Λεξικὸν τῶν δέκα ῥητόρων
Συγγραφέας:
Ν
Valerius Harpocration. Harpocrationis Lexicon in decem oratores Atticos. Wilhelm Dindorf. Oxonii, E Typographeo Academico. Oxford. 1853.


Α | Β | Γ | Δ | Ε | Ζ | Η | Θ | Ι | Κ | Λ | Μ | Ν | Ξ | Ο | Π | Ρ | Σ | Τ | Υ | Φ | Χ | Ψ



ΝΑΙΣ

ἑταίρα τις· Λυσίας ἐν τῷ κατὰ Φιλωνίδου, εἰ γνήσιος, καὶ Ἀριστοφάνης Γηρυτάδῃ. μήποτε δὲ καὶ ἐν τῷ Πλούτῳ, ὅπου φησὶν ὁ κωμικὸς ἐρᾷ δὲ Λαῒς οὐ διὰ σὲ Φιλωνίδου, γραπτέον ἦν διὰ τοῦ ν Ναΐς.

ΝΑΝΝΙΟΝ

Ὑπερείδης ἐν τῷ κατὰ Πατροκλέους, εἰ γνήσιος. Ἀπολλόδωρος ἐν τῷ περὶ τῶν ἑταιρῶν Αἶγα λέγεσθαί φησι ταύτην τὴν ἑταίραν διὰ τὸ Θάλλον τὸν κάπηλον καταφαγεῖν· ὅτι γὰρ θαλλῷ χαίρουσιν αἱ αἶγες καὶ Σοφοκλῆς Ποιμέσιν ἑωθινὸς γὰρ, πρίν τιν̓ αὐλιτῶν ὁρᾶν, θαλλὸν χιμαίραις προσφέρων νεοσπάδα, εἶδον στρατὸν στείχοντα παῤ ἁλίαν ἄκραν. ἔστι δὲ αὐτῆς μνήμη καὶ ἐν τῇ κωμῳδίᾳ. Ἀντιφάνης δὲ ὁ νεώτερος ἐν τῷ περὶ τῶν ἑταιρῶν τὴν Νάννιόν φησι Προσκήνιον ἐπονομάζεσθαι διὰ τὸ ἔξωθεν δοκεῖν εὐμορφοτέραν εἶναι.

ΝΑΥΚΛΗΡΟΣ

Ὑπερείδης ἐν τῷ περὶ τοῦ ταρίχους οὐ μόνον ὡς ἡ συνήθεια χρῆται τῷ ὀνόματι, ἀλλὰ καὶ ἐπὶ τοῦ μεμισθωμένου ἐπὶ τῷ τὰ ἐνοίκια ἐκλέγειν ἢ οἰκίας ἢ συνοικίας, ὡς ὁ αὐτὸς ῥήτωρ δηλοῖ ἐν τῷ πρὸς Ἀριστογείτονα καὶ Σαννυρίων Γέλωτι καὶ Δίφιλος Ἐμπόρῳ.

ΝΑΥΚΡΑΡΙΚΑ

Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους. μήποτε δὲ βέλτιον φέρεται ἐν τοῖς Ἀττικιανοῖς ΝΑΥΚΡΑΤΙΤΙΚΑ, ἵν̓ ᾖ ἀπὸ Ναυκρατιτικοῦ πλοίου ἢ Ναυκρατιτῶν ἐμπλεόντων· ἡ γὰρ Ναύκρατις τὸ παλαιὸν ἐμπόριον ἦν τῆς Αἰγύπτου. ἐὰν δὲ ᾖ ναυκραρικὰ, εἴη ἂν τὰ τῶν ἀρχόντων· ναυκράρους γὰρ τὸ παλαιὸν τοὺς ἄρχοντας ἔλεγον, ὡς καὶ ἐν τῇ ε Ἡρόδοτος δηλοῖ. Ἀριστοτέλης δ̓ ἐν Ἀθηναίων πολιτείᾳ φησὶ ‘κατέστησαν δὲ δημάρχους τὴν αὐτὴν ἔχοντας ἐπιμέλειαν τοῖς πρότερον ναυκράροις.’ δήμους ἀντὶ τῶν ναυκραριῶν ἐποίησαν.

