Λεξικὸν τῶν δέκα ῥητόρων
Συγγραφέας:
Μ
Valerius Harpocration. Harpocrationis Lexicon in decem oratores Atticos. Wilhelm Dindorf. Oxonii, E Typographeo Academico. Oxford. 1853.


Α | Β | Γ | Δ | Ε | Ζ | Η | Θ | Ι | Κ | Λ | Μ | Ν | Ξ | Ο | Π | Ρ | Σ | Τ | Υ | Φ | Χ | Ψ



ΜΑΙΜΑΚΤΗΡΙΩΝ

ὁ πέμπτος μὴν παῤ Ἀθηναίοις· Δημοσθένης ἐν τῷ πρὸς Τιμόθεον. ὠνόμασται δὲ ἀπὸ Διὸς μαιμάκτου. μαιμάκτης δ̓ ἐστὶν ὁ ἐνθουσιώδης καὶ ταρακτικὸς, ὥς φησι Λυσιμαχίδης ἐν τῷ περὶ τῶν Ἀθήνησι μηνῶν· ἀρχὴν δὲ λαμβάνοντος τοῦ χειμῶνος ἐν τούτῳ τῷ μηνὶ ὁ ἀὴρ ταράττεται καὶ μεταβολὴν ἴσχει.

ΜΑΚΡΟΚΕΦΑΛΟΙ

Ἀντιφῶν ἐν τῷ περὶ ὁμονοίας. ἔθνος ἐστὶν οὕτω καλούμενον, οὗ καὶ Ἡσίοδος μέμνηται ἐν γ Γυναικῶν καταλόγῳ. Παλαίφατος δ̓ ἐν ζ Τρωϊκῶν ἐν τῇ Λιβύῃ φησὶν ὑπεράνω Κόλχων οἰκεῖν τοὺς Μακροκεφάλους.

ΜΑΛΚΙΟΜΕΝ

Δημοσθένης θ Φιλιππικῶν φησὶ ‘μένομεν καὶ μαλακιζόμεθα.’ ἐν ἐνίοις γράφεται μαλκίομεν, ὅπερ δηλοῖ τὸν ὄρρον φρίττειν. Αἰσχύλος ἔλα, δίωκ̓ ἀκμῆτι μαλκίων ποδί.

ΜΑΛΘΗ

ὁ μεμαλαγμένος κηρός· Δημοσθένης ἐν τῷ κατὰ Στεφάνου. Ἱππῶναξ ἔπειτα μάλθῃ τὴν τρόπιν παραχρίσας.

ΜΑΝΤΙΝΕΩΝ ΔΙΟΙΚΙΣΜΟΣ

Ἰσοκράτης ἐν τῷ περὶ τῆς εἰρήνης περὶ Λακεδαιμονίων λέγων φησὶ ‘Μαντινέας διῴκισαν,’ καὶ Ἔφορος ἐν τῇ κ φησὶν ὅτι εἰς ε κώμας τὴν Μαντινέων διῴκισαν πόλιν Λακεδαιμόνιοι.

ΜΑΡΓΙΤΗΣ

Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος ‘ἐπωνυμίαν δὲ Ἀλεξάνδρῳ Μαργίτην ἔθετο.’ καὶ Μαρσύας ἐν ε τῶν περὶ Ἀλεξάνδρου ἱστορεῖ λέγων Μαργίτην ὑπὸ Δημοσθένους καλεῖσθαι τὸν Ἀλέξανδρον. ἐκάλουν δὲ τοὺς ἀνοήτους οὕτω διὰ τὸν εἰς Ὅμηρον ἀναφερόμενον Μαργίτην, ὅπερ ποίημα Καλλίμαχος θαυμάζειν ἔοικεν.

ΜΑΡΩΝΕΙΑ

Δημοσθένης ἐν τῇ πρὸς Πανταίνετον παραγραφῇ. τόπος ἐστὶ τῆς Ἀττικῆς. ἔστι μέντοι καὶ πόλις ἐν Θρᾴκῃ Μαρώνεια, ἥν φασιν εἶναι τὴν ὑφ̓ Ὁμήρου Ἴσμαρον καλουμένην· μνημονεύουσι δὲ αὐτῆς Δημοσθένης τε ἐν τῷ πρὸς Πολυκλέα καὶ Ἔφορος ἐν τῇ δ.

