Λεξικὸν τῶν δέκα ῥητόρων
Συγγραφέας:
Π
Valerius Harpocration. Harpocrationis Lexicon in decem oratores Atticos. Wilhelm Dindorf. Oxonii, E Typographeo Academico. Oxford. 1853.


Α | Β | Γ | Δ | Ε | Ζ | Η | Θ | Ι | Κ | Λ | Μ | Ν | Ξ | Ο | Π | Ρ | Σ | Τ | Υ | Φ | Χ | Ψ



ΠΑΓΑΣΑΙ

Δημοσθένης ἐν Φιλιππικοῖς. ἐπίνειόν ἐστι Φεραίων αἱ Παγασαὶ, ὡς Θεόπομπος ἐν τῇ ε τῶν Φιλιππικῶν δηλοῖ.

ΠΑΙΑΝΙΕΙΣ

ΠΑΙΑΝΙΕΙΣ καὶ ΠΑΙΟΝΙΔΑΙ· Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος ‘ὅτ̓ ἐγράψατο εἰς Ἄρειον πάγον Δημομέλη τὸν Παιανιέα ἀνεψιὸν ὄντα.’ Δίδυμος γραπτέον εἶναί φησι Παιανέα, χωρὶς τοῦ ι. εἰσὶ δὲ διττοὶ δῆμοι Παιανιέων τῆς Πανδιονίδος φυλῆς, οὓς Διόδωρος καλεῖσθαί φησι Παιανίαν καθύπερθεν καὶ Παιανίαν ὑπένερθεν· ὁμοίως δ̓ ἑκατέρου τῶν δήμων τὸν δημότην καλεῖσθαί φησι Παιανιέα. διαφέρουσι δὲ οὗτοι τῶν Παιονιδῶν, ὡς Ἴστρος ἐν Ἀτάκτῳ ὑποσημαίνει. μνημονεύουσι δὲ καὶ τούτων οἱ ῥήτορες, ὥσπερ καὶ Δείναρχος ἐν τῷ κατὰ Στεφάνου περὶ τοῦ ὀχετοῦ. δῆμος δέ ἐστιν οὗτος τῆς Λεοντίδος, ὡς ὁ αὐτὸς Διόδωρος δηλοῖ.

ΠΑΛΙΝΑΙΡΕΤΟΣ

Δείναρχος ἐν τῇ κατὰ Πολυεύκτου ἐκφυλλοφορηθέντος ἐνδείξει. μήποτε παλιναίρετον λέγει ὁ ῥήτωρ τὸν Πολύευκτον, ἐπειδήπερ συκοφαντῶν τινὰς, ἔπειτα λαμβάνων δῶρα τούτοις αὐτοῖς ἐβοήθει, ὡς ἐν αὐτῷ τῷ λόγῳ δείκνυται· ἢ ὅτι συκοφάντης ἁλοὺς ἐζημιοῦτο, καὶ διὰ τοῦτ̓ ἐκωλύετο λέγειν πρὶν ἀποτῖσαι τὴν ζημίαν ἣν ὦφλεν, ἔπειτα ἀποτίσας τὴν ζημίαν πάλιν ἔλεγεν, ὡς δηλοῦται καὶ τοῦτο ἐν τῷ λόγῳ. ὅτι γὰρ τοὺς τοιούτους ἐκάλουν παλιναιρέτους, καὶ τοὺς ἀποχειροτονηθέντας τὴν ἀρχὴν καὶ πάλιν χειροτονηθέντας, Εὔπολίς τε ἐν Βάπταις δηλοῖ καὶ Ἄρχιππος ἐν τοῖς Ἰχθύσι λέγων αἱρουμένους τε πραγμάτων ἐπιστάτας ἀποδοκιμάζειν, εἶτα δοκιμάζειν πάλιν ἢν οὖν ποιῶμεν ταῦτα, κίνδυνος λαθεῖν ἁπαξάπαντας γενομένους παλιναιρέτους. ἐπὶ δὲ τῶν καθαιρεθέντων οἰκοδομημάτων καὶ ἀνοικοδομηθέντων Πίνδαρος Διθυράμβοις.

ΠΑΛΙΝΣΚΙΟΝ

Ἰσαῖος μὲν ἐν τῷ πρὸς ὀργεῶνας ‘μήτε παλίνσκιον γίγνεσθαι τὸ χωρίον’ ἀντὶ τοῦ σύσκιον, Ἀρχίλοχος δὲ τριμέτροις πρὸς τοῖχον ἐκλίνθησαν ἐν παλινσκίῳ ἀντὶ τοῦ ἐν σκοτεινῷ, καὶ Σοφοκλῆς Ἰνάχῳ χειμῶνι σὺν παλινσκίῳ ἀντὶ τοῦ ζοφερῷ.

ΠΑΛΙΜΒΟΛΟΝ

Αἰσχίνης ἐν τῷ περὶ τῆς πρεσβείας. ὁ πολλάκις ἐπ̓ ἐμπολῇ μεταβεβλημένος παλίμπρατος παλίμβολος λέγεται, ὡς δῆλόν ἐστιν ἔκ τε τοῦ Δεινάρχου κατὰ Πολυεύκτου καὶ ἐκ τοῦ Μενάνδρου Σικυωνίου.

ΠΑΛΛΗΝΕΥΣ

Ὑπερείδης ἐν τῇ ὑπὲρ Χαιρεφίλου ἀπολογίᾳ. Παλλήνη δῆμος τῆς Ἀντιοχίδος. τὸ δὲ ἐκ τόπου ἐπίρρημα Δείναρχος ἐν τῷ κατὰ Στεφάνου Παλλήνηθέν φησιν, ὁ δὲ δημότης Παλληνεύς. ὅτι δ̓ ἐστὶ καὶ ἐν Θρᾴκῃ Παλλήνη γνώριμον.

ΠΑΛΑΜΝΑΙΟΣ

Ὑπερείδης ἐν τῷ κατὰ Δημάδου. τοὺς αὐτοχειρίᾳ τινὰς ἀνελόντας τῇ παλάμῃ παλαμναίους ἐκάλουν, ὡς καὶ Αὐτοκλείδης ἐν ἐξηγητικῷ ὑποσημαίνει.

ΠΑΜΒΩΤΑΔΗΣ

Δημοσθένης ἐν τῷ πρὸς Νικόστρατον. Παμβωτάδαι τῆς Ἐρεχθηΐδος δῆμος.

ΠΑΝΔΑΙΣΙΑ

Ἰσαῖος ἐν τῷ πρὸς Μέδοντα. ἔστι μὲν τοὔνομα πολλάκις καὶ ἐν τῇ ἀρχαίᾳ κωμῳδίᾳ, πανδαισία δέ ἐστι τὸ πάντα ἔχειν ἄφθονα καὶ μηδὲν ἐλλείπειν ἐν τῇ δαιτί. ἡ γὰρ τοῦ Διδύμου ἀπόδοσις περίεργος.

ΠΑΝΔΗΜΟΣ ἈΦΡΟΔΙΤΗ

Ὑπερείδης ἐν τῷ κατὰ Πατροκλέους, εἰ γνήσιος. Ἀπολλόδωρος ἐν τῷ περὶ θεῶν πάνδημόν φησιν Ἀθήνησι κληθῆναι τὴν ἀφιδρυθεῖσαν περὶ τὴν ἀρχαίαν ἀγορὰν διὰ τὸ ἐνταῦθα πάντα τὸν δῆμον συνάγεσθαι τὸ παλαιὸν ἐν ταῖς ἐκκλησίαις, ἃς ἐκάλουν ἀγοράς. Νίκανδρος ἐν ς Κολοφωνιακῶν Σόλωνά φησι σώματα ἀγοράσαντα εὐπρεπῆ ἐπὶ στέγης στῆσαι διὰ τοὺς νέους, καὶ ἐκ τῶν περιγενομένων χρημάτων ἱδρύσασθαι Ἀφροδίτης πανδήμου ἱερόν. ἔστι δὲ τὸ πάνδημον πάγκοινον.

ΠΑΝΔΙΑ

ἑορτή τις Ἀθήνησι μετὰ τὰ Διονύσια ἀγομένη.

ΠΑΝΔΟΣΙΑ

Δημοσθένης Φιλιππικοῖς. περὶ τῆς ἁλώσεως τῶν ἐν Κασσωπίᾳ πόλεων, ὧν ἐστι καὶ Πανδοσία, Θεόπομπος ἐν γ ἱστόρηκεν.

ΠΑΝΔΙΟΝΙΣ

Δημοσθένης κατὰ Μειδίου. μία τῶν δέκα φυλῶν παῤ Ἀθηναίοις ἐστὶ, κληθεῖσα ἀπὸ Πανδίονος τοῦ Ἐριχθονίου, ὡς ἄλλοι τε πολλοὶ λέγουσι καὶ Ὑπερείδης ἐν τῷ ὑπὲρ Φορμισίου.

ΠΑΝΑΘΗΝΑΙΑ

Δημοσθένης Φιλιππικοῖς. διττὰ Παναθήναια ἤγετο Ἀθήνησι, τὰ μὲν καθ̓ ἕκαστον ἐνιαυτὸν, τὰ δὲ διὰ πεντετηρίδος, ἅπερ καὶ μεγάλα ἐκάλουν. Ἰσοκράτης Παναθηναϊκῷ φησι ‘μικρὸν δὲ πρὸ τῶν μεγάλων Παναθηναίων.’ ἤγαγε δὲ τὴν ἑορτὴν πρῶτος Ἐριχθόνιος ὁ Ἡφαίστου, καθά φησιν Ἑλλάνικός τε καὶ Ἀνδροτίων, ἑκάτερος ἐν α Ἀτθίδος. πρὸ τούτου δὲ Ἀθήναια ἐκαλεῖτο, ὡς δεδήλωκεν Ἴστρος ἐν γ τῶν Ἀττικῶν.

