Λεξικόν των δέκα ρητόρων/Ζ
←Ε | Λεξικὸν τῶν δέκα ῥητόρων Συγγραφέας: Ζ |
Η→ |
Valerius Harpocration. Harpocrationis Lexicon in decem oratores Atticos. Wilhelm Dindorf. Oxonii, E Typographeo Academico. Oxford. 1853. |
- ΖΕΙΡΑ
ΖΕΙΡΑ ἤτοι ΣΕΙΡΑ· ὥς τινες, ἦν ἔνδυμά τι ὃ ἐπενεδύοντο μετὰ τοὺς χιτῶνας ὥσπερ ἐφαπτίδας· Λυσίας ἐν τῷ κατὰ Φιλίππου, εἰ γνήσιος. καὶ Ξενοφῶν ἐν ζ Ἀναβάσεως περὶ Θρᾳκῶν λέγων φησὶ ‘καὶ ζειρὰς μέχρι ποδῶν ἐπὶ τῶν ἵππων εἶχον, ἀλλ̓ οὐ χλαμύδας.’
- ΖΕΥΞΙΣ
Ἰσοκράτης περὶ τῆς ἀντιδόσεως. ἄριστος τῶν κατ̓ ἐκεῖνον τὸν χρόνον ζωγράφων.
- ΖΗΛΟΤΥΠΟΥΝ
Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος ἀντὶ τοῦ μισοῦν· ζηλοῦν γὰρ τὸ μακαρίζειν, ζηλοτυπεῖν δὲ τὸ εἰς ἀπέχθειαν ἐληλυθέναι.
- ΖΗΤΗΤΗΣ
ἀρχή τις Ἀθήνησι κατὰ καιροὺς καθισταμένη, εἴ ποτε τοὺς ἀδικοῦντάς τι δημοσίᾳ δέοι ζητεῖν· Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους καὶ Ἀνδοκίδης ἐν τῷ περὶ ἐνδείξεως. οὗτος δὲ ὁ ῥήτωρ καὶ ζητητής ποτε ἐγένετο, ὥς φησι Λυσίας καὶ Ἰσοκράτης καὶ Πλάτων ὁ κωμικὸς Πρέσβεσιν.