ΝΑΥΤΟΔΙΚΑΙ

Λυσίας ἐν τῷ πρὸς Ἀλκιβιάδην, εἰ γνήσιος ὁ λόγος. ἀρχή τις ἦν Ἀθήνησιν οἱ ναυτοδίκαι· Κρατερὸς γοῦν ἐν τῷ δ τῶν Ψηφισμάτων φησὶν ‘ἐὰν δέ τις ἐξ ἀμφοῖν ξένοιν γεγονὼς φρατρίζῃ, διώκειν εἶναι τῷ βουλομένῳ Ἀθηναίων, οἷς δίκαι εἰσὶ, λαγχάνειν δὲ τῇ ἕνῃ καὶ νέᾳ πρὸς τοὺς ναυτοδίκας.’ Ἀριστοφάνης Δαιταλεῦσιν ‘ἐθέλω βάψας πρὸς ναυτοδίκας ξένον ἐξαίφνης ῾̣̣᾽ - -.’

ΝΕΑΛΗΣ

Δημοσθένης ἐν τῷ κατ̓ Ἀριστογείτονος, εἰ γνήσιος. ὁ νεωστὶ ἑαλωκὼς οὕτως ἐλέγετο κατὰ μεταφορὰν τὴν ἀπὸ τῶν ἰχθύων.

ΝΕΒΡΙΖΩΝ

Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. οἱ μὲν ὡς τοῦ τελοῦντος νεβρίδα ἐνημμένου ἢ καὶ τοὺς τελουμένους διαζωννύντος νεβρίσιν, οἱ δὲ ἐπὶ τοῦ νεβροὺς διασπᾶν κατά τινα ἄρρητον λόγον. ἔστι δὲ ὁ νεβρισμὸς καὶ παρὰ Ἀριγνώτῃ ἐν τῷ περὶ τῶν τελετῶν.

ΝΕΗΛΑΤΑ

Δημοσθένης ὑπὲρ Κτησιφῶντος κατ̓ ἔλλειψιν ἀντὶ τοῦ νεήλατα ἄλφιτα, τὰ νεωστὶ ἀληλεσμένα, ἃ δὴ μέλιτι ἀναδεύοντες, ἀσταφίδας τε καὶ χλωροὺς ἐρεβίνθους ἐπεμβάλλοντες, τοῖς τὰ ἱερὰ τελοῦσιν ἔνεμον. ἐκάλουν δὲ αὐτὰ οἱ μὲν ἀμβροσίαν, οἱ δὲ μακαρίαν.

ΝΕΜΕΑΣ ΧΑΡΑΔΡΑ

Αἰσχίνης περὶ τῆς πρεσβείας. οὕτω τόπος τις ἐκαλεῖτο ἐν Πελοποννήσῳ· ‘πλησίον τῆς Νεμεάδος Χαράδρας’ Ἔφορος ἐν κγ.

ΝΕΜΕΑΣ

ΝΕΜΕΑΣ αὐλητρίδος μνημονεύει Ὑπερείδης ἐν τῷ κατὰ Πατροκλέους, εἰ γνήσιος. ὁ δὲ Πολέμων ἐν τοῖς περὶ τῆς ἀκροπόλεως παρατίθεται ψήφισμα καθ̓ ὃ ἀπείρητο Ἀθήνησιν ὄνομα πεντετηρίδος τίθεσθαι δούλῃ ἢ ἀπελευθέρᾳ ἢ πόρνῃ ἢ αὐλητρίδι· ἄξιον οὖν ἀπορῆσαι πῶς οὕτως ὠνομάζετο ἡ αὐλητρίς.

ΝΕΜΕΣΕΙΑ

Δημοσθένης ἐν τῷ κατὰ Σπουδίου. μήποτε ἑορτή τις ἦν Νεμέσεως, καθ̓ ἣν τοῖς κατοιχομένοις ἐπετέλουν τὰ νομιζόμενα.

ΝΕΩΝ

Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. περὶ τῆς πρὸς Φίλιππον τούτου φιλίας Θεόπομπος ἐν β Φιλιππικῶν ἱστορεῖ.