ΠΑΝΑΚΤΟΣ

Δημοσθένης κατὰ Κόνωνος. πόλις ἐστὶ μεταξὺ τῆς Ἀττικῆς καὶ τῆς Βοιωτίας, ὡς καὶ Εὐριπίδης ἐν Αἰγεῖ μνημονεύει. Θουκυδίδης μὲν οὖν οὐδετέρως καλεῖ τὸ χωρίον ἔν τε ἄλλοις κἀν τῇ ε, ἀρρενικῶς δὲ Μένανδρος ἐν Ψοφοδεεῖ.

ΠΑΝΔΡΟΣΟΣ

ὄνομα γυναικός.

ΠΑΡΑΓΡΑΦΗ

οὐ μόνον ἐπὶ τοῦ κοινοῦ καὶ γνωρίμου τίθεται παρὰ τοῖς ῥήτορσιν, ἀλλ̓ ἰδίως Ἰσοκράτης ἐν τῷ περὶ τῆς ἀντιδόσεώς φησιν ‘λέγε ἀρξάμενος ἀπὸ τῆς παραγραφῆς,’ ὅπερ ἐστὶν ἀπὸ τῆς γραμμῆς ἣν μέχρι νῦν παράγραφον καλοῦμεν· καὶ ἔστι τὸ λεγόμενον, ἀφ̓ οὗ παρέγραψα· τοῦτο δ̓ ἂν εἴη, ἀφ̓ οὗ παρεθέμην. ὁ δ̓ Ὑπερείδης ἐν τῷ κατὰ Δημοσθένους ‘οὐδὲ μέχρι παραγραφῆς’ φησὶν ἀντὶ τοῦ οὐδὲ μέχρι τινὸς ὡρισμένου χρόνου καὶ παραγεγραμμένου, ὅ ἐστι περιγεγραμμένου.

ΠΑΡΑΓΓΕΛΙΑ

Δημοσθένης ἐν τῷ κατ̓ Αἰσχίνου ‘ὅση σπουδὴ καὶ παραγγελία περὶ τουτονὶ τὸν ἀγῶνα γέγονε.’ καὶ Αἰσχίνης δὲ τρόπον τινὰ τῇ αὐτῇ διανοίᾳ ἐχρήσατο ἐν τῷ κατὰ Κτησιφῶντος· ‘τὴν μὲν παρασκευὴν ὁρᾶτε, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ τὴν παράταξιν ὅση γεγένηται, καὶ τὰς κατ̓ ἀγορὰν δεήσεις αἷς κέχρηνταί τινες.’ Δείναρχος ἐν τῇ κατὰ Πολυεύκτου ἀποφάσει ‘καὶ τὰς ἰδίᾳ παραγγελίας γεγενημένας καὶ τὰς δεήσεις.’

ΠΑΡΑΚΑΗΣΙΣ

ἀντὶ τοῦ προτροπή. Ἰσοκράτης Παραινέσεσι ‘διόπερ ἡμεῖς οὐ παράκλησιν εὑρόντες, ἀλλὰ παραίνεσιν γράψαντες.’ τίθεται μέντοι σπανίως καὶ ἀντὶ τῆς δεήσεως· Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας προειπὼν ‘εἰ μὲν ὑπὲρ ἰδίου τινὸς ἦν ὁ ἀγὼν, ἐδεόμην ἂν ὑμῶν μετ̓ εὐνοίας ἀκοῦσαί μου’ μετ̓ ὀλίγον φησὶν ‘νυνὶ δὲ αὐτοὺς ὑμᾶς οἶμαι τοῦτο ποιήσειν καὶ χωρὶς παρακλήσεως τῆς ἐμῆς.’

ΠΑΡΑΛΟΣ

Δημοσθένης Φιλιππικοῖς. μία τῶν παῤ Ἀθηναίων πρὸς τὰς δημοσίας χρείας διαπεμπομένων τριήρων, ἀπό τινος ἥρωος τοὔνομα λαβοῦσα Παράλου. οἱ δὲ ἐπιβεβηκότες αὐτῆς ἐκαλοῦντο Πάραλοι, οἳ διὰ ταύτην τὴν ὑπηρεσίαν τέτταράς τε ὀβολοὺς ἐλάμβανον καὶ τὸ πλεῖον μέρος τοῦ ἐνιαυτοῦ οἴκοι ἔμενον, ἄλλα τέ τινα ὑπῆρχεν αὐτοῖς παρὰ τῆς πόλεως, ὥς φησιν Ὑπερείδης ἐν τῷ κατ̓ Ἀρχεστρατίδου. μέμνηται δὲ τοῦ Παράλου ἥρωος καὶ Φύλαρχος ἐν κα.

ΠΑΡΑΒΥΣΤΟΝ

οὕτως ἐκαλεῖτό τι τῶν παῤ Ἀθηναίοις δικαστηρίων, ἐν ᾧ ἐδίκαζον οἱ ἕνδεκα· Ἀντιφῶν ἐν τῷ πρὸς Νικοκλέα περὶ ὅρων. μνημονεύουσι δ̓ αὐτοῦ ἄλλοι τε τῶν κωμικῶν καὶ Τιμοκλῆς ἐν Ὀρεσταυτοκλείδῃ. ἐκαλεῖτο δέ τις ἐν τοῖς νυμφικοῖς δωματίοις καὶ κλίνη παράβυστος, ἧς μέμνηται Ὑπερείδης ἐν τῷ κατὰ Πατροκλέους. λέγεσθαι δ̓ ἔοικε ταῦτα κατὰ μεταφορὰν ἀπὸ τῶν ἐν τοῖς φορτίοις παραβυσμάτων, τουτέστι παραπληρωμάτων.

ΠΑΡΑΠΕΠΤΩΚΩΣ

ἀντὶ τοῦ ὑποπεπτωκώς Δημοσθένης ἐν τῷ κατὰ Στεφάνου.

ΠΑΡΑΚΑΤΑΒΟΑΗ

ΠΑΡΑΚΑΤΑΒΟΑΗ καὶ ΠΑΡΑΚΑΤΑΒΑΛΛΕΙΝ· οἱ ἀμφισβητοῦντες χρημάτων τινῶν δεδημευμένων πρὸς τὴν πόλιν καὶ οἱ περὶ κλήρων ἢ ἐπικλήρων πρὸς ἰδιώτας ἀντιδικοῦντες ἀργύριόν τι κατετίθεσαν· καὶ τούτου ἐχρῆν αὐτοὺς στέρεσθαι, εἰ τὴν δίκην ἡττηθεῖεν. ἐπὶ μὲν οὖν τῶν πρὸς τὸ δημόσιον ἀμφισβητήσεων δῆλόν ἐστιν ὅτι τὸ ε μέρος τοῦ ἀμφισβητιυμένου κατετίθετο. περὶ μὲν οὖν τῶν δημοσίων πολλαχοῦ εἴρηται τῷ Λυσίᾳ, ὥσπερ ἔν τε τῷ πρὸς Ἀλκιβιάδην περὶ οἰκίας καὶ ἐν τῷ πρὸς Ἀσωπόδωρον περὶ οἰκίας, περὶ δὲ τῶν κληρικῶν ἄλλοι τε πάλιν εἰρήκασι ῥήτορες καὶ Ὑπερείδης ἐν τῷ περὶ τοῦ Ἱππέως κλήρου δευτέρῳ. Δημοσθένης μέντοι ἐν τῇ πρὸς Πανταίνετον παραγραφῇ περὶ ἰδίας τινὸς δίκης φησὶ ‘καὶ μετὰ ταῦτα προσκαλεῖται μέν με τὴν δίκην πάλιν, ἐπειδὴ θᾶττον ἀνείλετο τὰς παρα- καταβολάς.’

ΠΑΡΑΒΑΛΟΙΤΟ

ἀντὶ τοῦ παραπέμψαιτο Αἰσχίνης κατὰ Κτησιφῶντος.

ΠΑΡΕΔΡΟΣ

Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. πολύ ἐστι τοὔνομα παρά τε τοῖς ῥήτορσι καὶ ἐν τῇ ἀρχαίᾳ κωμῳδίᾳ. Ἀριστοτέλης δ̓ ἐν τῇ Ἀθηναίων πολιτείᾳ φησὶ ‘λαμβάνουσι δὲ καὶ παρέδρους ὅ τε ἄρχων καὶ ὁ πολέμαρχος, δύο ἑκάτερος οὓς ἂν βούληται· καὶ οὗτοι δοκιμάζονται ἐν τῷ δικαστηρίῳ πρὶν παρεδρεύειν, καὶ εὐθύνας διδόασιν ἐπὰν παρεδρεύσωσιν.’

ΠΑΡΕΙΑΙ ΟΦΕΙΣ

Δημοσθένης ὑπὲρ Κτησιφῶντος. παρεῖαι ὀνομάζονταί τινες ὄφεις παρὰ τὸ παρειὰς μείζους ἔχειν, ὡς καὶ Κρατῖνος ἐν τῷ Τροφωνίῳ ὑποσημαίνει. ὁ δὲ Ὑπερείδης ἐν τῷ κατὰ Δημάδου γράφει ταυτί ‘εἶναι δὲ τοὺς ῥήτορας ὁμοίους τοῖς ὄφεσι· τούς τε γὰρ ὄφεις μισητοὺς μὲν εἶναι πάντας, τῶν δὲ ὄφεων αὐτῶν τοὺς μὲν ἔχεις τοὺς ἀνθρώπους ἀδικεῖν, τοὺς δὲ παρείας αὐτοὺς τοὺς ἔχεις κατεσθίειν.’

ΠΑΡΡΗΣΙΑΣ

ἀντὶ τοῦ βλασφημίας καὶ λοιδορίας Ἰσοκράτης Βουσίριδι καὶ περὶ τοῦ ζεύγους.

ΠΑΡΑΚΡΟΥΕΤΑΙ

ἀντὶ τοῦ ἐξαπατᾷ. πολὺ δ̓ ἐστὶ παρά τε τοῖς ἄλλοις Ἀττικοῖς καὶ παρὰ Δημοσθένει ἐν τοῖς Φιλιππικοῖς. μέτῆκται δὲ τοὔνομα ἀπὸ τοῦ τοὺς ἱστάντας τι ἢ μετροῦντας κρούειν τὰ μέτρα καὶ διασείειν ἕνεκα τοῦ πλεονεκτεῖν, καὶ ὡς Σοφοκλῆς που ὡς μήτε κρούσῃς μήθ̓ ὑπὲρ χεῖλος βάλῃς.

