος τις ἐν τῷ Ἀθήνησιν ἐμπορίῳ, εἰς ὃν τὰ δείγματα ἐκομίζετο, οὕτως ἐκαλεῖτο. ἔστι δὲ τὸ ἔθος Ἀττικὸν, τὸ σημαίνειν ἀπὸ τῶν ἐν τῷ τόπῳ τοὺς τόπους αὐτούς. Δημοσθένης ἐν τῷ περὶ τοῦ τριηραρχήματος καὶ Λυσίας.

ΔΕΙΠΝΟΦΟΡΟΣ

Ὑπερείδης ἐν τῷ κατὰ Δημέου. λέγεται δὲ καὶ τὰς δειπνοφόρους καταλέγεσθαι νῦν, ὅτι αἱ τῶν κατακεκλειμένων παίδων μητέρες εἰσέπεμπον καθ̓ ἡμέραν αὐτοῖς τροφὴν εἰς τὸ τῆς Ἀθηνᾶς ἱερὸν, ἐν ᾧ διῃτῶντο, καὶ αὐταὶ συνῄεσαν ἀσπασόμεναι τοὺς ἑαυτῶν.

ΔΕΙΡΑΔΙΩΤΗΣ

δῆμος τῆς Λεοντίδας Δειράδες, ἀφ̓ οὗ ὁ δημότης Δειραδιώτης.

ΔΕΙΝΩΙ

ἀντὶ τοῦ δεινήσει Ἀντιφῶν Ἀληθείας β.

ΔΕΚΑΖΩΝ

Ἰσοκράτης περὶ τῆς εἰρήνης. ὅ τι ποτὲ τοῦτ̓ ἐστὶ, δῆλον ἅπασιν· Ἐρατοσθένης δὲ ἐν τοῖς περὶ τῆς ἀρχαίας κωμῳδίας πόθεν τὸ πρᾶγμα εἴρηται δηλοῖ οὕτω λέγων ‘Λύκος ἐστὶν ἥρως πρὸς τοῖς ἐν Ἀθήναις δικαστηρίοις, τοῦ θηρίου μορφὴν ἔχων, πρὸς ὃν οἱ δωροδοκοῦντες κατὰ ί γιγνόμενοι ἀνεστρέφοντο, ὅθεν εἴρηται Λύκου δεκάς.’ Ἀριστοτέλης δ̓ ἐν Ἀθηναίων πολιτείᾳ Ἄνυτόν φησι καταδεῖξαι τὸ δεκάζειν τὰ δικαστήρια.

ΔΕΚΑ

ΔΕΚΑ καὶ ΔΕΚΑΔΟΥΧΟΣ· Ἰσοκράτης ἐν τῇ πρὸς Καλλίμαχον παραγραφῇ ‘ἦρχον μὲν γὰρ οἱ ί οἱ μετὰ τοὺς λ καταστάντες.’ περὶ τῶν μετὰ τὴν κατάλυσιν τῶν λ Ἀθήνησι χειροτονηθέντων ἀνδρῶν ι καὶ τῶν ἑξῆς εἴρηκεν Ἀνδροτίων ἐν τῇ γ. ἐκαλεῖτο μέντοι τούτων ἕκαστος τῶν ἀρχόντων δεκαδοῦχος, ὡς δῆλον ποιεῖ Ἀυσίας ἐν τῷ περὶ τοῦ Διογένους κλήρου.

ΔΕΚΑΔΑΡΧΙΑ

Ἰσοκράτης. τὰς μὲν ὑπὸ Λακεδαιμονίων κατασταθείσας ἐν ταῖς πόλεσι δεκαδαρχίας συνεχῶς ὀνομάζουσιν οἱ ἱστορικοὶ, ὁ μέντοι Ἰσοκράτης ἐν τῷ Παναθηναϊκῷ τρόπον τινὰ ἐξηγήσατο τοὔνομα· φησὶ γὰρ ὅτι Λακεδαιμόνιοι ι μόνον ἄνδρας κυρίους ἑκάστης πόλεως ἐποίησαν. Φίλιππος μέντοι παρὰ Θετταλοῖς δεκαδαρχίαν οὐ κατέστησεν, ὡς γέγραπται ἐν ς Φιλιππικῷ Δημοσθένους, ἀλλὰ τετραρχίαν.

