Λεξικὸν τῶν δέκα ῥητόρων
Συγγραφέας:
Χ
Valerius Harpocration. Harpocrationis Lexicon in decem oratores Atticos. Wilhelm Dindorf. Oxonii, E Typographeo Academico. Oxford. 1853.


Α | Β | Γ | Δ | Ε | Ζ | Η | Θ | Ι | Κ | Λ | Μ | Ν | Ξ | Ο | Π | Ρ | Σ | Τ | Υ | Φ | Χ | Ψ



ΧΑΡΑΚΑ

Δημοσθένης τὸ χαράκωμα ὃ περιεβάλλοντό τινες στρατοπέδῳ ἐπὶ σωτηρίᾳ. Μένανδρος Ἀσπίδι πολλοὶ γὰρ ἐκλελοιπότες τὸν χάρακα τὰς κώμας ἐπόρθουν.

ΧΑΛΚΕΙΑ

Ὑπερείδης ἐν τῷ κατὰ Δημέου ξενίας. τὰ Χαλκεῖα ἑορτὴ παῤ Ἀθηναίοις τῇ Ἀθηνᾷ ἀγομένης Πυανεψιῶνος ἕνῃ καὶ νέᾳ, χειρώναξι κοινὴ, μάλιστα δὲ χαλκεῦσιν, ὥς φησιν Ἀπολλώνιος ὁ Ἀχαρνεύς. Φανόδημος δὲ οὐκ Ἀθηνᾷ φησιν ἄγεσθαι τὴν ἑορτὴν ἀλλ̓ Ἡφαίστῳ. γέγραπται δὲ καὶ Μενάνδρῳ δρᾶμα Χαλκεῖα.

ΧΑΡΙΚΛΗΣ

εἷς τῶν λ· Λυσίας.

ΧΕΡΝΙΒΩΝ

Δημοσθένης ἐν τῷ κατ̓ Ἀνδροτίωνος ‘καὶ χερνίβων καὶ κανῶν ἁψόμενον.’ εἴη δ̓ ἂν ἀπ̓ ὀρθῆς τῆς χέρνιψ γενικὴ πληθυντικὴ χερνίβων· τῆς γὰρ χέρνιβος μέμνηνται καὶ οἱ κωμικοὶ ὡς παραλαμβανομένης εἰς τὰς θυσίας. ὁ γοῦν Ἀριστοφάνης ἐν Ὄρνισί φησι παῖ παῖ, τὸ κανοῦν αἴρεσθε καὶ τὴν χέρνιβα.

ΧΙΛΙΟΙ ΔΙΑΚΟΣΙΟΙ

Ἰσαῖος ἐν τῷ πρὸς Ἰσχόμαχόν φησιν ‘οὐδεὶς Λυσίδης ἐστὶ τῶν διακοσίων καὶ χιλίων.’ οἱ πλουσιώτατοι Ἀθηναίων χίλιοι καὶ διακόσιοι ἦσαν, οἳ καὶ ἐλειτούργουν. μνημονεύουσι δ̓ αὐτῶν καὶ ἄλλοι ῥήτορες καὶ Φιλόχορος ἐν τῇ ς. Λυσίας δ̓ ἐν τῷ πρὸς Κλεινίαν καὶ Ἰσαῖος ἐν τῇ ὑπὲρ Νικίου συνηγορίᾳ τῷ ἀπηρτισμένῳ ἀριθμῷ ἐχρήσαντο χιλίους εἰπόντες.

ΧΙΛΙΩΘΕΝΤΑ

Λυκοῦργος ἐν τῷ κατ̓ Ἀριστογείτονος ἀντὶ τοῦ χιλίας ὀφλόντα. ὁ δ̓ αὐτὸς ῥήτωρ καὶ ἐν τῷ κατὰ Κηφισοδότου φησὶ κεχιλιῶσθαι.

ΧΙΛΩΝ

ὄνομα κύριον· Αἰσχίνης.

ΧΛΗΔΟΣ

Δημοσθένης ἐν τῷ πρὸς Καλλικλέα περὶ χωρίου βλάβης ‘ἔπειτα δὲ τὸν χλῆδον ἐκβαλὼν εἰς τὴν ὁδὸν, ἐξ ὧν ὑψηλοτέραν καὶ στενωτέραν τὴν αὐτὴν ὁδὸν πεποιῆσθαι συμβέβηκεν.’ πᾶν πλῆθος χλῆδος λέγεται, καὶ ἐστὶν οἷον σωρός τις, μάλιστα δὲ τὸ τῶν ἀποκαθαρμάτων τε καὶ ἀποψημάτων, καὶ ἡ τῶν ποταμῶν πρόσχωσις, καὶ πολὺ μᾶλλον τῶν χειμάρρων, ὃ καὶ χέραδος καλεῖται. νῦν δὲ ἔοικεν ὁ ῥήτωρ λέγειν ὅτι χοῦν καὶ φρυγανώδη τινὰ ἐκ τοῦ χωρίου σωρὸν ὁ Καλλικλῆς εἰς τὴν ὁδὸν ἐμβέβληκεν, ὡς καὶ αὐτὸς ἐν τοῖς ἑξῆς ὑποσημαίνει. κέχρηνται δὲ τῷ ὀνόματι πολλοί. Αἰσχύλος Ἀργείοις καὶ παλτὰ κἀγκυλητὰ καὶ χλῆδον βαλών.