ΠΑΡΑΣΚΗΝΙΑ

Δημοσθένης ἐν τῷ κατὰ Μειδίου. ἔοικε παρασκήνια καλεῖσθαι, ὡς καὶ Θεόφραστος ἐν κ Νόμων ὑποσημαίνει, ὁ παρὰ τὴν σκηνὴν ἀποδεδειγμένος τόπος ταῖς εἰς τὸν ἀγῶνα παρασκευαῖς. ὁ δὲ Δίδυμος τὰς ἑκατέρωθεν τῆς ὀρχήστρας εἰσόδους οὕτω φησὶ καλεῖσθαι.

ΠΑΡΑΣΗΜΟΣ ῬΗΤΩΡ

Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. ἐκ μεταφορᾶς εἴρηται ἀπὸ τῶν νομισμάτων, ἃ καλοῦσι παράσημα ἤτοι ὅτι ὑποχαράττεται ὑπὸ τῶν ἀργυραμοιβῶν σημείῳ τινὶ ὃ τὴν φαυλότητα δηλοῖ, ἢ ἐπειδὴ παρατετύπωται καὶ παρακεχάρακται. ὅτι γὰρ ἐπὶ νομισμάτων λέγεται τὸ παράσημον δεδήλωκεν ὁ ῥήτωρ ἐν τῷ κατὰ Τιμοκράτους.

ΠΑΡΑΣΤΑΣΙΣ

Ἰσαῖος ἐν τῷ περὶ τοῦ Πύρρου κλήρου. τοὔνομα παρὰ πολλοῖς ἐστὶν Ἀττικοῖς, ἔστι δὲ δραχμὴ καταβαλλομένη ὑπὸ τῶν δικαζομένων τὰς ἰδίας δίκας· Μένανδρος Μισογύνῃ ἕλκει δὲ γραμματείδιον ἐκεῖσε δίθυρον καὶ παράστασις μία δραχμή. Ἀριστοτέλης δ̓ ἐν Ἀθηναίων πολιτείᾳ περὶ τῶν θεσμοθετῶν λέγων φησὶν οὕτως ‘εἰσὶ δὲ γραφαὶ πρὸς αὐτοὺς, ὧν παράστασις τίθεται, ξενίας καὶ δωροξενίας, ἄν τις δῶρα δοὺς ἀποφύγῃ τὴν ξενίαν, καὶ ψευδεγγραφῆς καὶ ψευδοκλητίας καὶ βουλεύσεως καὶ ἀγραφίου καὶ μοιχείας.’ Δημήτριος δὲ ὁ Φαληρεὺς ἐν τοῖς περὶ νομοθεσίας τοὺς διαιτητάς φησι λαμβάνειν τὰς δραχμὰς μίαν μὲν ἀπὸ τῆς λήξεως, ἣν παράστασιν ἐκάλουν, ἑτέραν δὲ καθ̓ ὑπωμοσίαν ἑκάστην.

ΠΑΡΑΦΡΥΚΤΩΡΕΙΝ

Δείναρχος ἐν τῇ κατὰ Δεινίου ἐνδείξει. τὸ τοῖς φρυκτοῖς παρὰ τὸ προσῆκον χρῆσθαι, τουτέστιν ἐπὶ συμφέροντι μὲν τῶν πολεμίων, ἐπὶ βλάβῃ δὲ τῶν φιλίων, οὕτως ἔλεγον, ὡς αὐτὸς ὁ ῥήτωρ ἐν τῷ λόγῳ αὐτὸ ἐξηγήσατο.

ΠΑΡΕΓΓΥΗΣΕΝ

ΠΑΡΕΓΓΥΗΣΕΝ καὶ ΠΑΡΕΓΓΥΗΘΕΝΤΟΣ· Ἰσαῖος ἐν τῇ πρὸς Διοφάνην ἐπιτροπῆς ἀπολογίᾳ φησὶ ‘τὸ μὲν παρὼν, τὸ δὲ παῤ ἑτέρων μεταλαβεῖν παρεγγύησεν,’ ἀντὶ τοῦ παρέδωκεν ἐντειλάμενος ἑκατέρῳ, τῷ μὲν λαβεῖν, τῷ δὲ δοῦναι. καὶ πάλιν φησὶ ‘τὰ μὲν ἐμοῦ διαλύσαντος, β τάλαντα καὶ λ μνᾶς, τὰ δὲ τοῦ γεωργοῦ παρεγγυηθέντος’ ἀντὶ τοῦ παραλαβόντος.

ΠΑΡΕΛΘΕΙΝ

ἀντὶ τοῦ νικῆσαι Δημοσθένης ὑπὲρ Κτησιφῶντος.

ΠΑΡΟΥΣΙΑ

ἀντὶ τοῦ περιουσία ἢ αἰτία πλούτου οὐσία· Δημοσθένης ἐν τῷ περὶ συντάξεως καὶ Δείναρχος ἐν τῷ ὑπὲρ τῆς νεώς. καὶ Κράτης Θηρίοις ἔχοντες εὐπαθῆ βίον παρουσίαν τε χρημάτων.

ΠΑΡΡΑΣΙΟΣ

Ἰσοκράτης ἐν τῷ περὶ τῆς ἀντιδόσεως. ὅτι μὲν ζωγράφος Παρράσιος παντὶ δῆλον· Ἰόβας δὲ ἐν η περὶ ζωγράφων διεξέρχεται τὰ περὶ τὸν ἄνδρα, φησὶ δ̓ αὐτὸν εἶναι υἱὸν καὶ μαθητὴν Εὐήνορος, Ἐφέσιον δὲ τὸ γένος.

ΠΑΣΙΝΟΣ

Ἰσοκράτης Αἰγινητικῷ. ὄνομα κύριον.

ΠΑΣΙΩΝ

ὄνομα κύριον, τραπεζίτης.

ΠΑΤΑΙΚΙΩΝ

ὄνομα κύριον, κλέπτης καὶ τοιχωρύχος.

ΠΕΔΙΑΚΑ

Λυσίας ἐν τῷ κατὰ Φιλίππου ἐπιτροπῆς, εἰ γνήσιος ὁ λόγος. ἔστι μοῖρα τῆς Ἀττικῆς, ἣ ἀπὸ τοῦ συμβεβηκότος ἐκαλεῖτο Πεδίον· εἶχε δὲ καὶ προβάτων νομὰς, καὶ τὰ ἐντεῦθεν, ὡς ἔοικεν, ἐκαλεῖτο Πεδιακά. ἔστι δὲ καὶ παῤ ἄλλοις ῥήτορσι τοὔνομα.

ΠΕΔΑΡΙΤΟΣ

Ἰσοκράτης ἐν τῷ Ἀρχιδάμῳ. τῶν ἐκ Λακεδαίμονος ἐκπεμφθέντων ἐστὶν οὗτος, ἁρμοστὴς ἀνὴρ, τῶν γεγονότων καλῶν, ὥς φησι Θεόπομπος ἐν β Ἑλληνικῶν.

ΠΕΖΕΤΑΙΡΟΙ

Δημοσθένης Φιλιππικοῖς. Ἀναξιμένης ἐν α Φιλιππικῶν περὶ Ἀλεξάνδρου λέγων φησὶν ‘ἔπειτα τοὺς μὲν ἐνδοξοτάτους ἱππεύειν συνεθίσας ἑταίρους προσηγόρευσε, τοὺς δὲ πλείστους καὶ τοὺς πεζοὺς εἰς λόχους καὶ δεκάδας καὶ τὰς ἄλλας ἀρχὰς διελὼν πεζεταίρους ὠνόμασεν, ὅπως ἑκάτεροι μετέχοντες τῆς βασιλικῆς ἑταιῥ̣̣᾽ας προθυμότατοι διατελῶσιν ὄντες.’

ΠΕΛΑΝΟΣ

Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. πολλάκις ἐστὶ τοὔνομα παρὰ πολλοῖς τῶν ἀρχαίων. Ἀπολλώνιος δ̓ ὁ Ἀχαρνεὺς ἐν τῷ περὶ τῶν ἑορτῶν οὕτω γράφει ‘ὁμοίως δὲ καὶ ὁ προσαγορευόμενος πέλανος. λέγεται δὲ πέμματά τινα τοῖς θεοῖς γινόμενα ἐκ τοῦ ἀφαιρεθέντος σίτου ἐκ τῆς ἅλω.’ Σαννυρίων δ̓ ἐν Γέλωτί φησι πέλανον %2 %2 %2 %2 %2 ἃ καλεῖτε σεμνῶς ἄλφιθ̓ ὑμεῖς οἱ βροτοί. Δίδυμος δὲ κυρίως φησὶ τὸ ἐκ τῆς παιπάλης πέμμα, ἐξ ἧς ποιοῦνται πέμματα, ἢ καὶ ἀπὸ τοῦ πεπλατύνθαι, ἢ ὅτι λευκά ἐστιν· Ὅμηρος ὅτε πέρ τε χιὼν ἐπάλυνεν ἀρούρας. ἢ διὰ τὸ φανὸν εἶναι, ὅ ἐστι λευκόν. Εὐριπίδης μέντοι ἐν τῷ Ὀρέστῃ ἰδίως φησὶν ἐκ δ̓ ὄμορξον ἀθλίου στόματος ἀφρώδη πέλανον. ὅπερ τὸν ἐπὶ τοῦ στόματος ἀφρὸν δηλοῖ.

ΠΕΝΤΑΚΟΣΙΟΜΕΔΙΜΝΟΝ

Λυσίας ἐν τῷ περὶ τῆς Ὀνομακλέους θυγατρός. ὅτι δ τέλη ἐποίησεν Ἀθηναίων ἁπάντων Σόλων, ὧν ἦσαν καὶ οἱ πεντακοσιομέδιμνοι, δεδήλωκεν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ.