ΔΕΚΑΤΕΥΕΙΝ

Δημοσθένης κατ̓ Ἀνδροτίωνος ‘οὐ γὰρ αὐτοὺς δε- κατεύοντες’ἀντὶ τοῦ τὴν δεκάτην εἰσπραττόμενοι καὶ οἷον λαφυραγωγοῦντες· τὰ γὰρ ἐκ τῶν πολεμίων ληφθέντα ἐδεκάτευον τοῖς θεοῖς. Δημοσθένους δ̓ ἐν τῷ κατὰ Μέδοντος περί τινος παρθένου λέγοντος οὕτως ‘οὐ δεκατεῦσαι ταύτην οὐδὲ μυῆσαι,’ Δίδυμος ὁ γραμματικὸς περὶ τούτου βιβλίον γράψας φησὶν ὅτι τὸ δεκατεῦσαι Λυσίας ἐν τῷ περὶ τῆς Φρυνίχου θυγατρὸς ἀρκτεῦσαι εἴρηκεν. δεκατεῦσαι μέντοι, φησὶν, κυρίως ἐλέγετο τὸ καθιερῶσαι, ἐπειδήπερ ἔθος ἦν Ἑλληνικὸν τὰς δεκάτας τῶν περιγινομένων τοῖς θεοῖς καθιεροῦν. ἴσως δὲ τὸ ἀρκτεῦσαι δεκατεῦσαι εἴρηκεν ὁ ῥήτωρ, ἐπειδὴ αἱ δεκετίδες ἤρκτευον.

ΔΕΚΑΤΕΥΤΑΣ

ἀντὶ τοῦ τελώνας τοὺς τὴν δεκάτην ἐκλέγοντας Ἀντιφῶν ἐν τῇ πρὸς Δημοσθένους γραφὴν ἀπολογίᾳ. ὅτι δὲ ἦν τελώνιον ἡ δεκάτη δεδήλωκε Δημοσθένης ἐν τῷ περὶ τῶν ἀτελειῶν.

ΔΕΚΑΤΗΛΟΓΟΥΣ

τοὺς τὴν δεκάτην ἐκλέγοντας ταυτὸν ἄρα τοῖς δεκατευταῖς. Δημοσθένης κατὰ Ἀριστοκράτους.

ΔΕΚΕΛΕΙΚΟΣ

ὁ Πελοποννησιακὸς πόλεμος, ἀπὸ μέρους τοῦ τελευταίου.

ΔΕΛΦΙΝΙΟΝ

χωρίον ἐν Χίῳ, ὡς Θουκυδίδης ἐν τῇ η. ἕτερον δ̓ ἐστὶ Δελφίνιον Ἀθήνησιν ἱερὸν Ἀπόλλωνος, ἔνθα ἦν καὶ τὸ ἐν Δελφινίῳ δικαστήριον· Δημοσθένης ἐν τῷ πρὸς Βοιωτόν.

ΔΕΡΚΥΛΙΔΑΣ

Λακεδαιμονίων βασιλεύς.

ΔΕΡΜΑΤΙΚΟΝ

Λυκοῦργος ἐν τῷ ἐπιγραφομένῳ ‘ἀπολογισμὸς ὧν πεπολιτευται.’ δερματικὸν ἂν εἴη λέγων ὁ ῥήτωρ τὸ ἐκ τῶν δερματίων τῶν πιπρασκομένων περιγινόμενον ἀργύριον.

ΔΕΡΜΗΣΤΗΣ

Λυσίας ἐν τῷ πρὸς Εὐπείθην. Δίδυμος μὲν ἀποδίδωσι τὸν σκώληκα οὕτω λέγεσθαι τῷ Σοφοκλεῖ ἐν Νιόβῃ, ἐν ζ τῆς ἀπορουμένης λέξεως, Ἀρίσταρχος δὲ τὸ Σοφόκλειον ἐξηγούμενος τὸν ὄφιν ἀπέδωκε. μήποτε δὲ μᾶλλον ἂν εἴη ὅστις τὰ δέρματα ἐσθίει δερμηστὴς, ὡς ὑποσημαίνεται καὶ ἐν ς Μιλησιακῶν Ἀριστείδου.

ΔΕΥΣΟΠΟΙΟΣ

κυρίως μὲν ἐπὶ τῆς πορφύρας λέγεται τοὔνομα τῆς ἔμμονον καὶ ἀνέκπλυτον ἐχούσης τὸ ἄνθος τῆς βαφῆς· ἐκ μεταφορᾶς δὲ καὶ ἐπὶ τῶν ἄλλων πάντων τῶν ἐχόντων τὸ χρῶμα ἔμμονον καὶ πολυχρόνιον τὸ δευσοποιὸν λέγεται παρὰ τοῖς παλαιοῖς, ὡς καὶ Πλάτων διασαφεῖ ἐν δ Πολιτείας. Δίφιλος Συντρόφοις ἀγαθὸς βαφεὺς ἔνεστιν ἐν τῷ παιδίῳ· ταυτὶ γὰρ ἡμῖν δευσοποιὰ παντελῶς τὰ σπάργαν̓ ἀποδέδειχεν.

ΔΗΜΑΙΝΕΤΟΣ

ὄνομα κύριον.

ΔΗΛΙΑΣΤΑΙ

οἱ εἰς Δῆλον ἐξελθόντες θεωροί· Λυκοῦργος κατὰ Μενεσαίχμου.