ΜΑΣΣΑΛΙΑ

Ἰσοκράτης μέν φησιν ἐν Ἀρχιδάμῳ ὡς Φωκαεῖς φυγόντες τὴν τοῦ μεγάλου βασιλέως δεσποτείαν εἰς Μασσαλίαν ἀπῴκησαν· ὅτι δὲ πρὸ τούτων τῶν χρόνων ἤδη ὑπὸ Φωκαέων ᾤκιστο ἡ Μασσαλία καὶ Ἀριστοτέλης ἐν τῇ Μασσαλιωτῶν πολιτείᾳ δηλοῖ.

ΜΑΣΤΕΙΡΑ

ἐν η Φιλιππικῶν Δημοσθένης ‘τῶν μὲν ἐν Θρᾴκῃ κακῶν· τί γὰρ ἂν ἄλλο τις εἴποι Δρογγίλον καὶ Καβύλην καὶ Μάστειραν;’ μήποτε γραπτέον Βάστειραν ἢ Πίστειραν ἢ Ἐπίμαστον, ἐπεὶ ταύτας τὰς πόλεις εὑρίσκομεν παῤ Ἀναξιμένει ἐν ζ τῶν περὶ Φίλιππον, τὴν δὲ Μάστειραν οὐδαμοῦ μνήμης τυχοῦσαν.

ΜΑΣΤΗΡΕΣ

Ὑπερείδης ἐν τῷ πρὸς Πάγκαλον. ἔοικεν ἀρχή τις εἶναι ἀποδεδειγμένη ἐπὶ τὸ ζητεῖν τὰ κοινὰ τοῦ δήμου, ὡς οἱ ζητηταὶ καὶ οἱ ἐν Πελλήνῃ μάστροι, ὡς Ἀριστοτέλης ἐν τῇ Πελληνέων πολιτείᾳ.

ΜΑΤΡΥΛΕΙΟΝ

Δείναρχος ἐν τῷ κατὰ Προξένου. Ἡρακλέων καὶ Δίδυμος τόπον τινά φασιν εἶναι ἐν ᾧ γρᾶες διατρίβουσαι δέχονται τοὺς βουλομένους καταμεθυσθῆναι· Μένανδρος Ἐπιτρέπουσιν οὐκ οἰμώξεται καταφθαρεὶς ἐν ματρυλείῳ τὸν βίον;

ΜΑΥΣΩΛΟΣ

Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους. ὄνομα κύριον, ἄρχων Καρῶν. φησὶ δὲ αὐτὸν Θεόπομπος μηδενὸς ἀπέχεσθαι πράγματος χρημάτων ἕνεκα.

ΜΑΧΑΤΑΣ

ὄνομα κύριον.

ΜΕΔΙΜΝΟΣ

Δείναρχος ἐν τῷ κατὰ Καλλισθένους. μέτρον ἐστὶ ξηρῶν, οἷον πυρῶν ἢ κριθῶν, ἔχει δὲ χοίνικας μη, καθά φησι Νίκανδρος ὁ Θυατειρηνὸς ἐν τοῖς ἐξηγητικοῖς τῆς Ἀττικῆς διαλέκτου.

ΜΕΘΩΝΗ

Δημοσθένης Φιλιππικοῖς. λέγοι ἂν τὴν ἐν Θρᾴκῃ, ἣν πολιορκῶν Φίλιππος ἐξεκόπη τὸν δεξιὸν ὀφθαλμόν. Δημήτριος δ̓ ὁ Μάγνης ἐν ταῖς Συνωνύμοις πόλεσι τέσσαρας εἶναί φησι Μεθώνας.