ΠΕΠΙΡΗΘΟΣ

Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντός φησι ‘καὶ τὴν Πεπαρήθου πόρθησιν.’ νῆσός ἐστιν αὕτη οὐκ ἄποθεν Εὐβοίας.

ΠΕΙΣΩΝ

Λυσίας ἐν τῷ κατ̓ Ἐρατοσθένους. εἷς τῶν λ τῶν παῤ Ἀθηναίοις τυραννησάντων.

ΠΕΝΕΣΤΑΙ

Δημοσθένης ἐν τῷ κατ̓ Ἀριστοκράτους. Πενέσται παρὰ Θετταλοῖς καλοῦνται οἵπερ παρὰ Λακεδαιμονίοις Εἵλωτες· Ξενοφῶν γοῦν ἐν γ Ἑλληνικῶν φησιν ἐπί τινος ‘καὶ τοὺς Πενέστας ὥπλισεν ἐπὶ τοὺς δεσπότας.’ διείλεκται δὲ περὶ αὐτῶν ἐπὶ πλέον Στάφυλος ἐν τῇ γ περὶ Θετταλῶν. οὐ μόνον δὲ αὐτοὺς Πενέστας καλεῖσθαί φησιν, ἀλλὰ καὶ Θετταλίκτας.

ΠΕΝΤΗΚΟΝΤΑΡΧΟΣ

ὁ τῆς πεντηκοντόρου ἄρχων, ὡς δηλοῖ Δημοσθένης ἐν τῷ περὶ τοῦ ἐπιτριηραρχήματος. ὅτι δὲ πεντηκόντορος ἐκαλεῖτο ἡ ναῦς ἡ ὑπὸ ν ἐρεσσομένη πρόδηλον.

ΠΕΝΤΗΚΟΣΤΗ

ΠΕΝΤΗΚΟΣΤΗ καὶ ΠΕΝΤΗΚΟΣΤΕΥΕΣΘΑΙ καὶ ΠΕΝΤΗΚΟΣΤΟΛΟΓΟΙ· πεντηκοστὴ μὲν τέλος τι καὶ πεντηκοστολόγοι οἱ τοῦτο τὸ τέλος ἐκλέγοντες, πεντηκοστεύεσθαι δὲ τὸ πράττεσθαι τὴν πεντηκοστήν. ταῦτα δ̓ ἔστιν εὑρεῖν ἔν τε τῷ κατὰ Μειδίου καὶ ἐν τῷ πρὸς τὴν Λακρίτου παραγραφὴν Δημοσθένους, καὶ Ὑπερείδου ἐν τῷ περὶ τῶν Εὐβούλου δωρεῶν.

ΠΕΠΛΟΣ

Ἰσαῖος ἐν τῷ περὶ τῶν ἐν Μακεδονίᾳ ῥηθέντων· περὶ τοῦ πέπλου τοῦ ἀναγομένου τῇ Ἀθηνᾷ τοῖς μεγάλοις Παναθηναίοις οὐ μόνον παρὰ τοῖς ῥήτορσίν ἐστι μνήμη, ἀλλὰ καὶ παρὰ τοῖς κωμικοῖς.

ΠΕΡΓΑΣΗΘΕΝ

Ἰσαῖος ἐν τῷ κατὰ Θουτίμου. Περγασὴ δῆμος τῆς Ἐρεχθηΐδος· τὸν μέντοι δημότην διχῶς λέγεσθαί φασι, Περγασέα τε καὶ Περγασῆθεν.

ΠΕΡΙΑΝΔΡΟΣ

ὄνομα κύριον.

ΠΕΡΙ ΤΗΣ ΕΝ ΔΕΛΦΟΙΣ ΣΚΙΑΣ

Δημοσθένης Φιλιππικοῖς. Δίδυμός φησι τὴν περὶ ὄνου σκιᾶς παροιμίαν παραπεποιῆσθαι ὑπὸ τοῦ ῥήτορος λέγοντος περὶ τῆς ἐν Δελφοῖς σκιᾶς, λέγεσθαι δ̓ αὐτὴν ἐπὶ τοῖς περὶ τῶν μηδενὸς ἀξίων μαχομένοις.

ΠΕΡΙΘΟΙΔΑΙ

Δημοσθένης ἐν τῷ πρὸς Πολυκλέα. δῆμός ἐστι τῆς Οἰνηΐδος.

ΠΕΡΙΛΑΟΣ

Δημοσθένης ὑπὲρ Κτησιφῶντος. ἔστι δὲ ὄνομα κύριον.

ΠΕΡΙΟΔΟΣ

Δημοσθένης Φιλιππικοῖς φησὶν ‘ἐπεὶ ὅτι γε ὥσπερ περίοδος ἢ καταβολὴ πυρετοῦ.’ περιοδικὰ νοσήματα καλοῦσιν οἱ ἰατροῖ τὰ τεταγμένως ἀνιέμενα καὶ αὖθις ἐπιτεινόμενα, οἷον τριταίους καὶ τεταρταίους· καὶ γὰρ ἐπὶ τούτων οἱ κάμνοντες δοκοῦσιν ἐν ταῖς τῶν ἀνέσεων ἡμέραις μηδὲν νοσεῖν, ἀλλ̓ ὑγιεῖς εἶναι.

ΠΕΡΙΟΙΚΙΟΝ

Ἰσαῖος ἐν τῷ πρὸς Μενεκράτην ‘καὶ τὸ περιοίκιον καὶ τὴν οἰκίαν.’ μήποτε ὃ ἡμεῖς λέγομεν ἐποίκιον.

ΠΕΡΙΠΟΛΟΣ

Αἰσχίνης ἐν τῷ περὶ τῆς πρεσβείας. Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ περὶ τῶν ἐφήβων λέγων φησὶν οὕτως ‘τὸν δεύτερον ἐνιαυτὸν ἐκκλησίας ἐν τῷ θεάτρῳ γενομένης ἀποδεξάμενοι τῷ δήμῳ περὶ τὰς τάξεις καὶ λαβόντες ἀσπίδα καὶ δόρυ παρὰ τοῦ δήμου περιπολοῦσι τὴν χώραν καὶ διατρίβουσιν ἐν τοῖς φυλακτηρίοις.’ παρατηρητέον οὖν ὅτι ὁ μὲν Ἀριστοτέλης ἕνα φησὶν ἐνιαυτὸν ἐν τοῖς περιπόλοις γίγνεσθαι τοὺς ἐφήβους, ὁ δὲ Αἰσχίνης δύο· καὶ τάχα διὰ τοῦτο ἐπεμνήσθη τοῦ πράγματος ὁ ῥήτωρ, καίπερ πάντων τῶν ἐφήβων ἐξ ἀνάγκης περιπολούντων, ὅτι αὐτὸς δύο ἔτη γέγονεν ἐν τοῖς περιπόλοις· διὸ καὶ μαρτυρῶν ἐδήλωσεν αὐτό.

ΠΕΡΙΣΤΑΤΟΙ

Ἰσοκράτης περὶ τῆς ἀντιδόσεως ‘θαυματοποιίαις ταῖς οὐδὲν ὠφελούσαις, ὑπὸ δὲ τῶν ἀνοήτων περιστάτοις γινομέναις’ ἀντὶ τοῦ περὶ ἃς κύκλῳ ἵστανται οἱ θεώμενοι. τὸ ὄνομα καὶ ἐν Ἀρχιδάμῳ ἐστὶ καὶ παῤ Εὐπόλιδι ἐν Κόλαξιν.

ΠΕΡΙΣΤΑΣΙΝ

Δείναρχος Τυρρηνικῷ ‘μετὰ ταῦτα τοῦ Δάμωνος ἤδη περὶ ἀναγωγὴν ὄντα με περίστασιν ποιησαμένου καὶ μαρτυρεῖν ἀξιοῦντος’ καὶ τὰ ἑξῆς. μήποτε τοιοῦτόν ἐστι τὸ λέγομενον, ἐν κύκλῳ περιέστη με αὐτὸς καὶ οἱ συμπαρόντες αὐτῷ, καὶ μαρτυρεῖν ἠνάγκαζον, ἵνα τὴν αὐτὴν ἔννοιαν ἔχῃ τῷ περίστατόν με ἐποίησαν. ἐν ἐνίοις δὲ ΠΑΡΑΣΤΑΣΙΝ γράφεται.

ΠΕΡΙΣΤΟΙΧΙΖΕΤΑΙ

Δημοσθένης Φιλιππικοῖς φησι ‘μέλλοντας ἡμᾶς καὶ καθημένους περιστοιχίζεται’ ἐκ μεταφορᾶς τῶν κυνηγετῶν· κατὰ γὰρ τὰς ἐκδρομὰς τῶν θηρίων ὀρθὰ ξύλα ἱστᾶσιν, ἃ καλοῦσι στοίχους ἢ στόχους, καταπεταννύντες αὐτῶν δίκτυα, ἵν̓ ἐὰν αὐτοὺς ἐκφύγῃ τὰ θηρία εἰς τὰ δίκτυα ἐμπέσῃ, ὡς ὑποσημαίνει Ξενοφῶν ἐν τῷ Κυνηγετικῷ. ἐν ἐνίοις μέντοι γράφεται ΠΕΡΙΣΤΟΙΧΙΖΕΤΑΙ, ἐν ἄλλοις δὲ καὶ ΠΕΡΙΣΧΟΙΝΙΖΕΤΑΙ.

ΠΕΡΙΣΤΟΙΧΟΙ

Δημοσθένης ἐν τῷ πρὸς Νικόστρατον περὶ τῶν Ἀρεθουσίου ἀνδραπόδων ‘φυτευτήρια ἐλαῶν περιστοίχων κατέκλασεν.’ Δίδυμος δέ τι γένος ἐλαιῶν περιστοίχους καλεῖ, ἃς Φιλόχορος στοιχάδας προσηγόρευσε. μήποτε δὲ περιστοίχους κέκληκεν ὁ ῥήτωρ τὰς κύκλῳ περὶ τὸ χωρίον ἐν στοίχῳ πεφυκυίας.