ΔΗΜΑΡΧΟΣ

Λυσίας ἐν τῷ κατὰ Μόσχου. ἄρχων τις ἦν ὁ δήμαρχος· οὗτοι δὲ τὰς ἀπογραφάς ἐποιοῦντο τῶν ἐν ἑκάστῳ δήμῳ χωρίων. ἔτι δὲ καὶ τὰ ληξιαρχικὰ γραμματεῖα παρὰ τούτοις ἦν, καὶ συνῆγον τοὺς δήμους ὁπότε δεήσειεν, καὶ ψῆφον αὐτοῖς ἐδίδοσαν. τούτους δέ φησιν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ ὑπὸ Κλεισθένους κατασταθῆναι, τὴν αὐτὴν ἔχοντας ἐπιμέλειαν τοῖς πρότερον ναυκράροις. ὅτι δὲ ἠνεχυρίαζον οἱ δήμαρχοι δηλοῖ Ἀριστοφάνης ἐν Σκηνὰς καταλαμβανούσαις.

ΔΗΜΟΚΟΙΝΟΣ

ὁ δημόσιος βασανιστής. Ἰσοκράτης ἐν τῷ Τραπεζιτικῷ σχεδὸν ἐξηγήσατο τοὔνομα.

ΔΗΜΟΠΟΙΗΤΟΣ

ὁ ξένος μὲν ὢν τῇ φύσει, ὑπὸ δὲ τοῦ δήμου πολίτης γεγενημένος. ὃν δὲ τρόπον γίνονταί τινες δημοποίητοι δεδήλωκε Δημοσθένης ἐν τῷ κατὰ Νεαίρας, εἰ γνήσιος.

ΔΗΜΟΣΙΟΣ

Δημοσθένης Φιλιππικοῖς. δημοσίους λέγουσι τοὺς τῆς πόλεως δούλους. Αἰσχίνης κατὰ Τιμάρχου ‘ἄνθρωπον δημόσιον οἰκέτην τῆς πόλεως.’

ΔΗΜΟΤΕΛΗ

ΔΗΜΟΤΕΛΗ καὶ ΔΗΜΟΤΙΚΑ ΙΕΡΑ· διέφερον ἀλλήλων καὶ τῶν ὀργεωνικῶν καὶ τῶν γενικῶν, ὠς Δείναρχος δηλοῖ ἐν τῷ κατὰ Στεφάνου.

ΔΗΜΟΤΕΥΟΜΕΝΟΣ

δημοτεύεσθαί ἐστι τὸ τοῦδέ τινος δήμου κοινωνεῖν καὶ χρηματίζειν ἀπ̓ αὐτοῦ· Ἀντιφῶν ἐν τῇ πρὸς Φίλιππον ἀπολογίᾳ, εἰ γνήσιος.

ΔΗΜΟΦΑΝΗΣ

ὄνομα κύριον.

ΔΙΑΓΟΡΕΥΩΝ

Ἰσαῖος ἐν τῷ κατὰ Διοκλέους ἰδίως κέχρηται τῷ διαγορεύων ἀντὶ τοῦ διάφορα καὶ οὐ τὰ αὐτὰ λέγων. τὸ ἐναντίον γάρ ἐστι παῤ αὐτοῖς τὸ διαγορεύειν τῷ συναγορεύειν, ὥσπερ τὸ συμφέρεσθαι τῷ διαφέρεσθαι καὶ τὸ συμπολιτεύεσθαι τῷ διαπολιτεύεσθαι καὶ τὸ συμφωνεῖν τῷ διαφωνεῖν.

ΔΙΑΓΡΑΜΜΑ

Ὑπερείδης ἐν τῷ πρὸς Ἐπικλέα. τὸ ταττόμενον ἐν ταῖς σνμμορίαις ὁπόσον ἕκαστον ἄνδρα εἰσφέρειν δεῖ. ἐτάττετο δὲ οὐ τὸ αὐτὸ πᾶσιν, ἀλλὰ πρὸς τὴν τίμησιν τῆς οὐσίας. περὶ δὲ τούτων σαφέστατα δεδήλωκεν Ὑπερείδης ἐν τῷ κατὰ Πολυεύκτου περὶ διαγράμματος. ΔΙΑΓΡΑΦΕΥΣ μέντοι ἐστὶν ὁ καθιστάμενος ἐν ταῖς συμμορίαις ἐπὶ τῷ διακρῖναι πόσον ἕκαστος ἀνὴρ εἰσενεγκεῖν ὀφείλει, ὡς ὁ αὐτὸς πάλιν φανερὸν ποιεῖ ἐν τῷ κατὰ Πολυεύκτου.

ΔΙΑΓΡΑΦΗ

ἡ διατύπωσις τῶν πιπρασκομένων μετάλλων, δηλοῦσα διὰ γραμμάτων ἀπὸ ποίας ἀρχῆς μέχρι πόσου πέρατος πιπράσκεται.

ΔΙΑΓΡΑΨΑΣΘΑΙ

Λυσίας ἐν τῷ κατὰ Νικίδου, εἰ γνήσιος, ἀντὶ τοῦ ἀνελέσθαι τὸ ἔγκλημα.

ΔΙΑΔΟΣΕΙΣ

τὰς ἐκ διαιρέσεως ἴσης ἐπιβαλλούσας δόσεις Λυσίας.