ΜΕΙΟΝ

ΜΕΙΟΝ καὶ ΜΕΙΑΓΩΓΟΣ· Ἰσαῖος ἐν τῷ πρὸς Στρατοκλέα ‘παρέ- στησε μεῖον.’ θῦμά ἐστιν ὃ τοῖς φράτορσι παρεῖχον οἱ τοὺς παῖδας εἰσάγοντες εἰς τούτους. Ἐρατοσθένης δ̓ ἐν τοῖς περὶ κωμῳδίας φησὶν οὕτως ‘νόμου ὄντος μὴ μεῖον εἰσάγειν ὡρισμένου τινὸς, ἐπισκώπτοντες μετὰ παιδιᾶς πάντα τὸν εἰσάγοντα μεῖον ἔφασαν εἰσάγειν, ὅθεν τὸ μὲν ἱερεῖον μεῖον προσηγορεύθη, μειαγωγὸς δὲ ὁ εἰσά- γων.’ Ἀπολλόδωρος ἐν τοῖς περὶ θεῶν ‘οἱ φράτορές’ φησιν, ‘ἵνα μείζονας νέμωνται μερίδας, ἐφώνουν ἑστῶτες ἱστάνειν δεῖν, μεῖον γάρ ἐστι.’ περὶ δὲ τοῦ μειαγωγοῦ Εὔπολις ἐν Δήμοις τοιγαροῦν στρατηγὸς οὐδεὶς ἐξ ἐκείνου τοῦ χρόνου ἐδύναθ̓, ὥσπερ μειαγωγὸς ἑστιῶν ῾̣̣᾽?̣̣̔᾽- -῾̣̣᾽- τῆς τοῦδε νίκης πλείον̓ ἑλκύσαι σταθμόν.

ΜΕΙΑΓΩΓΗΣΑΙ δέ ἐστι τὸ ἐπιδοῦναι τοῖς φράτορσι τὸ μεῖον, ὡς Λυσίας ἐν τῷ κατὰ Δημοσθένους ἐπιτροπῆς.
ΜΕΛΑΝΙΠΠΕΙΟΝ

Λυκοῦργος ἐν τῷ κατὰ Λυκόφρονος. Μελανίππου τοῦ Θησέως ἡρῷόν ἐστιν, ὥς φησιν Ἀσκληπιάδης Τραγῳδουμένοις. Κλείδημος δ̓ ἐν α Ἀτθίδος ἐν Μελίτῃ αὐτὸ εἶναι λέγει.

ΜΕΛΑΝΩΠΟΣ

Δημοσθένης κατ̓ Ἀνδροτίωνος. ὄνομα κύριον, κηδεστὴς Διοφάντου τοῦ ῥήτορος.

ΜΕΛΙΝΗ

Δημοσθένης Φιλιππικοῖς. ὀσπρίου ἐστὶ σπέρμα, καὶ ἀρσενικῶς λέγουσι· θηλυκῶς δὲ Σοφοκλῆς Τριπτολέμῳ ‘κνήμη με- λίνης’καὶ Ἡρόδοτος ‘σπείροντες μελίνην.’ Ξενοφῶν Ἀναβάσεως α ‘καὶ σίτου καὶ μελίνης,’ ἐν δὲ τῷ αὐτῷ ‘πολὺν δὲ σήσαμον καὶ μέλινον’ καὶ ἐν ς ‘καὶ ὄσπρια πάντα καὶ μελίνους.’ ἔνιοι μὲν οὖν εἶδος κέγχρου νομίζουσι τὴν μελίνην, ὅπερ τινὰς καλεῖν ἔλυμον· Θεόφραστος δὲ ἐν ζ περὶ φυτῶν ὡς διαφέροντα ταῦτα ἀναγράφει, ‘κέγχρον ἢ μελίνην ἢ ἔλυμον.’

ΜΕΛΙΤΗ

Δημοσθένης ἐν τῷ κατὰ Κόνωνος. δῆμός ἐστι τῆς Κεκροπίδος· κεκλῆσθαι δέ φησι τὸν δῆμον Φιλόχορος ἐν γ ἀπὸ Μελίτης θυγατρὸς κατὰ μὲν Ἡσίοδον Μύρμηκος, κατὰ δὲ Μουσαῖον Δίου τοῦ Ἀπόλλωνος.

ΜΕΝΔΗ

Δημοσθένης κατὰ Λακρίτου. μία πόλις ἐστὶ τῶν ἐν Παλλήνῃ Μένδη, ὑπὸ Ἐρετριέων ᾠκισμένη.

ΜΕΝΕΛΑΟΣ

Δημοσθένης Φιλιππικοῖς. ἀδελφὸς Φιλίππου ὁμοπάτριος.