ΠΕΦΑΣΜΕΝΗΣ

Λυκοῦργος ἐν τῷ κατὰ Λυκόφρονος ἀντὶ τοῦ γεγενημένης. Λυσίας δ̓ ἐν τῷ κατὰ Θεομνήστου, εἰ γνήσιος, φησὶ ‘τὸ μὲν πεφασμένως ἐστὶ φανερῶς.’

ΠΕΦΟΡΙΩΣΘΑΙ

Λυσίας ἐν τῇ πρὸς Πολυκράτην κατ̓ Ἐμπέδου ἐπιστολῇ, εἰ γνήσιος, φησὶν ‘ἢ τὸν ὀφθαλμὸν τὸν ἕτερον γλαυκότερον εἶναι ἢ πεφοριῶσθαι’ ἐπὶ τοῦ ἀποκεκλειμένου, ὥσπερ Εὐφορίων κέχρηται τῷ ὀνόματι· εἰσὶ γάρ τινες ὀφθαλμοὶ κατακεχαλασμένα ἔχοντες τὰ βλέφαρα καὶ οἱονεὶ μύοντες. ἐὰν δὲ γράφηται ΠΕΦΟΡΙΝΩΣΘΑΙ, εἴη ἂν πεπαχύνθαι, ἀπὸ τῆς φορίνης· ὅτι γὰρ καὶ ἐπ̓ ἀνθρώπων τάσσουσι τὴν φορίνην δῆλον ποιεῖ Ἀντιφῶν ἐν β Ἀληθείας.

ΠΗΓΑΙ

Ἀνδοκίδης ἐν τῷ περὶ τῆς εἰρήνης, εἰ γνήσιος. Πηγαὶ τόπος ἐν Μεγάροις, ὡς ἐν δ τῆς Ἀτθίδος φησὶν Ἑλλάνικος.

ΠΗΛΗΞ

Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. δῆμός ἐστι τῆς Λεοντίδος Πήληκες, ὥς φησι Διόδωρος ὁ περιηγητής.

ΠΙΝΑΚΙΑ

τὰ καθιέμενα ἀντὶ κλήρων ὑπὸ τῶν κληρουμένων. ἔοικε δ̓ εἶναι ταῦτα χαλκᾶ, ὡς ὑποσημαίνει Δημοσθένης ἐν τῷ περὶ τοῦ ὀνόματος. ἐν δὲ τοῖς Φιλιππικοῖς ὅταν λέγῃ ‘μικρὸν, ὦ Ἀθηναῖοι, μικρὸν πινάκιον πάντα τὰ ἐνταῦθα,’ τυχὸν πινάκον λέγει εἰς ὃ ἐγγράφεται τὰ ἐγκλήματα τὰ κατὰ τῶν εἰσαγγελλομένων, ὡς καὶ παρὰ Δεινάρχῳ ἐν συνηγορίᾳ Αἰσχίνῃ δείκνυται.

ΠΙΤΘΕΥΣ

δῆμος τῆς Κεκροπίδος ἡ Πιτθός.

ΠΛΕΙΣΤΗΡΙΑΣΑΝΤΕΣ

ἀντὶ τοῦ ὑπερβαλόντες ἐν τῇ τιμῇ τῶν πιπρασκομένων Λυσίας ἐν τῷ πρὸς Ἀνδοκίδην, εἰ γνήσιος. κέχρηται τῷ ὀνόματι καὶ Πλάτων ὁ κωμικὸς ἐν Γρυψίν.

ΠΛΗΡΩΤΗΣ

Δημοσθένης κατ̓ Ἀριστογείτονος. πληρωτὰς ἐκάλουν τοὺς ἀποδιδόντας τὸν ἔρανον τοῖς ἤτοι λαχοῦσιν ἢ ἐωνημένοις. εἶεν δ̓ ἂν οὗτοι οἱ παῤ ἡμῖν καλούμενοι ἐρανάρχαι. τὸ δὲ πληρωτής ὄνομα καὶ ἐν τῷ κατὰ Μειδίου, καὶ ἐν τῷ κατὰ τῶν Πατροκλέους παίδων Δεινάρχου.

ΠΛΙΝΘΕΙΟΝ

ὁ τόπος ἐν ᾧ πλίνθος πλάττεται· Λυσίας ἐν τῷ κατὰ Λυσιθέου.

ΠΑΥΝΤΗΡΙΑ

Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. ἑορτὴ παῤ Ἀθηναίοις.

ΠΛΩΘΕΥΣ

Δημοσθένης ἐν τῇ πρὸς Εὐβουλίδην ἐφέσει. Πλωθειὰ δῆμος τῆς Αἰγηΐδος, ὅθεν ὁ δημότης Πλωθεύς.

ΠΟΔΟΣΤΡΑΒΗ

Ὑπερείδης ἔν τε τῷ κατ̓ Ἀθηνογένους καὶ ἐν τῷ κατ̓ Αὐτοκλέους. ποδοστράβας ἔλεγον μηχανήματά τινα ὑπὸ τῶν κυνηγετῶν κατασκευαζόμενα, εἰς ἃ τὰ θηρία ἐμβαίνοντα ἡλίσκετο. διείλεκται Ξενοφῶν περὶ τῆς κατασκευῆς αὐτῶν ἐν τῷ περὶ κυνηγετικῶν καὶ τῆς χρήσεως.

ΠΟΔΟΚΑΚΚΗ

Δημοσθένης κατὰ Τιμοκράτους. τὸ ξύλον τὸ ἐν τῷ δεσμωτηρίῳ οὕτως ἐκαλεῖτο, ἤτοι παρεμβεβλημένου τοῦ ἑτέρου κ, ποδῶν τις κάκωσις οὖσα, ἢ κατὰ συγκοπὴν, ὥς φησι Δίδυμος, οἷον ποδοκατοχή. Λυσίας δ̓ ἐν τῷ κατὰ Θεομνήστου, εἰ γνήσιος, ἐξηγεῖται τοὔνομα· φησὶ γὰρ ‘ἡ ποδοκάκκη αὐτό ἐστιν ὃ νῦν καλεῖται ἐν τῷ ξύλῳ δεδέσθαι.’

ΠΟΛΙΤΕΙΑ

ἰδίως εἰώθασι τῷ ὀνόματι χρῆσθαι οἱ ῥήτορες ἐπὶ τῆς δημοκρατίας, ὥσπερ Ἰσοκράτης τε ἐν τῷ Πανηγυρικῷ καὶ Δημοσθένης ἐν Φιλιππικοῖς.

ΠΟΛΕΜΑΡΧΟΣ

Ἰσαῖος ἐν ἀπολογίᾳ ἀποστασίου πρὸς Ἀπολλόδωρον. ἀρχή τις ἦν παῤ Ἀθηναίοις οὕτω καλουμένη, ἔστι δὲ εἷς τῶν θ ἀρχόντων. Ἀριστοτέλης δ̓ ἐν τῇ Ἀθηναίων πολιτείᾳ διεξελθὼν ὅσα διοικεῖ ὁ πολέμαρχος, ‘πρὸς ταῦτά’ φησιν ‘αὐτός τε εἰσάγει δίκας τάς τε τοῦ ἀποστασίου καὶ ἀπροστασίου καὶ κλήρων καὶ ἐπικλήρων τοῖς μετοίκοις, καὶ τἄλλα ὅσα τοῖς πολίταις ὁ ἄρχων, ταῦτα τοῖς μετοίκοις ὁ πολέμαρχος.’ εἰκότως οὖν ὁ ῥήτωρ ἐν τῷ προειρημένῳ λόγῳ ἐγγυῆσαί φησι πρὸς τῷ πολεμάρχῳ Ἀπολλόδωρον· ὁ γὰρ Ἀπολλόδωρος Σάμιος τὸ γένος μέτοικος ἦν. ὅτι δὲ καὶ κύριον ὄνομα ὁ Πολέμαρχος τοῦ Λυσίου ἀδελφὸς αὐτός τε ὁ Λυσίας ἐν τῷ κατ̓ Ἐρατοσθένους καὶ Πλάτων ἔν τε τῷ α τῆς Πολιτείας καὶ ἐν Φαίδρῳ φησίν.

ΠΟΛΙΟΧΟΣ

ΠΟΛΙΟΧΟΣ καὶ ΠΟΛΥΑΛΚΗΣ· ὀνόματα κύρια.

ΠΟΜΠΕΙΑΣ

ΠΟΜΠΕΙΑΣ καὶ ΠΟΜΠΕΥΕΙΝ· ἀντὶ τοῦ λοιδορίας καὶ λοιδορεῖν Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. μεταφέρει δὲ ἀπὸ τῶν ἐν ταῖς Διονυσιακαῖς πομπαῖς ἐπὶ τῶν ἁμαξῶν λοιδορουμένων ἀλλήλοις· Μένανδρος Περινθίᾳ ἐπὶ τῶν ἁμαξῶν εἰσι πομπεῖαί τινες σφόδρα λοίδοροι.

ΠΟΜΠΕΙΑ δὲ λέγεται τὰ εἰς τὰς πομπὰς κατασκευαζόμενα σκεύη, ὡς ὁ αὐτὸς ῥήτωρ κατ̓ Ἀνδροτίωνος ὑποσημαίνει. ‘πομπείοις δέ’ φησι Φιλόχορος ‘πρότερον ἐχρῶντο οἱ Ἀθηναῖοι τοῖς ἐκ τῆς οὐσίας τῶν λ κατασκευασθεῖσιν. ὀψὲ δέ’ φησι ‘καὶ Ἀνδροτίων ἄλλα κατεσκεύασεν.’
ΠΟΡΙΟΣ

Δημοσθένης ἐν τῇ πρὸς Εὐβουλίδην ἐφέσει. Πόρος ἐστὶ δῆμος τῆς Ἀκαμαντίδος· ὁ δὲ δημότης Πόριος.

ΠΟΡΘΜΟΣ

Δημοσθένης ὑπὲρ Κτησιφῶντος. πόλις ἐστὶ τῆς Εὐβοίας.