ΔΙΑΚΕΧΡΗΜΕΝΟΝ

ἀντὶ τοῦ κατὰ μέρος δεδανεισμένον Δημοσθένης κατ̓ Ἀφόβου.

ΔΙΑΣΤΑΣΙΣ

Ἀντιφῶν Ἀληθείας β ‘περὶ τῆς νῦν κρατούσης διαστάσεως’ ἀντὶ τοῦ διακοσμήσεως τῶν ὅλων.

ΔΙΑΓΡΑΨΑΝΤΟΣ

Δείναρχος κατὰ Λυκούργου. μήποτε ἀντὶ τοῦ καταβαλόντος καὶ καταθέντος. ἔνιοι δὲ ἀντὶ τοῦ διὰ τραπέζης ἀριθμήσαντος, ὡς λέγομεν ἐν τῇ συνηθείᾳ.

ΔΙΑΘΕΣΙΣ

ἀντὶ τοῦ πρᾶσις Ἰσοκράτης Βουσίριδι. ἀντὶ δὲ τοῦ ἀποδεδόμεθα ΔΙΕΘΕΜΕΘΑ εἶπεν Ἀντιφῶν ἐν τῷ πρὸς τὴν Καλλίου ἔνδειξιν, καὶ ἀντὶ τοῦ διοίκησις ὁ αὐτὸς ἐν τῷ περὶ ὁμονοίας ‘ἀλλὰ εἰδότες τὴν διάθεσιν ἀκούουσιν.’ Φρύνιχος Τραγῳδοῖς ‘τῇ διαθέσει τῶν ἐπῶν’ φησί. καὶ γὰρ τὸ ῥῆμα διαθέσθαι λέγουσιν ἐπὶ τοῦ διοικῆσαι· Ἀντιφῶν Ἀληθείας α ‘γυμνωθεῖσα δὲ ἀφορμῆς πολλὰ ἂν καὶ καλὰ κακῶς διαθεῖτο.’ διαθέσθαι ἀντὶ τοῦ συνθέσθαι Ὑπερείδης κατὰ Δημοσθένους.

ΔΙΑΛΗΞΙΣ

διαλαγχάνειν τὸ κλήρῳ διαιρεῖσθαι, διάληξις δὲ τὸ πρᾶγμα· Ἀντιφῶν ἐν τῷ κατὰ Φιλίνου.

ΔΙΑ ΜΕΣΟΥ ΤΕΙΧΟΥΣ

Ἀντιφῶν πρὸς Νικοκλέα. τριῶν ὄντων τειχῶν ἐν τῇ Ἀττικῇ, ὡς καὶ Ἀριστοφάνης φησὶν ἐν Τριφάλητι, τοῦ τε βορείου καὶ τοῦ νοτίου καὶ τοῦ Φαληρικοῦ, διὰ μέσου τῶν παῤ ἑκάτερα ἐλέγετο τὸ νότιον, οὗ μνημονεύει καὶ Πλάτων ἐν Γοργίᾳ.

ΔΙΑΧΕΙΡΟΤΟΝΙΑ

διάκρισις τῆς χειροτονίας ἐν πλήθει γινομένης· Δημοσθένης ἔν τε τῷ κατὰ Τιμοκράτους καὶ κατ̓ Ἀνδροτίωνος.

ΔΙΑΜΕΜΕΤΡΗΜΕΝΗ ΗΜΕΡΑ

μέτρον τι ἐστὶν ὕδατος πρὸς μεμετρημένον ἡμέρας διάστημα ῥέον· ἐμετρεῖτο δὲ τῷ Ποσειδεῶνι μηνί. πρὸς δὴ τοῦτο ἠγωνίζοντο οἱ μέγιστοι καὶ περὶ τῶν μεγίστων ἀγῶνες. διενέμετο δὲ τρία μέρη τὸ ὕδωρ, τὸ μὲν τῷ διώκοντι, τὸ δὲ τῷ φεύγοντι, τὸ δὲ τρίτον τοῖς δικάζουσι. ταῦτα δὲ σαφέστατα αὐτοὶ οἱ ῥήτορες δεδηλώκασιν, ὥσπερ καὶ Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος· Ἀριστοτέλης δ̓ ἐν τῇ Ἀθηναίων πολιτείᾳ διδάσκει περὶ τούτων. ἐπισκεπτέον δὲ τὸ παῤ Ἰσαίῳ ἐν τῷ κατ̓ Ἐλπαγόρου καὶ Δημοφάνους, πῶς μεμετρημένης τῆς ἡμέρας ὁτὲ μέν φησι χωρὶς ὕδατος γίνεσθαι τοὺς ἀγῶνας, ὁτὲ δὲ πρὸς ὕδωρ.

ΔΙΑΜΕΤΡΟΝ

τὸ ἐλλεῖπον ἀπὸ τοῦ δικαίως μετρηθέντος· Δείναρχος ἐν τῇ κατὰ Καλλισθένους εἰσαγγελίᾳ.

