Λεξικὸν τῶν δέκα ῥητόρων
Συγγραφέας:
Ο
Valerius Harpocration. Harpocrationis Lexicon in decem oratores Atticos. Wilhelm Dindorf. Oxonii, E Typographeo Academico. Oxford. 1853.


Α | Β | Γ | Δ | Ε | Ζ | Η | Θ | Ι | Κ | Λ | Μ | Ν | Ξ | Ο | Π | Ρ | Σ | Τ | Υ | Φ | Χ | Ψ



ὈΒΟΛΟΣΤΑΤΟΙ

ἀντὶ τοῦ δανείζοι Λυσίας ἐν τῷ κατὰ Νικίδου, εἰ γνήσιος. ἐν δὲ τῷ πρὸς Λακράτην διασαφῶν φησὶν ‘οὐδ̓ ἂν εἰ πολὺ ἐλάττονα τόκον λογίσαιτό τις ἢ ὅσον οὗτοι οἱ ὀβολοστατοῦντες τοὺς ἄλλους πράττονται.’ ὀβολοστάτας δ̓ ἔλεγον τοὺς δανειστὰς, ὡς παρά τε Ὑπερείδῃ ἐν τῷ κατὰ Πολυεύκτου καὶ πολλάκις ἐν τῇ κωμῳδίᾳ.

ὉΔΟΣ

Δημοσθένης ἐν τῷ κατ̓ Ἀριστοκράτους φησὶν ‘ἢ ἐν ὁδῷ καθελών’ ἀντὶ τοῦ ἐν λόχῳ καὶ ἐνέδρᾳ. τοιοῦτον δὲ εἶναι καὶ τὸ Ὁμηρικόν φασιν ‘ἢ ὁδὸν ἐλθέμεναι.’ εἰ δὲ ψιλωθείη ἡ προτέρα, σημαίνει τὸν βαθμὸν, ὡς παρὰ Λυσίᾳ ἐν τῷ κατὰ φιλίππου, εἰ γνήσιος ὁ λόγος.

ὈΘΝΕΙΟΣ

Ἰσαῖος ἐν τῷ κατὰ Στρατοκλέους ἀντὶ τοῦ ἀλλότριος, ὡς καὶ παρὰ Πλάτωνι ἐν α Νόμων.

ΟΙΗΘΕΝ

Ἰσαῖος ἐν τῷ κατ̓ Ἐλπαγόρου. δῆμος τῆς Πανδιονίδος ἡ Οἴη, ὡς Διόδωρος· Οἴηθεν δὲ ἀπὸ τόπου ἐπίρρημα. Φιλόχορος δ̓ ἐν τῇ γ τὴν Οἴην Κεφάλου μὲν θυγατέρα, Χάροπος δὲ γυναῖκα ἱστορεῖ.

ΟΙΚΕΩΣ

Λυσίας ἐν τῷ κατὰ Θεομνήστου ὥσπερ ἐξηγούμενος τοὔνομα φησὶ ‘τὸ δὲ οἰκέως θεράποντος.’

ΟΙΚΗΜΑ

ἀντὶ τοῦ δεσμωτήριον Δείναρχος ἐν Τυρρηνικῷ καὶ ἐν τῷ κατὰ Ποσειδίππου, ἀντὶ δὲ τοῦ πορνεῖον Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου.

ΟΙΚΙΣΚΩΙ

ἀντὶ τοῦ μικρῷ τινι οἴκῳ Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. ἐκάλουν δὲ οἱ Ἀττικοὶ τὸ ὑφ̓ ἡμῶν λεγόμενον ὀρνιθοτροφεῖον οἰκίσκον· Ἀριστοφάνης Πελαργοῖς, Μεταγένης Αὔραις. ἐκ τούτων δ̓ ἔοικε πλανώμενος ὁ Δίδυμος καὶ τὸ Δημοσθενικὸν ἐξηγεῖσθαι.