ΠΟΛΥΓΝΩΤΟΣ

Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. περὶ Πολυγνώτου τοῦ ζωγράφου, Θασίου μὲν τὸ γένος, υἱοῦ δὲ καὶ μαθητοῦ Ἀγλαοφῶντος, τυχόντος δὲ τῆς Ἀθηναίων πολιτείας ἤτοι ἐπεὶ τὴν Ποικίλην στοὰν ἔγραψε προῖκα, ἢ ὡς ἕτεροι, τὰς ἐν τῷ Θησείῳ καὶ τῷ ἀνακείῳ γραφὰς, ἱστορήκασιν ἄλλοι τε καὶ Ἀρτέμων ἐν τῷ περὶ ζωγράφων καὶ Ἰόβας ἐν τοῖς περὶ γραφικῆς.

ΠΟΛΥΣΤΡΑΤΟΣ

Λυσίας ἐν τῷ κατὰ Θρασυβούλου, εἰ γνήσιος. Πολύστρατος αἰτίαν ἔχων τοὺς Ἑρμᾶς περικόψαι ἀνῃρέθη ὑπὸ Ἀθηναίων. ἕτερος δ̓ ἂν εἴη Πολύστρατος ὑπὲρ οὗ λόγος ἐστὶ Λυσίᾳ ἐπιγραφόμενος ῾ὑπὲρ Πολυστράτου δήμου καταλύσεως ἀπολογία.' ἄλλος δ̓ ἂν εἴη Πολύστρατος οὗ Δημοσθένης μνημονεύει ἐν Φιλιππικοῖς, λέγων αὐτόν ποτε ἐν Κορίνθῳ ξενικὸν τρέφειν. μήποτε μέντοι ἐνταῦθα δεῖ γράφειν Πολύτροπον ἀντὶ τοῦ Πολυστράτου· παρὰ μηδενὶ γάρ φησιν ὁ Δίδυμος εὑρηκέναι τὸν Πολύστρατον ἡγησάμενον τοῦ ἐν Κορίνθῳ ξενικοῦ. τὸν Πολύτροπον μὲν οὖν ἐν τῇ ς τῶν Ἑλληνικῶν Ξενοφῶντος εὗρον· ἀλλ̓ οὔτε τὸ ξενικὸν τοῦτο ἔφησεν ὁ Ξενοφῶν τρέφεσθαι ὑπ̓ Ἀθηναίων οὔτε αὐτὸς Ἀθηναῖος ἦν ὁ Πολύτροπος.

ΠΟΣΕΙΔΕΩΝ

Ὑπερείδης ἐν τῷ κατὰ Μαντιθέου. ὁ ς μὴν παῤ Ἀθηναίοις οὕτω καλεῖται.

ΠΟΤΑΜΟΣ

Λυσίας ἐν τῷ κατὰ Νικίδου ἀργίας. Ποταμὸς δῆμος τῆς Λεοντίδος, οὗ ὁ δημότης Ποτάμιος. ἐκωμῳδοῦντο δὲ ὡς ῥᾳδίως δεχόμενοι τοὺς παρεγγράπτους, ὡς ἄλλοι τε δηλοῦσι καὶ Μένανδρος ἐν Διδύμαις.

ΠΡΟΒΑΛΛΟΜΕΝΟΥΣ

ἀντὶ τοῦ ὑποτιθεμένους, οἷον πρὸ τῆς πράξεως εἰς τὸν νοῦν ἐμβαλλομένους, ὡς Δημοσθένης ὑπὲρ Κτησιφῶντος. ἔν τε τῷ κατ̓ Αἰσχίνου τὴν προαίρεσιν τῆς πολιτείας προβεβλημένην καὶ ἄπιστον εἶπεν ἀντὶ τοῦ εὐλαβῶς ἔχουσαν καὶ φυλαττομένην. ἐν δὲ τῷ ὑπὲρ Κτησιφῶντός φησι ‘προβληθεὶς πυλάγορος οὕτω καὶ τριῶν ἢ τεττάρων χειροτονησάντων αὐτόν.’ ἐν δὲ τῷ κατὰ Μειδίου ‘καὶ προὐβαλόμην’ φησὶν ‘ἀδικεῖν τοῦτον περὶ τὴν ἑορτήν’ ἀντὶ τοῦ προβολῇ ἐχρησάμην τῇ συνήθει καὶ νομιζομένῃ κατὰ τῶν περὶ τὴν ἑορτὴν ἀδικούντων, ὠνόμασα τοῦτον ἐν τῷ δήμῳ. ἐν δὲ τοῖς Φιλιππικοῖς φησι ‘προβάλλεσθαι δ̓ ἢ βλέπειν ἐναντίον οὔτε οἶδεν οὔτε ἐθέλει’ ἀντὶ τοῦ προτείνειν τὰς χεῖρας ὡς εἰς μάχην.

ΠΡΟΒΟΛΑΣ

ἀντὶ τοῦ ἀσφαλείας ἐκ πόλεων ἢ τειχῶν ἤ τινων ἄλλων δυνάμεων ἐπὶ σωτηρίᾳ καὶ κράτει γιγνομένων Δημοσθένης ἐν τῷ περὶ τῶν πρὸς Ἀλέξανδρον συνθηκῶν, εἰ γνήσιος. παρὰ δ̓ Αἰσχίνῃ ἐν τῷ περὶ τῆς πρεσβείας ἡ προβολὴ τοὔνομα γέγονεν ἀπὸ τοῦ προβάλλεσθαί τινα ἀδικεῖν.

ΠΡΟΒΟΥΛΕΥΜΑ

τὸ ὑπὸ τῆς βουλῆς ψηφισθὲν πρὶν εἰς τὸν δῆμον εἰσενεχθῆναι· Δημοσθένης ἐν τῷ κατ̓ Αἰσχίνου.

ΠΡΟΒΟΛΙΟΝ

εἶδος δόρατος, ᾧ χρῶνται οἱ κυνηγέται πρὸς τὴν τῶν συῶν θήραν. Ὑπερείδης ἐν τῷ περὶ τῆς φυλακῆς τῶν Τυρρηνῶν τροπικῶς ἐκ μεταφορᾶς ἐχρήσατο τῷ ὀνόματι. ὅτι δὲ δόρυ τι σημαίνει πολλάκις ἔστι μαθεῖν ἐκ τοῦ Ξενοφῶντος Κυνηγετικοῦ.

ΠΡΟΒΟΛΟΙ

αἱ εἰς θάλατταν προκείμεναι πέτραι καὶ οἷον ἀκταί τινες· Δημοσθένης ἐν Φιλιππικοῖς.

ΠΡΟΕΔΡΟΙ

ἐκληροῦντο ὑπὸ τῶν πρυτάνεων καθ̓ ἑκάστην ἐκκλησίαν, εἷς ἐξ ἑκάστης φυλῆς πλὴν τῆς πρυτανευούσης, οἵτινες τὰ περὶ τὰς ἐκκλησίας διῴκουν. ἐκαλοῦντο δὲ πρόεδροι, ἐπειδήπερ προήδρευον τῶν ἄλλων ἁπάντων. πολλάκις δ̓ ἐστὶ τοὔνομα παρὰ τοῖς ῥήτορσιν, ὡς καὶ παρὰ Δημοσθένει ἐν τῷ κατ̓ Ἀνδροτίωνος καὶ Αἰσχίνῃ ἐν τῷ κατὰ Κτησιφῶντος. ὅτι δ̓ ὁ καλούμενος ἐπιστάτης κληροῖ αὐτοὺς εἴρηκεν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ.

ΠΡΟΗΡΟΣΙΑ

Ὑπερείδης Δηλιακῷ. ὄνομα θυσίας.

ΠΡΟΘΕΣΜΙΑΣ ΝΟΜΟΣ

Δημοσθένης ὑπὲρ Φορμίωνος. τὴν τῶν ε ἐτῶν ἂν λέγοι προθεσμίαν ὁ ῥήτωρ, ὡς ἐν τῷ λόγῳ ὑποσημαίνει, καὶ Λυσίας ἐν τῷ πρὸς Μενέστρατον, εἰ γνήσιος ὁ λόγος ἐστίν.

ΠΡΟΚΛΗΣΙΣ

εἰώθεσαν, ὁπότε δικάζοιντό τινες, ἐξαιτεῖν ἐνίοτε θεραπαίνας ἢ θεράποντας εἰς βάσανον ἢ εἰς μαρτυρίαν τοῦ πράγματος, καὶ τοῦτο ἐκαλεῖτο προκαλεῖσθαι, τὸ δὲ γραμματεῖον τὸ περὶ τούτου γραφόμενον ὠνομάζετο πρόκλησις. παρὰ πολλοῖς δέ ἐστι ῥητορσι. Δημοσθένης δ̓ ἐν τῷ κατὰ Στεφάνου καὶ περὶ ὧν πρόκλησις γίνεται δηλοῖ.

ΠΡΟΚΩΝΙΑ

Λυκοῦργος κατὰ Μενεσαίχμου. Δίδυμος ‘προκώνιά’ φησίν ‘ἐστι πυροὶ μέλιτι κεχρισμένοι.’ Ἀριστοφάνης δ̓ ὁ γραμματικὸς καὶ Κράτης τὰ ἐξ ἀφρύκτων κριθῶν οὕτω φασὶν ὀνομάζεσθαι. ἔοικε δὲ καὶ ἐκ πυρῶν καὶ ἐκ κριθῶν γίνεσθαι, ὡς Αὐτοκλείδης ἐν τοῖς ἐξηγητικοῖς ὑποσημαίνει. Δήμων δ̓ ἐν τῷ περὶ θυσιῶν φησι ‘καὶ προκώνιά ἐστι κάχρυς κατηρειγμέναι μετὰ ἀρωμάτων.’