ΜΕΣΕΓΓΥΗΜΑ

τὸ ὁμολογηθὲν ἀργύριον παῤ ἀνδρὶ μέσῳ γινομένῳ ἐγγυητῇ τῆς ἀποδόσεως. καὶ ΜΕΣΕΓΓΥΗΣΑΣΘΑΙ τὸ ποιῆσαι τοῦτο λέγεται, ὡς ὑποσημαίνει Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος.

ΜΕΤΑΓΕΙΤΝΙΩΝ

Ὑπερείδης ἐν τῷ ὑπὲρ Ξενίππου. ὁ δεύτερος μὴν παῤ Ἀθηναίοις οὕτω καλεῖται. ἐν δὲ τούτῳ Ἀπόλλωνι Μεταγειτνίῳ θύουσιν, ὡς Λυσιμαχίδης ἐν τῷ περὶ τῶν Ἀθήνησι μηνῶν.

ΜΕΤΑΛΛΕΙΣ

Λυσίας ἐν τῷ πρὸς Διοχάρη, εἰ γνήσιος. οἱ τὰ μέταλλα ἐργαζόμενοι μεταλλεῖς ὀνομάζονται. ἔστι δὲ καὶ δρᾶμα Φερεκράτους Μεταλλεῖς, ὅπερ Νικόμαχόν φησι πεποιηκέναι Ἐρατοσθένης ἐν ζ περὶ τῆς ἀρχαίας κωμῳδίας.

ΜΕΤΑΠΥΡΓΙΟΝ

Λυσίας ἐν τῷ περὶ τῶν ἰδίων εὐεργεσιῶν. τὸ ἐν μέσῳ οἰκοδόμημα τῶν ἐπὶ τοῦ τείχους πύργων μεταπύργιον ἐλέγετο. οὕτω καὶ Θουκυδίδης πολλάκις, ὥσπερ ἐν τῇ γ.

ΜΕΤΟΙΚΙΟΝ

Ὑπερείδης ἐν τῷ κατ̓ Ἀρισταγόρας. μέτοικος μέν ἐστιν ὁ ἐξ ἑτέρας πόλεως μετοικῶν ἐν ἑτέρᾳ καὶ μὴ πρὸς ὀλίγον ὡς ξένος ἐπιδημῶν, ἀλλὰ τὴν οἴκησιν αὐτόθι καταστησάμενος. ἐδίδοντο δὲ ὑπ̓ αὐτῶν καθ̓ ἕκαστον ἔτος δραχμαὶ ιβ, ὅπερ ὠνόμαστο μετοίκιον, ὡς δηλοῖ Εὔβουλος ἐν τῇ Πλαγγόνι. Ἰσαῖος δ̓ ἐν τῷ κατ̓ Ἐλπαγόρου καὶ Δημοφάνους ὑποσημαίνει ὅτι ὁ μὲν ἀνὴρ ιβ δραχμὰς ἐτέλει μετοίκιον, ἡ δὲ γυνὴ ς, καὶ ὅτι τοῦ υἱοῦ τελοῦντος ἡ μήτηρ οὐκ ἐτέλει· μὴ τελοῦντος δ̓ ἐκείνου αὐτὴ τελεῖ. ὅτι δὲ καὶ οἱ δοῦλοι ἀφεθέντες ὑπὸ τῶν δεσποτῶν ἐτέλουν τὸ μετοίκιον ἄλλοι τε τῶν κωμικῶν δεδηλώκασι καὶ Ἀριστομένης. Μένανδρος δ̓ ἐν Ἀνατιθεμένῃ καὶ ἐν Διδύμαις πρὸς ταῖς ιβ δραχμαῖς καὶ τριώβολόν φησι τούτους τελεῖν, ἴσως τῷ τελώνῃ. οἱ μέντοι μὴ τιθέντες τὸ μετοίκιον μέτοικοι ἀπήγοντο πρὸς τοὺς πωλητὰς, καὶ εἰ ἑάλωσαν ἐπιπράσκοντο, ὥς φησι Δημοσθένης ἐν τῷ κατ̓ Ἀριστογείτονος. ἐνεβίβαζον δὲ καὶ εἰς τὰς ναῦς τοὺς μετοίκους, ὡς ὁ αὐτὸς ῥήτωρ ἐν Φιλιππικοῖς δηλοῖ. ἐκάλουν δὲ οἱ κωμικοὶ σκαφέας τοὺς μετοίκους, ἐπεὶ ἐν ταῖς πομπαῖς τὰς σκάφας ἐκόμιζον οὗτοι.