ΔΙΑΣΚΕΥΑΣΑΣΘΑΙ

ἀντὶ τοῦ σκευάσασθαι Ἰσαῖος ἐν τῷ πρὸς Καλλικράτην.

ΔΙΑΣΕΙΣΤΟΥΣ

Αἰσχίνης κατὰ Τιμάρχου. ἐοίκασιν ὠνομάσθαι παρὰ τὸ κινεῖσθαι καὶ διασείεσθαι πρότερον, εἶτα βάλλεσθαι, ἵν̓ ἀκακούργητοι μᾶλλον ὦσι· Μένανδρος Πωλουμένοις.

ΔΙΑΨΗΦΙΣΙΣ

ἰδίως λέγεται ἐπὶ τῶν ἐν τοῖς δήμοις ἐξετάσεων, αἳ γίγνονται περὶ ἑκάστου τῶν δημοτευομένων, εἰ τῷ ὄντι πολίτης καὶ δημότης ἐστὶν ἢ παρεγγέγραπται ξένος ὤν· Αἰσχίνης κατὰ Τιμάρχου. ἐντελέστατα δὲ διείλεκται περὶ τῶν διαψηφίσεων, ὡς γεγόνασιν ἐπὶ Ἀρχίου ἄρχοντος, Ἀνδροτίων ἐν τῇ Ἀτθίδι καὶ Φιλόχορος ἐν ς τῆς Ἀτθίδος.

ΔΙΑΜΑΡΤΥΡΙΑ

ΔΙΑΜΑΡΤΥΡΙΑ καὶ ΔΙΑΜΑΡΤΥΡΕΙΝ· τρόπος τις ἦν παραγραφῆς ἡ διαμαρτυρία· πρὸ γὰρ τοῦ εἰσαχθῆναι τὴν δίκην εἰς τὸ δικαστήριον ἐξῆν τῷ βουλομένῳ διαμαρτυρῆσαι ὡς εἰσαγώγιμός ἐστιν ἡ δίκη ἢ οὐκ εἰσαγώγιμος. διαφέρει δὲ τῆς παραγραφῆς τῷ τὴν διαμαρτυρίαν γίνεσθαι οὐ μόνον ὑπὸ τῶν φευγόντων, ἀλλὰ καὶ ὑπὸ τῶν διωκόντων. καὶ πρότερόν γε τῷ διώκοντι ἦν προβάλλεσθαί τινα μαρτυροῦντα εἰσαγώγιμον εἶναι τὴν δίκην, καὶ περὶ τούτου πρότερον ἐγίνετο ἡ κρίσις πρὸς αὐτὸν τὸν διαμαρτυρήσαντα, οὐ πρὸς τὸν ἐξ ἀρχῆς δικαζόμενον· εἰ δὲ μὴ προβάλοιτο μάρτυρα ὁ διώκων, τότε ἐξῆν τῷ φεύγοντι προσαγαγεῖν τινὰ μαρτυροῦντα μὴ εἰσαγώγιμον εἶναι τὴν δίκην, καὶ πάλιν πρὸς τὸν διαμαρτυρήσαντα ὁ ἀγὼν ἐγίνετο. ἐπεσκήπτοντο δὲ ψευδομαρτυριῶν καὶ ταῖς διαμαρτυρίαις, ὥσπερ ταῖς μαρτυρίαις· Λυσίας ἐν τῇ πρὸς Ἀριστόδημον διαμαρτυρίᾳ, εἰ γνήσιος ὁ λόγος. Ἰσαῖος δ̓ ἐν τῷ πρὸς Πύθωνα ἀποστασίου φησὶν ὅτι οὐχ οἷόν τε διαμαρτυρεῖν ξένους· Ὑπερείδης δ̓ ἐν τῷ κατ̓ Ἀρισταγόρας ἀπροστασίου β φησὶν ὡς οἱ νόμοι κελεύουσι διαμαρτυρεῖν ἐπὶ ταῖς γραφαῖς ταῖς τοῦ ἀπροστασίου τὸν βουλόμενον ὁμοίως τῶν ξένων καὶ τῶν ἐπιχωρίων. μήποτ̓ οὖν ἐν μὲν ταῖς τοῦ ἀποστασίου δίκαις κεκώλυνται διαμαρτυρεῖν οἱ ξένοι, ἐν δὲ ταῖς τοῦ ἀπροστασίου οὐ κεκώλυνται. Δείναρχος μέντοι τὸ διαμαρτυρῆσαι τέθεικεν οὐκ ἐπὶ τοῦ μαρτυρήσαντος αὐτοῦ, ἀλλ̓ ἐπὶ τοῦ παρασχόντος τινὰ διαμαρτυρήσαντα ἐν τῇ διαμαρτυρίᾳ περὶ τοῦ μὴ ἐπίδικον εἶναι τὴν Ἀριστοφῶντος θυγατέρα. οὗτος δὲ ὁ ῥήτωρ ἐν τῷ κατὰ Ἡδύλης καὶ τὸν τρόπον διαγράφει τῆς διαμαρτυρίας.