ΠΡΟΜΕΤΡΗΤΑΣ

Ὑπερείδης ἐν τῷ περὶ τοῦ ταρίχους. Δείναρχος κατ̓ Ἀγασικλέους ‘Σκύθου τοίνυν τοῦ προμετρητοῦ ἦν υἱὸς καὶ ἐν δημόταις γέγονε καὶ αὐτὸς ἐν τῇ ἀγορᾷ προμετρῶν διατετέλεκεν.’

ΠΡΟΝΑΙΑ

Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. ὠνομάζετό τις παρὰ Δελφοῖς Ἀθηνᾶ Προναία διὰ τὸ πρὸ τοῦ ναοῦ ἱδρύσθαι. ταύτην δὲ Ἡρόδοτος ἐν τῇ η Προνηΐην ὀνομάζει. ἱστορήκασι δὲ περὶ αὐτῆς ἄλλοι τε καὶ Στάφυλος ἐν τῷ περὶ Αἰολέων.

ΠΡΟΠΕΜΠΤΑ

Λυσίας ἐν τῷ πρὸς τὴν Μιξιδήμου γραφὴν, εἰ γνήσιος, καὶ Δημοσθένης ἐν τῷ περὶ τοῦ Ἁγνίου κλήρου. Δίδυμος ‘μήποτέ’ φησιν ‘ἄλλα τινά ἐστιν ἐπιτίμια τὰ πρὸ τῆς καταβολῆς· εἰσὶ γὰρ οἳ τὰ πέμπτα τῶν τιμημάτων παρακαταβάλλεσθαί φασιν, ὡς Λυσίας ἐν τῷ κατὰ Ἀπολλοδώρου ὑποσημαίνει. εἰ μὴ ἄρα πρόπεμπτα ὡς Δημοσθένης πρὸ ἡμερῶν πέντε· ταῖς γὰρ μεγάλαις δίκαις οὐκ ἤρκει μία ἡμέρα πρὸς τὴν κρίσιν.’

ΠΡΟΠΕΠΩΚΟΤΕΣ

ἀντὶ τοῦ προδεδωκότες. ἐκ μεταφορᾶς δὲ λέγεται. Δημοσθένης ὑπὲρ Κτησιφῶντος. ἐν ἀρχῇ τῶν Μυρμιδόνων Αἰσχύλος τάδε μὲν λεύσσεις, φαίδιμ̓ Ἀχιλλεῦ, δοριλυμάντους Δαναῶν μόχθους, οὓς %2 %2 %2 εἴσω κλισίας.

ΠΡΟΠΥΛΑΙΑ ΤΑΥΤΑ

Δημοσθένης Φιλιππικοῖς. δύναται μὲν δεικτικῶς λέγεσθαι ἅτε ὁρωμένων τῶν προπυλαίων ἀπὸ τῆς Πυκνὸς, βέλτιον δὲ ἀναφορικῶς ἀκούειν· ἐπὶ γὰρ τῶν πάνυ γνωρίμων οὕτω λέγειν εἰώθασιν. ἐν γοῦν τῷ κατ̓ Αἰσχίνου αὐτὸς ὁ Δημοσθένης φησὶν ‘ἤρετο Σάτυρον τουτονὶ τὸν κωμικὸν ὑποκριτήν.’ περὶ δὲ τῶν προπυλαίων τῆς ἀκροπόλεως, ὡς ἐπὶ Εὐθυμένους ἄρχοντος οἰκοδομεῖν ἤρξαντο Ἀθηναῖοι Μνησικλέους ἀρχιτεκτονοῦντος, ἄλλοι τε ἱστορήκασι καὶ Φιλόχορος ἐν τῇ δ. Ἡλιόδωρος δ̓ ἐν α περὶ τῆς Ἀθήνησιν ἀκροπόλεως μεθ̓ ἕτερα καὶ ταῦτά φησιν ‘ἐν ἔτεσι μὲν ε παντελῶς ἐξεποιήθη, τάλαντα δὲ ἀνηλώθη δισχίλια ιβ· πέντε δὲ πύλας ἐποίησαν, δἰ ὧν εἰς τὴν ἀκρόπολιν εἰσίασιν.’

ΠΡΟΣΕΠΟΙΗΣΑΤΟ ἀντὶ τοῦ ἀντεποιήσατο· Ἰσαῖος ἐν τῷ κατὰ Νικοδήμου ‘οὐδεὶς πώποτε προσεποιήσατο οὐδ̓ ἠμφισβήτησε τῆς κληρονομίας ἐκείνῳ.’

ΠΡΟΣΚΛΗΣΙΣ

ἡ εἰς δικαστήριον κλῆσις, καὶ ΠΡΟΣΚΑΛΕΣΑΣΘΑΙ τὸ παραγγέλλειν εἰς δίκην· Δημοσθένης ἐν τῷ περὶ τοῦ Ἁγνίου κλήρου, Ὑπερείδης ἐν τῷ πρὸς Δάμιππον.

ΠΡΟΣΠΑΛΤΙΟΙ

Λυσίας ἐν τῷ περὶ Μακαρτάτου κλήρου. Πρόσπαλτα δῆμος τῆς Ἀκαμαντίδος.

ΠΡΟΣΤΑΤΗΣ

οἱ τῶν μετοίκων Ἀθήνησι προεστηκότες προστάται ἐκαλοῦντο· ἀναγκαῖον γὰρ ἦν ἕκαστον τῶν μετοίκων πολίτην τινὰ Ἀθηναῖον νέμειν προστάτην· Ὑπερείδης ἐν τῷ κατ̓ Ἀρισταγόρας. μέμνηται καὶ Μένανδρος ἐν ἀρχῇ τῆς Περινθίας.

ΠΡΟΣΤΑΣΙΑ

Δημοσθένης ἐν τῷ κατὰ Ὀνήτορος ‘ταῦτα οὐχ ὁμολογουμένη προστασία;’ ἀντὶ τοῦ βοήθεια προϊσταμένου τινὸς καὶ ἐπικουροῦντος τῷ ἀδικουμένῳ. Αἰσχίνης ἐν τῷ περὶ τῆς πρεσβείας ‘ὡς δεῖ τὰ τῆς Ἀθηναίων ἀκροπόλεως προπύλαια μετενεγκεῖν εἰς τὴν προστασίαν τῆς Καδμείας.’ Δίδυμος τὴν προστασίαν φησὶ κεῖσθαι ἀντὶ τῆς προστάσεως, τουτέστι τῆς ὑπ̓ ἐνίων προστάδος καλουμένης.

ΠΡΟΣ ΤΗΙ ΠΥΛΙΔΙ ἙΡΜΗΣ

Δημοσθένης ἐν τῷ κατ̓ Εὐέργου. Φιλόχορος ἐν τῇ ε ‘Ἀθηναίων’ φησὶν ‘ἀρξαμένων τειχίζειν τὸν Πειραιᾶ οἱ θ ἄρχοντες τοῦτον ἀναθέντες ἐπέγραψαν ἀρξάμενοι πρῶτοι τειχίζειν οἵδ̓ ἀνέθηκαν βουλῆς καὶ δήμου δόγμασι πειθόμενοι.’

ΠΡΟΣΤΙΜΗΜΑΤΑ

ἔστι μέν τινα ἐν τοῖς νόμοις ὡρισμένα κατὰ τῶν ἀδικούντων, ὥσπερ ἡ ἐπωβελία παῤ Ἰσαίῳ ἐν τῷ κατὰ Διοκλέους, ἔστι δὲ καὶ ἄλλα ἃ προστιμᾶται τὸ δικαστήριον, ὡς δείκνυσι Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους.

ΠΡΟΣΤΡΟΠΑΙΟΝ

Αἰσχίνης περὶ τῆς πρεσβείας ‘ἐάσετε οὖν αὐτὸν τὸ τοιοῦτον προστρόπαιον’ ἀντὶ τοῦ ἄγος καὶ τὸ μίασμα. καὶ ΠΡΟΣΤΡΟΠΗ δὲ παρὰ τοῦτο λέγεται· ἐν γοῦν τῷ κατὰ Κτησιφῶντος ἐκ παραλλήλου τίθησι τὰ ὀνόματα ὁ ῥήτωρ. κεῖται δὲ τοῦτο τὸ ὄνομα καὶ παρὰ Δεινάρχῳ ἐν τῷ κατὰ Φορμισίου ἀσεβείας.

ΠΡΟΤΕΛΕΙΑ

Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. τὰ πρὸ τοῦ τελεσθῆναί τι τῶν εἰς τὸ θεῖον ἀναφερομένων γινόμενα ἢ διδόμενα καλεῖται προτέλεια.

ΠΡΟΦΕΡΕΙΣ

οἱ νέοι μὲν ὄντες, πρεσβύτεροι δὲ φαινόμενοι· Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου.

ΠΡΟΣΦΟΡΑ

ἀντὶ τοῦ πρόσοδος Ἀντιφῶν ἐν τῷ περὶ τοῦ Λινδίων φόρου. καὶ παῤ ἄλλοις δὲ τοὔνομα.

ΠΡΟΧΕΙΡΟΤΟΝΙΑ

ἔοικεν Ἀθήνησι τοιοῦτό τι γίγνεσθαι, ὁπόταν τῆς βουλῆς προβουλευσάσης εἰσφέρηται εἰς τὸν δῆμον ἡ γνώμη· πρότερον γίνεται χειροτονία ἐν τῇ ἐκκλησίᾳ πότερον δοκεῖ περὶ τῶν προβουλευθέντων σκέψασθαι τὸν δῆμον, ἢ ἀρκεῖ τὸ προβούλευμα. ταῦτα δ̓ ὑποσημαίνεται ἐν τῷ Λυσίου πρὸς τὴν Μιξιδήμου γραφήν.

ΠΡΟΣΧΑΙΡΗΤΗΡΙΑ

Λυκοῦργος ἐν τῇ Κροκωνιδῶν διαδικασίᾳ. ἑορτὴ παῤ Ἀθηναίοις ἀγομένη ὅτε δοκεῖ ἀπιέναι ἡ Κόρη.

