Συγγραφέας:Μακηδόνιος υπατικός
(Ανακατεύθυνση από Μακηδόνιος υπατικός)
←Συγγραφείς: | Μακηδόνιος υπατικός |
Επιγράμματα από την Παλατινή Ανθολογία
- V 224 Λῆξον, Ἔρως, κραδίης τε καὶ ἥπατος
- V 233 «Αὔριον ἀθρήσκω σε». Το δ’ οὔποτε γίνεται ἡμῖν
- V 245 Κιχλίζεις, χρεμέτισμα γάμου προκέλευθον ἱεῖσα
- VI 30 Δίκτυον ἀκρομόλυβδον Ἀμύντιχος
- VII 566 Γαῖα καὶ Εἰλήθυια, σὺ μὲν τέκες
- IX 648 Ἀστὸς ἐμοὶ καὶ ξεῖνος ἀεὶ φίλος
- X 67 Μνήμη καὶ Λήθη, μέγα χαίρετον
V 224 Μακηδονίου του υπατικού
Επεξεργασία- Λῆξον, Ἔρως, κραδίης τε καὶ ἥπατος· εἰ δ’ ἐπιθυμεῖς βάλλειν, ἄλλο τί μου τῶν μελέων μετάβα.
V 233 Μακηδονίου του υπατικού
Επεξεργασία- «Αὔριον ἀθρήσκω σε». Το δ’ οὔποτε γίνεται ἡμῖν, ἠθάδος ἀμφιβολίης αἰὲν ἀεξομένης.
- Ταῦτά μοι ἱμείροντι χαρίζεαι˙ ἄλλα δ’ ἐς ἄλλους δῶρα φέρεις, ἐμέθεν πίστιν ἀπειπαμένη.
- «ὅψομε ἑσπερίη σε». τί δ’ ἕσπερός ἐστι γυναικῶν; γῆρας ἀμετρήτῳ πληθόμενων ῥυτίδι.
V 245 Μακηδονίου του υπατικού
Επεξεργασία- Κιχλίζεις, χρεμέτισμα γάμου προκέλευθον ἱεῖσα, ἥσυχά μοι νεύεις˙ πάντα μάτην ἐρέθεις.
- ὤμοσα τὴν δυςέρωτα κόρην, τριςὶν ὤμοσα πέτραις, μήποτε μειλιχίοις ὄμμασιν είσιδέειν.
- παῖζε μόνη τὸ φίλημα˙μάτην πόππυζε σεαυτῇ χείλεσιν γυμνοτάτοις, οὔ τινι μισγομένοις.
- αὐτὰρ ἐγὼν ἑτέρην ὁδὸν ἔρχομαι˙ εἰσὶ γὰρ ἄλλαι κρέσσονες εὐλέκτρον Κυπρίδος ἐργάτιδες.
VI 30 Μακηδονίου του υπατικού
Επεξεργασία- Δίκτυον ἀκρομόλυβδον Ἀμύντιχος ἀμφὶ τριαίνῃ δῆσε γέρων, ἁλίων παυςάμενος καμάτων.
- ἐς δὲ Ποσειδάωνα καὶ ἁλμυρὸν οἶδμα θαλάσσης εἶπεν ἀποσπένδων δάκρυον ἐκ βλεφάρων˙
- «Οἶσθα, μάκαρ, κέκμηκα˙ κακοῦ δ’ ἐπὶ γήραος ἡμῖν ἄλλυτος ἡβάσκει γυιοτάκης πενίῃ.
- Θρέψον ἔτι σπαῖρον τὸ γερόντιον, ἀλλ’ ἀπὸ γαίης, ὡς ἐθέλεις μεδέων καὶ χθονὶ καὶ πελάγει».
VII 566 Μακηδονίου του υπατικού
Επεξεργασία- Γαῖα καὶ Εἰλήθυια, σὺ μὲν τέκες, ἡ δὲ καλύπτεις˙ χαίρετον˙ ἀμφοτέραις ἤνυσα τὸ στάδιον.
- εἶμι δὲ μή νοέων, πόθι νίσομαι˙ οὐδὲ γὰρ ὑμέας ἢ τίνος ἢ τίς ἐὼν οἶδα πόθεν μετέβην.
IX 648 Μακηδονίου του υπατικού
Επεξεργασία- Ἀστὸς ἐμοὶ καὶ ξεῖνος ἀεὶ φίλος˙ οὐ γὰρ ἐρευνᾶν «Τίς, πόθεν ἠὲ τίνων», ἐσὶ φιλοξενίης.
- Είμαι ένας αστός και ο ξένος λένε, είναι πάντα φίλος, μην ερευνάς λοιπόν ποιος είμαι, από που και ποιών είμαι, εσύ φιλοξενείς
X 67 Μακηδονίου του υπατικού
Επεξεργασία- Μνήμη καὶ Λήθη, μέγα χαίρετον˙ ἡ μὲν ἐπ’ ἔργοις μνήμη τοῖς ἀγαθοῖς, ἡ δ’ ἐπὶ λευγαλέοις.