ΔΙΑΙΤΗΤΑΙ

Δημοσθένης ἐν τῷ κατὰ Μειδίου. εἰσὶ δὲ οἱ διαιτηταὶ ἕτεροι τῶν δικαστῶν· οὗτοι μὲν γὰρ ἐν δικαστηρίοις ἐδίκαζον ἀποδεδειγμένοις καὶ τὰς ἀπὸ τῶν διαιτητῶν ἐφεσίμους ἔκρινον, οἱ δὲ διαιτηταὶ πρότερον κλήρῳ λαχόντες ἢ ἐπιτρεψάντων αὐτοῖς τῶν κρινομένων τοῖς κρινομένοις διῄτων. καὶ εἰ μὲν ἤρεσκε τοῖς ἀντιδίκοις, τέλος εἶχεν ἡ δίκη· εἰ δὲ μὴ, τὰ ἐγκλήματα καὶ τὰς προκλήσεις καὶ τὰς μαρτυρίας, ἔτι δὲ καὶ τοὺς νόμους καὶ τὰς ἄλλας πίστεις ἑκατέρων ἐμβαλόντες εἰς καδίσκους καὶ σημηνάμενοι παρεδίδοσαν τοῖς εἰσαγωγεῦσι τῶν δικῶν. λέγει δὲ περὶ αὐτῶν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ.

ΔΙΑΣΥΗΣΑΙ

ἀντὶ τοῦ διαταράξαι καὶ οἷον ἀδύνατον ποιῆσαι Ἀντιφῶν ἐν τῷ περὶ τῆς μεταστάσεως· Μένανδρος Χήρᾳ βοῶν ποιείτω τὴν πόλιν διάστατον.

ΔΙΔΑΣΚΑΛΟΣ

ἰδίως διδασκάλους λέγουσι τοὺς ποιητὰς τῶν διθυράμβων ἢ τῶν κωμῳδιῶν ἢ τῶν τραγῳδιῶν. Ἀντιφῶν ἐν τῷ περὶ τοῦ χορευτοῦ ‘ἔλαχον’ φησὶ ‘Παντακλέα διδάσκαλον·’ ὅτι γὰρ ὁ Παντακλῆς ποιητὴς, δεδήλωκεν Ἀριστοτέλης ἐν ταῖς Διδασκαλίαις. πολὺ δ̓ ἐστὶ κἀν τῇ ἀρχαίᾳ κωμῳδίᾳ τοὔνομα ἐπὶ τούτου τοῦ σημαινομένου.

ΔΙΕΓΓΥΗΣΙΝ

ἀντὶ τοῦ κατάστασιν ἐγγυητῶν Δημοσθένης κατὰ Τιμοκράτους. ἐν δὲ τῷ κατὰ Νεαίρας, εἰ γνήσιος ὁ λόγος, φησὶ ‘διεγγυηθεῖσα ὑπὸ τοῦ Στεφάνου.’

ΔΙΕΚΩΔΩΝΙΣΕ

Δημοσθένης ἐν τῷ περὶ τῆς πρεσβείας ἀντὶ τοῦ διεπείρασε καὶ ἐξήτασεν. ἡ δὲ μεταφορὰ ἤτοι ἀπὸ τῶν περιπολούντων σὺν κώδωσι νυκτὸς τὰς φυλακὰς, ὡς Εὐριπίδης Παλαμήδει, ἢ ἀπὸ τῶν δοκιμαζόντων τοὺς μαχίμους ὄρτυγας τῷ ἤχῳ τοῦ κώδωνος, ὡς Ἀρίσταρχος.

ΔἸ ΕΝΙΑΥΤΟΥ

ἀντὶ τοῦ δἰ ὅλου τοῦ ἐνιαυτοῦ Ἀντιφῶν περὶ τοῦ Λινδίων φόρου. Τηλεκλείδης δ̓ ἐν τοῖς Πρυτάνεσι ΔἸ ΗΜΕΡΑΣ εἶπεν ἀντὶ τοῦ δἰ ὅλης τῆς ἡμέρας.

ΔΙΕΣΠΕΥΣΑΜΗΝ

ἀντὶ τοῦ διὰ σπουδῆς ἐποιησάμην, ἢ ἀντὶ τοῦ διεπραξάμην Ἰσαῖος ἐν τῷ πρὸς Ἕρμωνα περὶ ἐγγύης.

ΔΙΕΣΚΑΡΙΦΗΣΑΜΕΘΛ

Ἰσοκράτης Ἀρεοπαγιτικῷ. σκαριφήσασθαί ἐστι τὸ ἐπισεσυρμένως τι ποιεῖν καὶ μὴ κατὰ τὴν προσήκουσαν ἀκρίβειαν.

ΔΙΕΤΕΙΝΑΝΤΟ

ἰδίως Ἀντιφῶν τοῦτ̓ ἔταξεν ἐν τῷ περὶ τοῦ Ἡρώδου φόνου, ἀντὶ τοῦ διὰ συντόνου σπουδῆς ἀπηρνήσαντο.