ΠΡΥΤΑΝΕΙΑ

Ἰσοκράτης ἐν τῇ πρὸς Καλλίμαχον παραγραφῇ. ἔστι δὲ καὶ παρὰ τοῖς ἄλλοις Ἀττικοῖς τὰ πρυτανεῖα· ἦν δὲ ἀργύριόν τι ὅπερ κατετίθεσαν οἱ δικαζόμενοι ἀμφότεροι, καὶ ὁ φεύγων καὶ ὁ διώκων.

ΠΡΥΤΑΝΕΙΑΣ

Ἀντιφῶν ἐν τῷ πρὸς Νικοκλέα. ἔστι δὲ ἀριθμὸς ἡμερῶν ἡ πρυτανεία ἤτοι λς ἢ λε, ἃς ἑκάστη φυλὴ πρυτανεύει. διείλεκται δὲ περὶ τούτων Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ.

ΠΡΥΤΑΝΕΨΟΝΤΑ

κυρίως μὲν ἀντὶ τοῦ πρύτανιν ὄντα· ἀντὶ δὲ τοῦ διοικοῦντα Δημοσθένης ἐν Φιλιππικοῖς. ἐν δὲ ἑτέρῳ Φιλιππικῷ ‘πρυτανευόμενοί’ φησιν ἀντὶ τοῦ διοικούμενοι καὶ διατρεφόμενοι.

ΠΡΥΤΑΝΕΙΣ

τὸ δέκατον μέρος τῆς βουλῆς τῶν φ, ν ἄνδρες ἀπὸ μιᾶς φυλῆς, οἱ διοικοῦντες ἅπαντα τὰ ὑπὸ τῆς βουλῆς πραττόμενα, πρυτάνεις ἐκαλοῦντο. ἐπρυτάνευον δὲ ἐκ διαδοχῆς ἀλλήλαις αἱ ι φυλαὶ κλήρῳ λαχοῦσαι, ὡς Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος.

ΠΤΟΙΟΔΩΡΟΣ

Δημοσθένης. ὄνομα κύριον.

ΠΥΑΝΟΨΙΑ

Λυκοῦργος ἐν τῷ κατὰ Μενεσαίχμου ‘καὶ ἡμεῖς Πυανόψια ταύτην τὴν ἑορτὴν καλοῦμεν, οἱ δ̓ ἄλλοι Ἕλληνες Πανόψια, ὅτι πάντας εἶδον τοὺς καρποὺς τῇ ὄψει.’ Ἀπολλώνιος καὶ σχεδὸν πάντες οἱ περὶ τῶν Ἀθήνησιν ἑορτῶν γεγραφότες Πυανεψιῶνος ἑβδόμῃ τὰ Πυανέψια Ἀπόλλωνι ἄγεσθαί φασι. δεῖν δέ φασι λέγειν Πυανέψια, καὶ τὸν μῆνα Πυανεψιῶνα· πύανα γὰρ ἕψουσιν ἐν αὐτοῖς καὶ ἡ εἰρεσιώνη ἄγεται.

ΠΥΓΕΛΑ

Λυσίας ἐν τῷ ὑπὲρ Βακχίου, εἰ γνήσιος. πόλις ἐστὶν ἐν τῇ Ἰωνίᾳ τὰ Πύγελα, ἣν Θεόπομπός φησιν ἐν ς λαβεῖν τοὔνομα ἐπειδὴ τῶν μετ̓ Ἀγαμέμνονός τινες διὰ νόσον τὴν περὶ τὰς πυγὰς ἐνταῦθα κατέμειναν.

ΠΤΩΜΑΤΑ ΕΛΑΙΩΝ

Λυσίας ἐν τῷ κατὰ Νικίδου. λέγοι ἂν ἤτοι τὸν καρπὸν τὸν ἀποπεπτωκότα τῶν φυτῶν, ἢ αὐτὰ τὰ δένδρα κατά τινα τύχην πεπτωκότα.

ΠΥΕΛΙΔΑ

τὸ ὑφ̓ ἡμῶν λεγόμενον σφραγιδοφυλάκιον Λυσίας ἐν τῷ κατ̓ Εὐφήμου καὶ Ἀριστοφάνης Ἥρωσιν.

ΠΥΘΑΕΑ

Ὑπερείδης πρὸς Ἀπελλαῖον. ἄπορον πῶς ἀπὸ τούτου ἐσχημάτισται παρὰ τῷ Διδύμῳ· καὶ γὰρ οὐ δἰ ὧν παρέθετο ὁ γραμματικὸς ὠνόμασε τὰ Πύθια ἑορτὴν, ἀλλὰ τὸν Πύθιον Ἀπόλλωνα.

ΠΥΚΝΙ

Ὑπερείδης ἐν τῷ ὑπὲρ Χαιρεφίλου α φησὶ ‘καὶ τῆς Πυκνὸς τοσοῦτον εὑρισκούσης.’ ἡ τῶν Ἀθηναίων ἐκκλησία οὕτως ἐκαλεῖτο. πολλὴ δ̓ ἡ μνήμη αὐτῆς παῤ Ἀττικοῖς. Κλείδημος δ̓ ἐν γ Πρωτογονίας ‘συνῄεσάν’ φησιν ‘εἰς τὴν Πύκνα ὀνομασθεῖσαν διὰ τὸ τὴν συνοίκησιν πυκνουμένην εἶναι.’

ΠΥΑΑΙ

ΠΥΑΑΙ καὶ ΠΥΛΑΙΑ καὶ ΠΥΛΑΓΟΡΑΣ· Πύλαι μὲν καλοῦνται αἱ Θερμοπύλαι· Δημοσθένης Φιλιππικοῖς. ἐκλήθησαν δ̓ οὕτω διὰ τὸ στενὴν εἶναι ταύτην τὴν εἴσοδον ἀπὸ Θετταλίας εἰς τὴν Φωκίδα πορευομένοις. Πυλαία δ̓ ἐκαλεῖτο ἡ εἰς τὰς Πύλας σύνοδος τῶν Ἀμφικτυόνων· Δημοσθένης ὑπὲρ Κτησιφῶντος. ὅτι δέ τις ἐγίγνετο σύνοδος τῶν Ἀμφικτυόνων εἰς Πύλας Ὑπερείδης τε ἐν ἐπιταφίῳ καὶ Θεόπομπος ἐν τῇ λ εἰρήκασιν. ἐπέμποντο δ̓ ἐκ τῶν πόλεων τῶν μετεχουσῶν τῆς Ἀμφικτυονίας τινὲς οἵπερ ἐκαλοῦντο Πυλαγόραι· μνημονεύουσι δὲ καὶ τούτων πολλοὶ, ὥσπερ καὶ Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος καὶ Ἀριστοφάνης ἐν δευτέραις Θεσμοφοριαζούσαις.

ΠΥΡΙΛΑΜΠΗΣ

Ἀντιφῶν ἐν τῷ περὶ τῶν ταῶν. ὄνομα κύριον.

ΠΥΡΡΑ

Λυσίας ἐν τῷ κατὰ Θρασυβούλου, εἰ γνήσιος. Πύρρα μία πόλις ἐστὶ τῶν ἐν Λέσβῳ, ὡς μαρτυροῦσιν οἱ τὰς περιόδους γράψαντες.

ΠΩΛΗΤΑΙ

ΠΩΛΗΤΑΙ καὶ ΠΩΛΗΤΗΡΙΟΝ· οἱ μὲν πωληταὶ ἀρχή τίς ἐστιν Ἀθήνησι, ι τὸν ἀριθμὸν ἄνδρες, εἷς ἐκ τῆς φυλῆς ἑκάστης· διοικοῦσι δὲ τὰ πιπρασκόμενα ὑπὸ τῆς πόλεως πάντα, τέλη καὶ μέταλλα καὶ μισθώσεις καὶ τὰ δημευόμενα· Ὑπερείδης ἐν τῷ κατ̓ Ἀρισταγόρας β. διείλεκται δὲ περὶ αὐτῶν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ. πωλητήριον δὲ καλεῖται ὁ τόπος ἔνθα συνεδρεύουσιν οἱ πωληταί· Ἰσαῖος ἐν τῷ κατ̓ Ἐλπαγόρου πολλάκις.

ΠΩΛΑΣ

ἀντὶ τοῦ πράσεις Ὑπερείδης ἐν τῷ πρὸς Ἀπελλαῖον. ἔστι τοὔνομα καὶ ἐν τοῖς Σώφρονος Ἀνδρείοις.

ΠΩΛΩΣΙ

Δημοσθένης ἐν τῷ κατὰ Νεαίρας ‘ἢ ἐν τῇ ἀγορᾷ πωλῶσί τι ἀποπεφασμένως.’ Δίδυμός φησιν ἀντὶ τοῦ πορνεύωσι φανερῶς· πωλεῖν γὰρ τὸ παρέχειν ἑαυτὴν τοῖς βουλομένοις, ὅθεν καὶ τὸ πορνεύειν, ὅπερ ἐστὶ περνάναι. ἐγὼ δέ φημι ὅτι κυρίως ἔταξε νῦν ὁ ῥήτωρ τὸ πωλεῖν· φησὶ γὰρ τὸν νόμον οὐκ ἐᾶν ἐπὶ ταύταις μοιχὸν λαβεῖν, ὁπόσαι ἂν ἐπ̓ ἐργαστηρίου κάθωνται ἢ ἐν τῇ ἀγορᾷ πωλῶσί τι ἀποπεφασμένως.

ΠΩΜΑΛΑ

ἀντὶ τοῦ οὐδαμῶς Δημοσθένης ἐν τῷ κατ̓ Αἰσχίνου. ἔστι δὲ τὸ μὲν πῶ Δώριον, τιθέμενον ἀντὶ τοῦ πόθεν· τὸ δὲ μάλα ἤτοι παρέλκει ἢ ἔστιν ἐν ποσοῖς λεγόμενον πώμαλα, οἷον οὐ μάλα, οὐ πάνυ. πολὺ δ̓ ἐστὶν ἐν τῇ ἀρχαίᾳ κωμῳδίᾳ· Ἀριστοφάνης ἦ λοιδορία τις ἐγένεθ̓ ὑμῖν; πώμαλα οὐδ̓ εἶπον οὐδέν.