ΟΙΝΗΙΣ

Ὑπερείδης ἐν τῷ πρὸς Ἀριστογείτονα. μία τῶν δέκα φυλῶν παῤ Ἀθηναίοις.

ΟΙΝΟΗ

ΟΙΝΟΗ καὶ ΟΙΝΑΙΟΣ· Ὑπερείδης ἐν τῷ πρὸς Ἀριστογείτονα ‘καὶ ἔφασαν ἐν Οἰνόῃ ἀκοῦσαι ὅτι μάχη εἴη γεγονυῖα.’ Οἰνόη δῆμος τῆς Ἱπποθωντίδος πρὸς Ἐλευθέραις, ὁ δὲ τῆς Αἰαντίδος πρὸς Μαραθῶνι· ἀφ̓ ἑκατέρου δὲ τῶν δήμων ὁ δημότης Οἰναῖος καλεῖται. μνημονεύοι δ̓ ἂν νῦν ὁ ῥήτωρ τοῦ πρὸς Ἐλευθέραις, οὗ καὶ Θουκυδίδης ἐν τῇ β.

ΟΙΟΝ

Ἰσαῖος ἐν τῷ περὶ τῆς ποιήσεως. δῆμοί εἰσιν ἐν τῇ Ἀττικῇ διττοὶ οὐδετέρως λεγόμενοι, καλοῦνται δὲ Οἶον. κεκλῆσθαι δέ φησιν οὕτω Φιλόχορος ἐν τῇ γ διὰ τὸ μηδαμῶς οἰκητὸν τόπον ἔχειν, ἀλλὰ μεμονῶσθαι· τὸ γὰρ μόνον οἶον ἐκάλουν οἱ ἀρχαῖοι. ἔστι δὲ τὸ μὲν Κεραμεικὸν Οἶον τῆς Λεοντίδος φυλῆς, τὸ δὲ Δεκελεικὸν τῆς Ἱπποθωντίδος, ὡς Διόδωρος. οἱ δὲ δημόται ἑκατέρωθεν ἐλέγοντο ἐξ Οἴου. ἄλλοι δ̓ ἦσαν οἱ λεγόμενοι Οἴηθεν, ὡς προείρηται.

ΟΙΟΣ ΕΙ

ΟΙΟΣ ΕΙ καὶ ΟΙΟΣ ΤΕ ΕΙ· τὸ μὲν χωρὶς τοῦ τέ σημαίνει τὸ βούλει καὶ προῄρησαι, τὸ δὲ σὺν τῷ τέ τὸ δύνασαι. ἀμφοτέροις ἐχρήσατο Λυσίας ἐν τῷ κατὰ Λυσιθέου, εἰ γνήσιος.

ΟΙΣΥΜΗ

Ἀντιφῶν ἐν τῷ κατὰ Λαισποδίου. πόλις ἐστὶ τῆς Θρᾴκης, καθά φασιν ἄλλοι τε καὶ Ἔφορος ἐν δ.

