Λεξικὸν τῶν δέκα ῥητόρων
Συγγραφέας:
Ρ
Valerius Harpocration. Harpocrationis Lexicon in decem oratores Atticos. Wilhelm Dindorf. Oxonii, E Typographeo Academico. Oxford. 1853.


Α | Β | Γ | Δ | Ε | Ζ | Η | Θ | Ι | Κ | Λ | Μ | Ν | Ξ | Ο | Π | Ρ | Σ | Τ | Υ | Φ | Χ | Ψ



ῬΑΙΣΑΣ

ἀντὶ τοῦ ῥᾷον ἔχων ἐκ τῆς νόσου Δημοσθένης Φιλιππικοῖς.

ῬΗΝΑΙΑ

Ὑπερείδης Δηλιακῷ. ἔστι δὲ νῆσος πλησίον Δήλου.

ῬΗΤΟΡΙΚΗ ΓΡΑΦΗ

Ἰσαῖος ἐν τῷ πρὸς Εὐκλείδην. ἔοικε ῥητορικὴ γραφὴ καλεῖσθαι ἡ κατὰ ῥήτορος γράψαντός τι ἢ εἰπόντος ἢ πράξαντος παράνομον, ὥσπερ λέγεται καὶ πρυτανικὴ ἡ κατὰ πρυτάνεως καὶ ἐπιστατικὴ ἡ κατ̓ ἐπιστάτου. ἴσως δὲ καὶ κατὰ τοῦτο ῥητορικαὶ γραφαί τινες καλοῦνται, ὅτι κατὰ διαφόρους νόμους αἱ κατὰ τῶν ῥητόρων γραφαὶ εἰσάγονται, ὡς Ἀντιφῶν ἐν τῷ κατὰ πρυτάνεως, εἰ γνήσιος, ὑποσημαίνει.

ῬΙΝΩΝ

Ἰσοκράτης ἐν τῇ πρὸς Καλλίμαχον παραγραφῇ. ὄνομα κύριον.

ῬΟΔΟΓΟΤΝΗ

γυνὴ μὲν Ὑστάσπου, Ξέρξου δὲ καὶ Δαρείου μήτηρ.

ῬΟΔΩΝΙΑ

Δημοσθένης ἐν τῷ περὶ τῶν Ἀρεθουσίου ἀνδραπόδων. ῥοδωνιά ἐστιν ἡ τῶν ῥόδων φυτεία, ὥσπερ ἰωνιὰ ἡ τῶν ἴων, ὡς Ἑκαταῖος ἐν α περιηγήσεως δηλοῖ.

ῬΟΘΙΟΝ

Ὑπερείδης ἐν τῷ περὶ τοῦ Πολύευκτον στρατηγεῖν. ῥόθιον καλεῖται παρὰ τὸν ῥόθον τὸν ἐκ τῶν κωπῶν ἀκουόμενον, ὅταν σφοδρῶς ἐλαύνωσιν. τοὔνομα παρὰ πολλοῖς καὶ παῤ Ἀριστοφάνει ἐν Ἱππεῦσι καὶ Θουκυδίδῃ ἐν δ.

ῬΟΠΤΡΟΝ

Λυσίας κατ̓ Ἀνδοκίδου ἀσεβείας ‘ἔδησε τὸν ἵππον ἐκ τοῦ ῥόπτρου τοῦ ἱεροῦ.’ νῦν τὸν τῆς θύρας κρίκον λέγει, ὡς καὶ ἄλλοι, Ἀριστοφάνης Ἀμφιάρεῳ, Ξενοφῶν Ἑλληνικῶν ς.

ῬΥΤΑ

συνεσταλμένως εἶδός ἐστι ποτηρίου· Δημοσθένης κατὰ Μειδίου. ἐκτεταμένως τὰ παῤ ἡμῖν λεγόμενα ὁμοίως Κρατῖνος ἐν Ὥραις.