ΜΕΤΟΙΩΝΙΣΑΣΘΑΙ

ἀντὶ τοῦ μεταθέσθαι τὸν φαῦλον οἰωνὸν Δείναρχος ἐν τῷ κατὰ Δημοσθένους.

ΜΕΤΡΟΝΟΜΟΙ

ἀρχή τις Ἀθήνησίν ἐστιν ἡ τῶν μετρονόμων, ὡς Δείναρχος ἐν τῷ κατὰ Καλλισθένους. ἦσαν δὲ τὸν ἀριθμὸν ι, ε μὲν εἰς Πειραιᾶ, ε δ̓ εἰς ἄστυ, εἶχον δὲ τὴν ἐπιμέλειαν ὅπως δίκαια ᾖ τὰ μέτρα τῶν πωλούντων, ὡς καὶ Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ δηλοῖ.

ΜΕΤΑΥΛΟΣ

Λυσίας ἐν τῇ ὑπὲρ τοῦ Ἐρατοσθένους φόνου ἀπολογίᾳ. μέταυλός ἐστιν ἡ ῥυπαρὰ λεγομένη αὐλὴ, οὗ ὄρνιθες ἦσαν· Ἀριστοφάνης Λημνίαις καὶ Μένανδρος Θαΐδι.

ΜΗΚΥΒΕΡΝΑ

Ὑπερείδης ἐν τῷ κατὰ Δημάδου. πόλις ἐστὶν ἐν Θρᾴκῃ σταδίους κ ἀπέχουσα τῆς Ὀλύνθου ἡ Μηκύβερνα.

ΜΗΛΟΒΙΟΣ

Ὑπερείδης ἐν τῷ κατ̓ Αὐτοκλέους. ἔστι δὲ εἷς τῶν λ τῶν παῤ Ἀθηναίοις τυραννησάντων.

ΜΗΥΡΩΙΟΝ

Λυκοῦργος ἐν τῷ κατ̓ Ἀριστογείτονος. τοὺς νόμους ἔθεντο ἀναγράψαντες ἐν τῷ μητρῴῳ· δηλοῖ Δείναρχος ἐν τῷ κατὰ Πυθέου.

ΜΙΚΩΝ

Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας ‘καὶ Μίκωνα τὸν γράψαντα καταδεῶς τοὺς Ἕλληνας ἐζημίωσαν.’

ΜΟΛΠΙΣ

Λυσίας ἐν τῷ περὶ τοῦ Διογένους κλήρου φησὶ ‘Μόλπις ὁ τῶν ι τῶν ἐν Πειραιεῖ.’ οἱ δ̓ ἄρα κατὰ τοὺς λ δέκα ἄνδρες ἦρχον ἐν Πειραιεῖ, ὧν εἷς ἦν ὁ Μόλπις, ὡς Ἀνδροτίων ἐν γ Ἀτθίδος.

ΜΟΙΡΟΚΛΗΣ

ὄνομα κύριον, Σαλαμίνιος, τῶν παῤ Ἀθηναίοις οὐκ ἀφανῶς πολιτευσαμένων.

ΜΟΙΡΟΛΟΓΧΗΣΑΙ

ἀντὶ τοῦ μέρους μεταλαβεῖν Ἀντιφῶν ἐν τῇ πρὸς Καλλίου ἔνδειξιν ἀπολογίᾳ.

ΜΟΥΝΥΧΙΑ

Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. τόπος παραθαλάσσιος ἐν τῇ Ἀττικῇ. Ἑλλάνικος δὲ ἐν β Ἀτθίδος ὠνομάσθαι φησὶν ἀπὸ Μουνύχου τινὸς βασιλέως τοῦ Παντακλέους.

ΜΟΥΝΤΧΙΩΝ

Ὑπερείδης ἐν τῷ ὑπὲρ Ξενοφίλου. ὁ δέκατος μὴν παῤ Ἀθηναίοις οὕτω καλεῖται, ἐν δὲ τούτῳ τῷ μηνὶ Ἀρτέμιδι θύεται Μουνυχίᾳ.