ὍΤΙ
ὍΤΙ διαμαρτάνει Δημοσθένης ἐν τῷ κατὰ Νεαίρας λέγων Πλαταιέας γεγράφθαι ἐν τῇ Ποικίλῃ στοᾷ· οὐδεὶς γὰρ τοῦτο εἴρηκεν, ὥσπερ οὐδὲ Κρατερὸς ἐν τῇ τῶν ψηφισμάτων συναγωγῇ. Ὁ ΚΑΤΩΘΕΝ ΝΟΜΟΣ· Δημοσθένης ἐν τῷ κατ̓ Ἀριστοκράτους. Δίδυμος ‘ἤτοι’ φησὶ ‘τὴν ἡλιαίαν λέγει ὁ ῥήτωρ διὰ τὸ τῶν δικαστηρίων τὰ μὲν ἄνω, τὰ δὲ κάτω ὀνομάζεσθαι, ἢ διὰ τὸ σχῆμα τῆς ἐν τοῖς ἄξοσι γραφῆς βουστροφηδὸν γεγραμμένης τὸν ἀπὸ τῶν εὐωνύμων ἀρχόμενον νόμον κάτωθεν ὀνομάζει ὁ Δημοσθένης· ὅτι γάρ’ φησι ‘βουστροφηδὸν ἦσαν οἱ ἄξονες καὶ οἱ κύρβεις γεγραμμένοι δεδήλωκεν Εὐφορίων ἐν τῷ Ἀπολλοδώρῳ. ἢ ἐπεί’ φησι ‘τοὺς ἄξονας καὶ τοὺς κύρβεις ἄνωθεν ἐκ τῆς ἀκροπόλεως εἰς τὸ βουλευτήριον καὶ τὴν ἀγορὰν μετέστησεν Ἐφιάλτης, ὥς φησιν Ἀναξιμένης ἐν Φιλιππικοῖς.’
ὍΤΙ ἑξακισχίλια ἦν τάλαντα τὸ τίμημα τῆς Ἀττικῆς. Δημοσθένης ἐν τῷ περὶ τῶν συμμοριῶν φησὶν οὕτως ‘ἡμῖν δὲ τὸ τῆς χώρας τίμημα ὑπάρχειν ἀφορμὴν ὀκτακισχίλια τάλαντα ἀκού- σεται.’ἤτοι οὖν γραφικὸν ἁμάρτημά ἐστιν, ἢ ἴσως ὁ ῥήτωρ συναρπάζει, ἵνα δοκῇ πλείω τὴν ἀφορμὴν ἔχειν ἡ πόλις εἰς τὸν πρὸς βασιλέα πόλεμον. ὅτι γὰρ ἑξακισχίλια τάλαντα ἦν τὸ τίμημα τῆς Ἀττικῆς καὶ λυθέντος ἐν τοῖς ἑξῆς τοῦ λόγου φησὶν, λογισμὸν αὐτῶν διδοὺς ποικίλως, καὶ Φιλόχορος ἐν ι Ἀτθίδος.
ὈΛΙΓΩΡΗΣΕΤΕ

ἀντὶ τοῦ ἀμελήσετε Δημοσθένης Φιλιππικοῖς. ὀλιγωρεῖν γὰρ λέγεται τὸ ὀλίγην ὤραν ἔχειν· ἔστι δὲ τὸ ὀλίγην ἀντὶ τοῦ οὐδὲ ὀλίγην, ὡς ἐν τῷ ἦ ὀλίγον οἱ παῖδα ἐοικότα γείνατο Τυδεύς, ὤρα δ̓ ἐστὶν ἡ φροντίς.

ὉΛΟΣΧΟΙΝΩΙ

Αἰσχίνης ἐν τῷ περὶ πρεσβείας. Θεόφραστος δ̓ ἐν δ περὶ φυτῶν, εἰπὼν τοῦ σχοίνου τρία εἴδη εἶναι, φησὶν ὡς ὁ τρίτος μεγέθει καὶ εὐσαρκίᾳ διαφέρων ὁλόσχοινος καλεῖται.

ὉΜΗΡΕΥΟΝΤΑΣ

Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος ἐπὶ τῶν ἀναπεμφθέντων Λακεδαιμονίων Ἀλεξάνδρῳ. Κλείταρχος δέ φησιν ἐν τῇ ε ν εἶναι τοὺς δοθέντας παρὰ τῶν Λακεδαιμονίων ὁμήρους. ὅμηροι δέ εἰσιν οἱ ἐπὶ συμβάσει διδόμενοι· ὁμηρῆσαι γὰρ τὸ συμβαλεῖν· Ὅμηρος ὡμήρησε δέ μοι παῤ ἑταίρων ἄγγελος ἐλθών. Θεόπομπος δὲ ὁμηρεῖν φησὶ παρὰ τοῖς ἀρχαίοις λέγεσθαι τὸ ἀκολουθεῖν· τοὺς οὖν ἐπ̓ ἀκολουθίᾳ τῶν ὁμολογουμένων διδομένους ἐντεῦθεν ὁμήρους φησὶ λέγεσθαι.