ΔΙΗΛΛΑΞΕΝ

ἀντὶ τοῦ μετήλλαξεν, ἐτελεύτησεν, Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας.

ΔΙΗΡΞΑ

ἀντὶ τοῦ διὰ τέλους ἦρξα Λυσίας ἐν τῇ πρὸς τὴν Μιξιδήμου γραφὴν ἀπολογίᾳ.

ΔΙΙΠΟΛΕΙΑ

ἑορτή τις Ἀθήνησι τὰ Διιπόλεια· Ἀντιφῶν ἐν τῷ περὶ τοῦ χορευτοῦ.

ΔΙΚΑΙΟΓΕΝΗΣ

τραγῳδίας οὗτος ποιητής. καὶ διθυράμβους ἔγραψε.

ΔΙΚΑΙΟΠΟΛΙΣ

Λυσίας ἐν τῷ κατὰ Θρασυβούλου, εἰ γνήσιος. πόλις ἐν τῇ Θρᾴκῃ πλησίον Ἀβδήρων. τυχὸν δὲ καὶ ἑτέρα τίς ἐστι Δικαιόπολις.

ΔΙΚΑΙΩΣΙΣ

Λυσίας ἐν τῷ ὑπὲρ τοῦ στρατιώτου, εἰ γνήσιος, καὶ μάλα τὰς δικαιώσεις φησὶν ἀντὶ τοῦ δικαιολογίας. ὁ μέντοι Θουκυδίδης πολλάκις τὴν δικαίωσιν ἐπὶ τῆς κολάσεως τάττει.

ΔΙΚΗ

σημαίνει μὲν καὶ ἄλλα τὸ ὄνομα, ἰδίως δὲ λέγεται ἐπὶ τῶν ἰδιωτικῶν ἐγκλημάτων, ὡς σαφὲς ποιεῖ Δημοσθένης ἐν τῷ κατὰ Κόνωνος.

ΔΙΟΙΚΙΕΙΝ

ἀντὶ τοῦ διαιρήσειν, ὥστε μὴ ἐν ταὐτῷ πάντας οἰκεῖν, ἀλλὰ χωρὶς καὶ κατὰ μέρος, Δημοσθένης ἐν ε Φιλιππικῶν.

ΔΙΟΠΕΥΩΝ

Δημοσθένης ἐν τῷ κατὰ Λακρίτου. δίοπος λέγεται νεὼς ὁ διέπων καὶ ἐποπτεύων τὰ κατὰ τὴν ναῦν, ὁ καθ̓ ἡμᾶς λεγόμενος ἐπίπλους.

ΔΙΟΤΙΜΟΣ

ὄνομα κύριον, ναύαρχος Ἀθηναίων.

ΔΙΟΦΑΝΤΟΣ

ὄνομα κύριον.

ΔΙΩΑΥΓΙΟΝ

Ἰσαῖος ἐν τῷ πρὸς Στρατοκλέα ‘πράγματα διωλύ- για’ ἀντὶ τοῦ μεγάλα. καὶ Πλάτων.

ΔΙΩΜΟΣΙΑ

κυρίως ἡ παρὰ τῶν διαδικαζομένων· Δημοσθένης κατ̓ Ἀριστοκράτους.

ΔΟΚΙΜΑΣΘΕΙΣ

ἀντὶ τοῦ εἰς ἄνδρας ἐγγραφείς Δημοσθένης ἐν τῷ κατὰ Ὀνήτορος. λέγεται δὲ καὶ ἐπὶ τῶν ἀρχόντων τὸ δοκιμασθῆναι, ὡς ὁ αὐτὸς ῥήτωρ ἐν τῇ πρὸς Εὐβουλίδην ἐφέσει δηλοῖ. ἐλέγετο δὲ καὶ ἐπὶ τῶν πολιτευομένων, εἰ καὶ μηδ̓ ἡντιναοῦν ἦρχον ἀρχήν· ἐξητάζετο γὰρ αὐτῶν ὁ βίος ἐνίοτε, ὡς Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου φησίν. Λυκοῦργος δ̓ ἐν τῷ περὶ τῆς διοικήσεως ‘ γ δοκιμασίαι κατὰ τὸν νόμον’ φησὶ ‘γίνονται, μία μὲν ἣν οἱ θ ἄρχοντες δοκιμάζονται, ἑτέρα δὲ ἣν οἱ ῥήτορες, τρίτη δὲ ἣν οἱ στρατηγοί.’ λέγει μέντοι ἐν τῷ αὐτῷ λόγῳ καὶ ἱππέων δοκιμασίαν.

ΔΟΡΙΣΚΟΣ

χωρίον τῆς Θρᾴκης· Δημοσθένης ὑπὲρ Κτησιφῶντος καὶ Ἡρόδοτος.

ΔΟΣΙΣ

ἰδίως λέγεται παρὰ τοῖς ῥήτορσι συμβόλαιον γραφόμενον, ὅταν τις τὰ αὑτοῦ διδῷ τινὶ διὰ τῶν ἀρχόντων, ὡς παρὰ Δεινάρχῳ.