ΧΟΕΣ

Δημοσθένης ἐν τῷ περὶ τοῦ ὀνόματος. ἑορτή τις ἦν παῤ Ἀθηναίοις ἀγομένη Ἀνθεστηριῶνος δωδεκάτῃ. φησὶ δὲ Ἀπολλόδωρος Ἀνθεστήρια μὲν καλεῖσθαι κοινῶς τὴν ὅλην ἑορτὴν Διονύσῳ ἀγομένην, κατὰ μέρος δὲ Πιθοίγια, Χόας, Χύτρους.

ΧΟΛΑΡΓΕΥΣ

Ἰσαῖος ἐν τῷ περὶ τοῦ Κίρωνος κλήρου. Χολαργία δῆμος τῆς Ἀκαμαντίδος.

ΧΟΛΛΕΙΔΑΙ

Λυσίας. δῆμος τῆς Λεοντίδος.

ΧΡΗΣΤΑΙ

δύο σημαίνει τοὔνομα τἀναντία· καὶ γὰρ τοὺς δανειστὰς, ὡς παῤ Ἰσαίῳ ἐν τῷ πρὸς Καλυδῶνα καὶ παῤ Ἀριστοφάνει ἐν Νεφέλαις· φησὶ γὰρ ὑπὸ γὰρ τόκων χρήστων τε δυσκολωτάτων ἄγομαι, φέρομαι, τὰ χρήματ̓ ἐνεχυράζομαι. ἐπὶ δὲ τοῦ δανειζομένου κέχρηνται τῷ ὀνόματι ἄλλοι τε καὶ Δημοσθένης ἐν τῇ ὑπὲρ Φορμίωνος παραγραφῇ. καὶ ἐν τῇ πρὸς Ζηνόθεμιν παραγραφῇ φησιν ‘οἱ δὲ δανεισταὶ τὸ ἐξ ἀρχῆς ἠπατημένοι, ὁρῶντες ἑαυτοῖς ἀντὶ τῶν χρημάτων ἄνθρωπον πονηρὸν χρήστην, ἄλλο δ̓ οὐδέν.’

ΧΡΥΣΙΣ

ἡ φιάλη· Δημοσθένης ἐν τῷ κατ̓ Ἀνδροτίωνος, Ἀριστοφάνης Εἰρήνῃ.

ΧΡΥΣΟΧΟΕΙΝ

Δείναρχος ἐν τῷ κατὰ Πυθέου ‘πάλιν γὰρ Αἰσχίνου ἀποφοιτήσας παρὰ τούτῳ δῆλον ὅτι χρυσοχοεῖν ἐμανθανεν, ἀλλ̓ οὐ τὸ προκείμενον αὐτῷ πράττειν ἢ πάσχειν.’ κέχρηται δὲ τῇ παροιμίᾳ καὶ Πλάτων ἐν ε Πολιτείας λέγων ‘τί δέ; ἦ δ̓ ὃς ὁ Θρασύμαχος, χρυσοχοήσοντας οἴει τούσδε νῦν ἐνθάδε ἀφῖχθαι, ἀλλ̓ οὐ λόγων ἀκουσομένους;’ ἄρξασθαι δέ φασι τὴν παροιμίαν ἐντεῦθεν. ἔπεσέ τις φήμη ποτὲ εἰς τὸ πλῆθος τὸ Ἀθηναίων ὡς ἐν Ὑμηττῷ χρυσοῦ ψῆγμα πολὺ φανείη καὶ φυλάττοιτο ὑπὸ τῶν μαχίμων μυρμήκων. οἱ δ̓ ἀναλαβόντες ὅπλα ἐξέθεον ἐπ̓ αὐτούς. ἄπρακτοι δ̓ ὑποστρέψαντες καὶ μάτην κεκακοπαθηκότες ἔσκωπτον ἀλλήλους, λέγοντες ‘σὺ δὲ ᾤου χρυσοχοήσειν,’ ὅπερ δηλοῖ, σὺ δὲ ᾤου ψῆγμα πολὺ συλλέξας καὶ χρυσοχοήσας πλουτήσειν. ἐχλευάζοντο δὲ καὶ ὑπὸ τῶν κωμικῶν· Εὔβουλος γοῦν ἐν Γλαύκῳ φησὶν ἡμεῖς ποτ̓ ἄνδρας Κεκροπίδας ἐπείσαμεν λαβόντας εἰς Ὑμηττὸν ἐξελθεῖν ὅπλα καὶ σιτἴ ἐπὶ μύρμηκας ἡμερῶν τριῶν, ὡς χρυσοτεύκτου ψήγματος πεφηνότος.

ΧΥΤΡΟΙ

Λυσίας ἐν τῷ κατ̓ Αἰσχίνου περὶ τῆς δημεύσεως τῶν Ἀριστοφάνους χρημάτων ‘ἐπειδὴ τοίνυν τοὺς Χύτρους ὁ Δημάρατος ἑάλω προδιδούς.’ πόλις ἐστὶν ἐν Κύπρῳ οὕτω καλουμένη, καθά φησι Ξεναγόρας ἐν ταῖς Νήσοις. ἔστι δὲ καὶ Ἀττική τις ἑορτὴ Χύτροι, ἧς μνημονεύει Δείναρχος ἐν τῷ κατὰ Πυθέου. ἤγετο δὲ ἡ ἑορτὴ Ἀνθεστηριῶνος τρίτῃ ἐπὶ δέκα, ὥς φησι Φιλόχορος ἐν τῷ περὶ ἑορτῶν.