ὉΜΗΡΙΔΑΙ

Ἰσοκράτης Ἑλένῃ. Ὁμηρίδαι γένος ἐν Χίῳ, ὅπερ Ἀκουσίλαος ἐν γ, Ἑλλάνικος ἐν τῇ Ἀτλαντιάδι ἀπὸ τοῦ ποιητοῦ φησιν ὠνομάσθαι. Σέλευκος δὲ ἐν β περὶ βίων ἁμαρτάνειν φησὶ Κράτητα νομίζοντα ἐν ταῖς Ἱεροποιίαις Ὁμηρίδας ἀπογόνους εἶναι τοῦ ποιητοῦ· ὠνομάσθησαν γὰρ ἀπὸ τῶν ὁμήρων, ἐπεὶ αἱ γυναῖκές ποτε τῶν Χίων ἐν Διονυσίοις παραφρονήσασαι εἰς μάχην ἦλθον τοῖς ἀνδράσι, καὶ δόντες ἀλλήλοις ὅμηρα νυμφίους καὶ νύμφας ἐπαύσαντο, ὧν τοὺς ἀπογόνους Ὁμηρίδας λέγουσιν.

ὉΜΟΕΡΚΕΣ

Δείναρχος ἐν τῷ πρὸς τὴν Καλλίππου παραγραφὴν ἀντὶ τοῦ ὑφ̓ ἓν ἕρκος, τουτέστιν ὑπὸ τὸν αὐτὸν περίβολον.

ὉΜΟΣΕ ΙΕΝΑΙ

Ὑπερείδης ἐν τῷ κατ̓ Ἀθηνογένους φησὶν ‘ἀλλὰ ὁμόσε βούλομαι τῷ λόγῳ τούτῳ ἐλθεῖν’ ἀντὶ τοῦ παραβαλέσθαι. λέγεται δὲ ἐκ μεταφορᾶς τοῦ ὁμόσε ταῖς λόγχαις ἰέναι, ἀντὶ τοῦ ἐξ ἐναντίας εἰς τὸ αὐτὸ ἔρχεσθαι καὶ μὴ στρέφεσθαι μηδὲ φεύγειν.

ὉΜΟΥ

Δημοσθένης ἐν τῷ κατ̓ Ἀριστογείτονός φησιν ‘εἰσὶν ὁμοῦ δισμύριοι πάντες Ἀθηναῖοι’ ἀντὶ τοῦ ἐγγύς. ἔστι δὲ πολὺ παῤ Ἀττικοῖς. καὶ Μένανδρός που ‘ἤδη γάρ ἐστι τοῦ τίκτειν ‘ὁμοῦ.’ ’

ὈΝΗΤΩΡ

Ἰσοκράτης ἐν τῷ περὶ τῆς ἀντιδόσεως. πρὸς τοῦτον ἂν εἶεν οἱ γεγραμμένοι Δημοσθένει περὶ τῆς ἐξούλης λόγοι. ὅτι δὲ τῶν χορηγησάντων ἦν Ἡλιόδωρος περὶ τῶν Ἀθήνησι τριπόδων.

ὈΝΟΜΑΖΩΝ

ἀντὶ τοῦ φράζων, ἑρμηνείᾳ χρώμενος, Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος.