ΝΕΩΡΙΑ

ΝΕΩΡΙΑ καὶ ΝΕΩΣΟΙΚΟΙ· μήποτε νεώρια λέγεται ὁ τόπος ἅπας εἰς ὃν ἀνέλκονται αἱ τριήρεις καὶ πάλιν ἐξ αὐτοῦ καθέλκονται, ὡς ὑποσημαίνουσι Λυκοῦργός τε ἐν ἀπολογισμῷ ὧν πεπολίτευται καὶ Ἀνδοκίδης ἐν τῷ περὶ τῆς εἰρήνης, εἰ γνήσιος ὁ λόγος.

ΝΕΩΣΙ

Δημοσθένης κατ̓ Αἰσχίνου. πόλις ἐστὶν ἐν τῇ Φωκίδι, ἣν Ἡρόδοτος μὲν ἐν η Νεῶνα ὀνομάζει, Ἀνδροτίων δ̓ ἐν ς Άτθίδος Νεῶνας.

ΝΙΚΑΙΑ

Αἰσχίνης ἐν τῷ περὶ τῆς πρεσβείας. ἔστι δὲ πόλις τῆς Λοκρίδος ἐπιθαλαττίδιος.

ΝΙΚΑΝΩΡ

Ὑπερείδης ἐν τῷ κατὰ Δημοσθένους. τρεῖς γεγόνασι Νικάνορες, ὁ μὲν υἱὸς Βαλάκρου, ἕτερος δὲ Παρμενίωνος υἱὸς, ἄλλος δὲ Σταγειρίτης τὸ γένος, οὗ μνημονεύοι ἂν νῦν ὁ ῥήτωρ.

ΝΙΚΗ ἈΘΗΝΑ

Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. ὅτι δὲ Νίκης Ἀθηνᾶς ξόανον ἄπτερον, ἔχον ἐν μὲν τῇ δεξιᾷ ῥόαν, ἐν δὲ τῇ εὐωνύμῳ κράνος, ἐτιμᾶτο παῤ Ἀθηναίοις δεδήλωκεν Ἡλιόδωρος ὁ περιηγητὴς ἐν α περὶ ἀκροπόλεως.

ΝΟΘΕΙΑ

τὰ τοῖς νόθοις ἐκ τῶν πατρῴων διδόμενα οὕτω καλεῖται, ἦν δὲ μέχρι χιλίων δραχμῶν· Λυσίας ἐν τῷ πρὸς Καλλιφάνη ξενίας, εἰ γνήσιος, Ἰσαῖος πρὸς Λυσίβιον περὶ ἐπικλήρου. Ἀριστοφάνης Ὄρνισι τί δ̓ ἢν ὁ πατὴρ ἐμοὶ διδῷ τὰ χρήματα τὰ νοθεἶ ἀποθνήσκων; ὁ νόμος αὐτὸν οὐκ ἐᾷ. τίνων δ̓ οὐκ ἐξῆν τοῖς νόθοις μετέχειν δεδήλωκεν Ὑπερείδης ἐν τῷ κατ̓ Ἀρισταγόρας β. Δημοσθένης δ̓ ἐν τῷ κατ̓ Ἀριστοκράτους φησὶν ὡς εἰς τὸ Κυνόσαργες ἐτέλουν.

ΝΟΜΟΦΥΛΑΚΕΣ

ἀρχή τις παῤ Ἀθηναίοις οὕτως ἐκαλεῖτο, διαφέρουσα τῶν θεσμοθετῶν· Δείναρχος καθ̓ Ἱμεραίου καὶ ἐν τῷ κατὰ Πυθέου. Φιλόχορος δὲ ἐν τῷ ζ ἄλλα τέ τινα διεξῆλθε περὶ αὐτῶν καὶ ὅτι οὗτοι τὰς ἀρχὰς ἐπηνάγκαζον τοῖς νόμοις χρῆσθαι.

ΝΟΤΙΟΝ

Λυσίας κατὰ Μαντίου. ὅτι δέ ἐστι χωρίον προκείμενον τῆς Κολοφωνίων πόλεως Θεόπομπος ἐν τῇ ιε φησίν.

ΝΥΜΦΑΙΟΝ

Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντός φησι ‘Νύμφαιον τὸ ἐν τῷ Πόντῳ.’ Κρατερὸς δὲ ἐν θ τῶν Ψηφισμάτων φησὶν ὅτι Ἀθηναίοις τὸ Νύμφαιον ἐτέλει τάλαντον.