ΔΡΑΚΟΝΤΙΔΗΣ

εἷς τῶν λ. Ὑπερείδης.

ΔΡΑΚΩΝ

οὗτος ἐπιφανέστατος νομοθέτης, ὡς Αἰσχίνης. ἕτερος δ̓ ἐστὶ Δράκων οὗ Ἰσοκράτης ἐν τῷ Πανηγυρικῷ μέμνηται.

ΔΡΓΓΙΛΟΝ

Θρᾳκικὸν χωρίον· Δημοσθένης Φιλιππικοῖς.

ΔΡΟΜΟΚΗΡΥΚΕΣ

Αἰσχίνης. οἱ λεγόμενοι ἡμεροδρόμοι.

ΔΡΥΜΟΣ

πόλις μεταξὺ Βοιωτίας καὶ τῆς Ἀττικῆς· Δημοσθένης ἐν τῷ περὶ τῆς πρεσβείας. Ἀριστοτέλης δ̓ ἐν τοῖς δικαιώμασί φησιν οὕτως ‘ἔπειτα Δρυμὸν ἕνα Ἀττικὸν καὶ ἕτερον Βοιώτιον.’

ΔΡΥΣ

Δημοσθένης κατ̓ Ἀριστοκράτους. πόλις ἐν Ἠπείρῳ. ἔστι δὲ καὶ ἑτέρα ἐν Θρᾴκῃ, ἧς νῦν ὁ ῥήτωρ μνημονεύει· ταύτην Θεόπομπος ἐν κς φησὶν ὑπὸ Ἰφικράτους κατοικισθῆναι.

ΔΥΣΑΝΙΟΣ

Ἀντιφῶν. ὁ ἐπὶ παντὶ ἀνιώμενος, κἆν μικρὸν. καὶ εὐκαταφρόνητον ᾖ. καὶ Ἱπποκράτης ἐχρήσατό που τῷ ὀνόματι καὶ Μένανδρος.

ΔΥΣΑΥΛΗΣ

Δείναρχος ἐν τῇ τῆς ἱερείας διαδικασίᾳ, εἰ γνήσιος. Ἀσκληπιάδης δ̓ ἐν δ Τραγῳδουμένων τὸν Δυσαύλην αὐτόχθονα εἶναί φησι, συνοικήσαντα δὲ Βαυβοῖ σχεῖν παῖδας Πρωτονόην τε καὶ Νῖσαν. Παλαίφατος δ̓ ἐν θ Τρωϊκῶν σὺν τῇ γυναικί φησιν αὐτὸν ὑποδέξασθαι τὴν Δήμητρα.

ΔΥΣΩΠΟΥΜΑΙ

ἀντὶ τοῦ φοβοῦμαι Δημοσθένης Φιλιππικοῖς καὶ Ξενοφῶν ἐν β Ἀπομνημονευμάτων.

ΔΩΡΙΕΥΣ

ὄνομα παγκρατιαστοῦ.

ΔΩΡΟΞΕΝΙΑ

Λυσίας ἐν τῷ κατὰ Νικίδου. ἐξηγήσατο τοὔνομα Ὑπερείδης ἐν τῷ κατ̓ Ἀρισταγόρας οὕτω γράφων· ‘ἐπεὶ καὶ ὁ τῆς δωροξενίας νόμος ἁρμόττων ἐστὶ τῷ νῦν ἀγῶνι παραχθῆναι· εἰ γὰρ καὶ τοὺς ἀποφυγόντας ξενίας εἴρηκεν ἐξεῖναι τῷ βουλομένῳ πάλιν γράψασθαι, ἐὰν μὴ δοκῶσι δικαίως τὸ πρῶτον ἀποπεφευγέναι, πῶς οὐ φανερόν ἐστι κατ̓ Ἀρισταγόρας τὸ δίκαιον;’ καὶ Ἀριστοτέλης δ̓ ἐν τῇ Ἀθηναίων πολιτείᾳ περὶ τῶν θεσμοθετῶν λέγων γράφει ταυτί· ‘εἰσὶ δὲ καὶ γραφαὶ πρὸς αὐτοὺς, ὧν παράστασις τίθεται, ξενίας καὶ δωροξενίας, ἄν τις δῶρα δοὺς ἀποφύγῃ τὴν συκοφαντίαν.’

ΔΩΡΩΝ ΓΡΑΦΗ

ὁπότε τις αἰτίαν ἔχοι τῶν πολιτευομένων δῶρα λαβεῖν, τὸ ἔγκλημα τὸ κατ̓ αὐτοῦ διχῶς ἐλέγετο, δωροδοκία τε καὶ δώρων γραφή. Δείναρχος οὖν λόγον μέν τινα ἐπέγραψε κατὰ Πολυεύκτου δωροδοκίας, ἐν δὲ τῷ κατὰ Πυθέου ξενίας πολλάκις ὀνομάζει τὴν τῶν δώρων γραφήν.