ὈΞΥΘΥΜΙΑ

Ὑπερείδης ἐν τῷ κατὰ Δημάδου φησὶ ‘περὶ οὗ πολλῷ ἂν δικαιότερον ἐν τοῖς ὀξυθυμίοις ἡ στήλη σταθείη ἢ ἐν τοῖς ἡμετέροις ἱεροῖς.’ ἔνιοι μὲν, ὧν ἐστι καὶ Ἀρίσταρχος, ὀξυθύμια λέγεσθαί φασι τὰ ξύλα ἀφ̓ ὧν ἀπάγχονταί τινες, ἀπὸ τοῦ ὀξέως τῷ θυμῷ χρῆσθαι· ταῦτα δ̓ ἐκκόπτοντες ἐξορίζουσι καὶ καίουσι. Δίδυμος δὲ Αὐτοκλείδου λέξιν παραγράψας ἐκ τῶν ἐξηγητικῶν φησιν, ὀξυθύμια τὰ καθάρματα λέγεται καὶ ἀπολύματα· ταῦτα γὰρ ἀποφέρεσθαι εἰς τὰς τριόδους, ὅταν τὰς οἰκίας καθαίρωσιν. ἐν δὲ τῷ ὑπομνήματι τῷ κατὰ Δημάδου τὰ ἐν ταῖς τριόδοις φησὶν Ἑκαταῖα, ὅπου τὰ καθάρσια ἔφερόν τινες, ἃ ὀξυθύμια καλεῖται. Εὔπολις Δήμοις ὃν χρῆν ἔν τε ταῖς τριόδοις κἀν τοῖς ὀξυθυμίοις προστρόπαιον τῆς πόλεως κάεσθαι τετριγότα. ἔστι τοὔνομα καὶ παρὰ Πυθέᾳ ἐν τῷ κατὰ Ἀδειμάντου.

ὈΠΙΣΘΟΔΟΜΟΣ

Δημοσθένης ἐν τῷ περὶ συντάξεως ‘ἀνέῳξαν δήπου πρώην τινὲς τὸν ὀπισθόδομον.’ ὁ οἶκος ὁ ὄπισθεν τοῦ νεὼ τῆς Ἀθηνᾶς οὕτω καλεῖται, ἐν ᾧ ἀπετίθεντο τὰ χρήματα.

ὈΡΓΑΣ

Δημοσθένης ἐν τῷ περὶ συντάξεως. ὀργὰς καλεῖται τὰ λοχμώδη καὶ ὀρεινὰ χωρία καὶ οὐκ ἐπεργαζόμενα, ὅθεν καὶ ἡ Μεγαρικὴ ὀργὰς προσωνομάσθη τοιαύτη τις οὖσα, περὶ ἧς ἐπολέμησαν Ἀθηναῖοι Μεγαρεῦσιν.

ὈΡΓΕΩΝΑΣ

Ἰσαίου λόγος ἐστὶ πρὸς ὀργεῶνας, ὀργεῶνες δ̓ εἰσὶν οἱ ἐπὶ τιμῇ θεῶν ἢ ἡρώων συνιόντες· ὀργιάζειν γάρ ἐστι τὸ θύειν καὶ τὰ νομιζόμενα δρᾶν, ἤτοι παρὰ τὸ ὀρέγειν τὼ χεῖρε, ἢ παρὰ τὰ ὄργια, ἢ διὰ τὸ ἐν ταῖς ὀργάσι καὶ τοῖς ἄλσεσι τὰ ἱερὰ δρᾶν. οἱ μέντοι ποιηταὶ ἔταττον τοὔνομα ἁπλῶς ἐπὶ τῶν ἱερέων, ὡς Ἀντίμαχός τέ που καὶ Αἰσχύλος ἐν Μυσοῖς. μήποτε δὲ ὕστερον νενόμισται τὸ ἐπὶ τιμῇ τινὰς τῶν ἀποθανόντων συνιέναι καὶ ὀργεῶνας ὁμοίως ὠνομάσθαι, ὡς ἔστι συνιδεῖν ἐκ τῶν Θεοφράστου διαθηκῶν.

ὈΡΓΕΩΝ

ἀντὶ τοῦ ὀργεώνων Λυσίας ἐν τῷ περὶ τοῦ Θεοπόμπου κλήρου.