ΜΟΥΣΑΙΟΣ

Λυσίας πρὸς τὴν Μιξιδήμου γραφὴν, εἰ γνήσιος, ‘καὶ δύο παῖδας αὐτῷ ἀκολούθους εἶναι, ὧν οὗτος τὸν μὲν Μουσαῖον καλεῖ, τὸν δὲ Ἡσίοδον.’ ὅτι μὲν ὁ κρινόμενος ἐπετήδευσε τοὺς οἰκέτας οὕτω καλεῖν δῆλον· περὶ δὲ Μουσαίου Ἀριστόξενος ἐν τοῖς Πραξιδαμαντείοις φησὶν ὅτι οἱ μὲν ἐκ Θρᾴκης εἰρήκασι τὸν ἄνδρα εἶναι, οἱ δὲ αὐτόχθονα ἐξ Ἐλευσῖνος. εἰρήκασι δὲ περὶ αὐτοῦ ἄλλοι τε καὶ Γλαῦκος.

ΜΟΡΑΝ

Δημοσθένης Φιλιππικοῖς. συντάγματά τινα Λακωνικὰ οὕτω καλεῖται. διείλεκται δὲ περὶ τούτων Ἀριστοτέλης ἐν τῇ Λακεδαιμονίων πολιτείᾳ. φησὶ δὲ ὡς εἰσὶ μόραι ἓξ ὠνομασμέναι, καὶ διῄρηνται εἰς τὰς μόρας Λακεδαιμόνιοι πάντες. Ξενοφῶν δὲ ἐν τῇ Λακώνων πολιτείᾳ φησὶν ‘ἑκάστη δὲ τῶν πολιτικῶν μορῶν ἔχει πολέμαρχον ἕνα, λοχαγοὺς δ, πεντηκοστύας η, ἐνωμοτάρχας ις.’

ΜΥΛΩΘΡΟΣ

ὁ μυλῶνα κεκτημένος καὶ ἐργαζόμενος ἐν αὐτῷ· Δείναρχος ἐν τῷ κατὰ Καλλισθένους πολλάκις. ἔστι δὲ καὶ παρὰ τοῖς κωμικοῖς πολὺ τοὔνομα.

ΜΥΡΙΟΙ ΕΝ ΜΕΓΑΛΗΙ ΠΟΛΕΙ

Δημοσθένης ἐν τῷ κατ̓ Αἰσχίνου. συνέδριόν ἐστι κοινὸν Ἀρκάδων ἁπάντων, οὗ πολλάκις μνημονεύουσιν οἱ ἱστορικοί. διείλεκται δὲ περὶ αὐτῶν καὶ Ἀριστοτέλης ἐν τῇ κοινῇ Ἀρκάδων πολιτείᾳ, ἀρχόμενος τοῦ βιβλίον.

ΜΥΡΤΑΝΟΝ

Δημοσθένης ὑπὲρ Κτησιφῶντος. φρούριον ἦν ἐν Θρᾴκῃ, ὡς Μαρσύας ὁ πρεσβύτερος ἐν ζ Μακεδονικῶν καὶ Ἀναξιμένης ἐν Φιλιππικοῖς.

ΜΥΡΤΙΣ

Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος καταλέγων τοὺς προδεδωκότας ἑκάστην πόλιν φησὶν ‘Ἀργείους Μύρτις, Τελέδαμος, Μνασέας.’ Θεόπομπος δ̓ ἐν τῇ να Πασέαν καὶ Ἀμυρταῖον ὀνομάζει τῶν Ἀργείων τοὺς μακεδονίζοντας. ἰδεῖν οὖν εἰ γραφικά ἐστιν ἁμαρτήματα.

ΜΥΣΩΝ ΛΕΙΑΝ

Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. παροιμία τίς ἐστιν οὕτω λεγομένη, ἥν φησι Δήμων ἐν α περὶ παροιμιῶν τὴν ἀρχὴν λαβεῖν ἀπὸ τῶν καταδραμόντων ἀστυγειτόνων τε καὶ λῃστῶν τὴν Μυσίαν κατὰ τὴν Τηλέφου τοῦ βασιλέως ἀποδημίαν. κέχρηνται δὲ τῇ παροιμίᾳ ἄλλοι τε καὶ Στράττις ἐν Μηδείᾳ καὶ Σιμωνίδης ἐν ἰάμβοις.