ὈΡΙΚΑ ΖΕΥΓΗ

τὰ τῶν ὀρέων, τουτέστι τῶν ἡμιόνων, Αἰσχίνης ἐν τῷ περὶ τῆς πρεσβείας· ὅτι γὰρ ὀρέας ἐκάλουν τὰς ἡμιόνους καὶ Ὅμηρος καὶ Ἀριστοφάνης ἐν Βατράχοις δηλοῖ.

ὈΡΙΓΝΗΘΗΝΑΙ

ἀντὶ τοῦ ἐπιθυμῆσαι Ἀντιφῶν Ἀληθείας α.

ὈΡΚΑΝΗ

Λυκοῦργος ἐν τῷ κατὰ Λυκόφρονος β. μήποτε ὁ φραγμὸς, τουτέστι τὸ περίφραγμα καὶ ἡ αἱμασιὰ, οὕτω καλεῖται, παρὰ τὸ ἐρύκειν ἢ παρὰ τὸ ἕρκος εἶναι. Ὅμηρος αἱμασιὰς λέξαντες ἀλωῆς ἔμμεναι ἕρκος.

ὈΡΝΙΘΕΥΤΗΣ

ὁ ὀρνιθοθήρας· Δείναρχος κατὰ Προξένου, Πλάτων ἢ Κάνθαρος Συμμαχίᾳ. ἔστι δὲ καὶ ἐν τῇ νέᾳ κωμῳδίᾳ δρᾶμα Ὀρνιθευτὴς Νικοστράτου.

ὍΡΟΣ

οὕτως ἐκάλουν οἱ Ἀττικοὶ τὰ ἐπόντα ταῖς ὑποκειμέναις οἰκίαις καὶ χωρίοις γράμματα, δηλοῦντα ὅτι ὑπόκεινται δανειστῇ· Δημοσθένης ἐν τῷ πρὸς Σπουδίαν καὶ Μένανδρος Παρακαταθήκῃ.

ὌΡΟΝ

σκεῦός τι γεωργικὸν, ὡς Ἰσαῖος ἐν τῷ κατὰ Διοκλέους ὑποσημαίνει. μήποτε μέντοι τὸ ὄρον παρά τε Αἰσχύλῳ ἐν Κερκύονι καὶ παρὰ Μενάνδρῳ ἐν β Ἐπικλήρῳ σημαίνει ξύλον τι, ᾧ τὴν πεπατημένην σταφυλὴν πιέζουσιν.

ὈΡΡΩΔΕΙΝ

ἀντὶ τοῦ φοβεῖσθαι Ἀνδοκίδης ἐν τῷ περὶ τῆς ἀδείας. πολὺ δ̓ ἐστὶ τοὔνομα παῤ αὐτοῖς. ὈΡΡΩΔΙΑ δὲ τὸ δέος· Δημοσθένης ἐν δημηγορικοῖς προοιμίοις.

ὌΡΥΓΜΑ

ἰδίως οὕτως ἐκαλεῖτο ἐφ̓ οὗ οἱ κακοῦργοι ἐκολάζοντο Ἀθήνησι· Λυκοῦργος κατ̓ Ἀριστογείτονος.

ὍΣΙΟΝ

Ὑπερείδης ἐν τῷ πρὸς Ἀριστογείτονά φησι ‘καὶ τὰ χρήματα τά τε ἱερὰ καὶ τὰ ὅσια,’ ὅ τε Ἰσοκράτης Ἀρεοπαγιτικῷ ‘καὶ τοῖς ἱεροῖς καὶ τοῖς ὁσίοις.’ ὅτι δὲ τὰ ὅσια τὰ δημόσια δηλοῖ Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους σαφῶς διδάσκει περὶ τούτων· ‘καὶ τὰ μὲν ἱερὰ, τὰς δεκάτας τῆς θεοῦ καὶ τὰς πεντηκοστὰς τῶν ἄλλων θεῶν, σεσυληκότες’ καὶ μετ̓ ὀλίγα ‘τὰ δὲ ὅσια ἃ ἐγίνετο ἡμέτερα κεκλοφότες.’ Δίδυμος δὲ ‘διχῶς’ φησὶν ‘ἔλεγον τὸ ὅσιον, τό τε ἱερὸν καὶ τὸ ἰδιωτικόν.’

ὈΣΧΟΦΟΡΟΙ

Ὑπερείδης ἐν τῷ κατὰ Δημέου, εἰ γνήσιος. περὶ τῶν ὀσχοφόρων ἄλλοι τε εἰρήκασι καὶ Φιλόχορος ἐν τῇ β. ὁ δὲ Ἴστρος ἐν τῇ ιγ περὶ Θησέως λέγων γράφει οὕτως, ἕνεκα τῆς κοινῆς σωτηρίας νομίσαι τοὺς καλουμένους ὀσχοφόρους καταλέγειν δύο τῶν γένει καὶ πλούτῳ προυχόντων. ἡ δὲ ὄσχη κλῆμά ἐστι βότρυς ἐξηρτημένους ἔχον· ταύτην δὲ ὀρεσχάδα ἔνιοι καλοῦσιν.

ὍΤΙ
ὍΤΙ νόμος ἐστὶν ὑπὲρ μ ἔτη γενόμενον χορηγεῖν παισὶν Αἰσχίνης τε ἐν τῷ κατὰ Τιμάρχου φησὶ καὶ Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ.
ὍΤΙ ξένους τινὰς ἑαυτοῦ αἰχμαλώτους σκάπτοντας ἐν τῷ Φιλίππου ἀμπελουργείῳ καὶ δεδεμένους παρὰ πότον ἐξῃτήσατο παρὰ Φιλίππου Σάτυρος Αἰσχίνης μὲν ἐν τῷ περὶ τῆς πρεσβείας φησὶ, Δημοσθένης δ̓ ἐν τῷ κατ̓ Αἰσχίνου φησὶν ὅτι Ἀπολλοφάνους θυγατέρας ἐξῃτήσατο, καὶ ἔοικε μᾶλλον ἀληθεύειν· καὶ γὰρ Ἀριστοτέλης ἔν τινι τῶν πρὸς Φίλιππον ἐπιστολῶν λέγει ὡς Σατύρῳ τῷ ὑποκριτῇ τὰς Ἀπολλοφάνους θυγατέρας ἀφῆκεν.
ὍΤΙ οἱ ἁλόντες ἐπ̓ ἀκουσίῳ φόνῳ ἐξουσίαν εἶχον εἰς διοίκησιν τῶν ἰδίων, Δημοσθένης ἐν τῷ κατ̓ Ἀριστοκράτους ὑποσημαίνει καὶ Θεόφραστος ἐν τῷ ιγ τῶν Νόμων δηλοῖ.
ὍΤΙ οἱ ποιητοὶ παῖδες ἐπανελθεῖν εἰς τὸν πατρῷον οἶκον οὐκ ἦσαν κύριοι, εἰ μὴ παῖδας γνησίους καταλίποιεν ἐν τῷ οἴκῳ τοῦ ποιησαμένου, Ἀντιφῶν ἐπιτροπικῷ κατὰ Καλλιστράτου καὶ Σόλων ἐν κα Νόμων.
ὍΤΙ τὰ ἐπικηρυττόμενά τισι χρήματα ἐπὶ τῶν βωμῶν ἐτίθετο εἴρηκεν Ἰσαῖος ἐν τῷ πρὸς Εὐκλείδην τὸν Σωκρατικὸν, εἰ γνήσιος ὁ λόγος.
ὍΤΙ πρὸς τὴν φυλὴν τοῦ κεκτημένου αἱ πρὸς τοὺς δούλους λαγχάνονται δίκαι Ἰσαῖος ἐν ἀπολογίᾳ ἀποστασίου πρὸς Ἀπολλόδωρον δηλοῖ.
ὍΤΙ παιδὶ καὶ γυναικὶ οὐκ ἐξῆν συμβάλλειν πέρα μεδίμνου κριθῶν Ἰσαῖος ἐν τῷ περὶ τοῦ Ἀριστάρχου κλήρου φησίν.
ὍΤΙ χιλίας ἐζημιοῦντο αἱ κατὰ τὰς ὁδοὺς ἀκοσμοῦσαι γυναῖκες Ὑπερείδης ἐν τῷ κατ̓ Ἀρισταγόρας β εἴρηκεν. Κρώβυλος δὲ ὁ κωμικός φησι τοῦ Φιλιππίδου τὸν νόμον εἶναι τὸν περὶ τούτων κείμενον.
ΟΥΚ ΕΠΙ ΤΗΣ ΑΥΤΗΣ ΟΡΜΕΙ ΤΟΙΣ ΠΟΛΛΟΙΣ

Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. παροιμία ἐστὶν ἐλλιπῶς λεγομένη· προσυπακουστέον οὖν ἔξωθεν τὸ ἀγκύρας.

ΟΥΣΙΑΣ ΔΙΚΗ

οἱ δικαζόμενοι περὶ χωρίων ἢ οἰκιῶν πρὸς τοὺς ἔχοντας οὐσίας ἐδικάζοντο τὴν δευτέραν δίκην· ἡ δὲ προτέρα ἦν τῶν μὲν οἰκιῶν ἐνοικίου, τῶν δὲ χωρίων καρποῦ, τρίτη δὲ ἐπὶ τούτοις ἐξούλης. καὶ ἐξῆν τοῖς ἑλοῦσι κρατεῖν τῶν κτημάτων καὶ εἰ τὴν δίκην τὴν τοῦ καρποῦ ἢ τοῦ ἐνοικίου καὶ εἰ τὴν δευτέραν ἡττηθεῖεν τὴν τῆς οὐσίας· εἰ δὲ καὶ ἐξούλης ἁλοῖεν, οὐκέτι ἐξῆν ἐπικρατεῖν, ἀλλ̓ ἐξίστασθαι ἔδει ἤδη τῶν κτημάτων τοῖς καταδικασαμένοις. ταῦτα δὲ ἔστι μὲν καὶ παῤ ἄλλοις ῥήτορσιν, ἀκριβέστατα δὲ εἴρηται Ἰσαίῳ ἔν τε τῷ πρὸς Τιμωνίδην περὶ χωρίου καὶ ἐν τῷ πρὸς Δωρόθεον ἐξούλης. διείλεκται δὲ περὶ τῆς δίκης καὶ Θεόφραστος ἐν ιη περὶ νόμων.

ὈΦΡΥΝΙΟΝ

Δημοσθένης ἐν τῷ πρὸς Ἀπατούριον. πόλις ἐστὶ τῆς Τρῳάδος, ὡς δηλοῖ Ἀνδροτίων ἐν γ Ἀτθίδος.

ὈΧΕΙΟΝ

ἀντὶ μὲν τοῦ ὄχημα Δείναρχος ἐν ἀπολογίᾳ πρὸς Ἀντιφάνην περὶ τοῦ ἵππου, ἀντὶ δὲ τοῦ εἰς ὀχείαν ἀποδεδειγμένον ὁ αὐτὸς ἐν τῷ αὐτῷ λόγῳ· φησὶ γὰρ ‘ὠνοῦνταί μοι τὸν ἵππον ὀχεῖον.’ Λυκοῦργος δ̓ ἐν τῷ περὶ διοικήσεως γείτονας τοῦ ὀχείου φησί· μήποτε δὲ ἐπὶ τόπου τινὸς, ἐν ᾧ ὀχεῖαι γίνονται κτηνῶν ἢ ὀχήματα μισθοῦται.