Επιγράμματα Σιμωνίδη
Επιγράμματα Σιμωνίδη Συγγραφέας: |
Επιγράμματα στην Παλατινή Ανθολογία
- V 159: Βοΐδιον η 'υλητρίς και Πυθιάς, αί ποτ' ερασταί
- VI 197: Ἑλλάνων ἀρχαγὸς ἐπεὶ στρατὸν ὤλεσα Μήδων
- VI 212: Εὔχεό τοι δώροισι, Κύτων, θεὸν ὧδε χαρῆναι
- VI 213: Ἓξ ἐπὶ πεντήκοντα, Σιμωνίδη, ἤραο ταύρους
- VI 214: Φημὶ Γέλων', Ἱέρωνα, Πολύζηλον, Θρασύβουλον
- VI 215: Ταῦτ' ἀπὸ δυσμενέων Μήδων ναῦται Διοδώρου
- VI 216: Σώσος καί Σωσώ σωτήρια τόνδ’ ανέθηκαν
- VI 217: Χειμερίην νιφετοῖο κατήλυσιν ἡνίκ' ἀλύξας
- VII 24: Ἡμερὶ πανθέλκτειρα, μεθυτρόφε μῆτερ ὀπώρας
- VII 25: Οὗτος Ἀνακρείοντα, τὸν ἄφθιτον εἵνεκα Μουσέων
- VII 77: Οὗτος ὁ τοῦ Κείοιο Σιμωνίδου ἐστὶ σαωτήρ
- VII 177: Σᾶμα τόδε Σπίνθηρι πατὴρ ἐπέθηκε θανόντι
- VII 248: Μυριάσιν ποτέ τήδε τριηκοσίαις εμάχοντο
- VII 249: Ω ξείν' άγγειλον Λακεδαιμονίοις
- VII 250: Ἀκμᾶς ἑστακυῖαν ἐπὶ ξυροῦ Ἑλλάδα
- VII 251: Ἄσβεστον κλέος οἵδε φίλῃ περὶ πατρίδι
- VII 253: Ει το καλώς θνήσκειν αρετής μέρος
- VII 254: Χαίρετ', ἀριστῆες πολέμου μέγα κῦδος
- VII 254Α: Κρὴς γενεὰν Βρόταχος Γορτύνιος ἐνθάδε κεῖμαι
- VII 258: Οίδε παρ' Ευρυμέδοντά ποτ' αγλαόν ώλεσαν
- VII 270: Τούσδε ποτ' ἐκ Σπάρτας ἀκροθίνια Φοίβῳ
- VII 296: Ἐξ οὗ γ' Εὐρώπην Ἀσίας δίχα πόντος ἔνειμε
- VII 300: Ἐνθάδε Πυθώνακτα κασίγνητόν τε κέκευθε
- VII 301: Εὐκλέας αἶα κέκευθε, Λεωνίδα, οἳ μετὰ σεῖο τῇδ' ἔθανον
- VII 302: Τῶν αὐτοῦ τις ἕκαστος ἀπολλυμένων ἀνιᾶται
- VII 344: Θηρῶν μὲν κάρτιστος ἐγώ, θνατῶν δ' ὃν ἐγὼ
- VII 348: Πολλὰ πιὼν καὶ πολλὰ φαγὼν καὶ πολλὰ κάκ᾿ εἰπὼν
- VII 431: Οἵδε τριακόσιοι, Σπάρτα πατρί, τοῖς συναρίθμοις
- VII 443: Τῶν δέ ποτ' ἐν στέρνοισι τανυγλώχινας ὀιστοὺς
- VII 496: Ηερίη Γεράνεια, κακὸν λέπας, ὤφελες ῎Ιστρον
- VII 507Α: Ἄνθρωπ', οὐ Κροίσου λεύσσεις τάφον, ἀλλὰ γὰρ
- VII 508: Παυσανίαν ἰητρὸν ἐπώνυμον, Ἀγχίτεω υἱόν
- VII 509: Σῆμα Θεόγνιδός εἰμι Σινωπέος
- VII 510: Σῶμα μὲν ἀλλοδαπὴ κεύθει κόνις, ἐν δέ σε πόντῳ
- VII 511: Σῆμα καταφθιμένοιο Μεγακλέος εὖτ' ἂν ἴδωμαι
- VII 512: Τῶνδε δι' ἀνθρώπων ἀρετὰν οὐχ ἵκετο καπνὸς
- VII 513: Φῆ ποτε Πρωτόμαχος, πατρὸς περὶ χεῖρας ἔχοντος
- VII 514: Αἰδὼς καὶ Κλεόδημον ἐπὶ προχοῇσι Θεαίρου
- VII 515: Αἰαῖ, νοῦσε βαρεῖα, τί δὴ ψυχαῖσι μεγαίρεις
- VII 516: Οἱ μὲν ἐμὲ κτείναντες ὁμοίων ἀντιτύχοιεν
- VII 647: Ύστατα δή τάδ' έειπε φίλαν ποτί ματέρα Γοργώ
- VII 677: Μνῆμα τόδε κλεινοῖο Μεγιστία, ὅν ποτε Μῆδοι
- IX 700: Γράψε Πολύγνωτος, Θάσιος γένος
- IX 757: Ἰφίων τόδ' ἔγραψε Κορίνθιος· οὐκ ἔνι μῶμος χερσίν
- IX 758: Κίμων ἔγραψε τὴν θύραν τὴν δεξιάν
- X 105: Χαίρει τις, Θεόδωρος ἐπεὶ θάνον
- XIII 11: Τίς εἰκόνα τάνδ' ἀνέθηκεν;
- XIII 14: Ἀργεῖος Δάνδης σταδιοδρόμος ἐνθάδε κεῖται
- XIII 19: Ἄνθηκεν τόδ' ἄγαλμα Κορίνθιος
- XIII 20: Πατρίδα κυδαίνων ἱερὴν πόλιν Ὦπις Ἀθήνης
- XIII 26: Μνήσομαι, οὐ γὰρ ἔοικεν ἀνώνυμον ἐνθάδ' Ἀρχεναύτεω
- XIII 28: Πολλάκι δὴ φυλῆς Ἀκαμαντίδος ἐν χοροῖσιν Ὧραι
- XVI 2: Γνῶθι Θεόγνητον προσιδὼν τὸν Ὀλυμπιονίκαν παῖδα
- XVI 3: Ἴσθμια καὶ Πυθοῖ Διοφῶν ὁ Φίλωνος ἐνίκα
- XVI 23: Εἶπον, τίς, τίνος ἐσσί, τίνος πατρίδος, τί δ' ἐνίκης;
- XVI 24: Μίλωνος τόδ' ἄγαλμα καλοῦ καλόν
- XVI 26: Δίρφυος ἐδμήθημεν ὑπὸ πτυχί· σῆμα δ' ἐφ' ἡμῖν
- XVI 60: Τίς ἅδε; - "Βάκχα" - Τίς δέ νιν ξέσε; - "Σκόπας"
- XVI 82: Τὸν ἐν ῾Ρόδῳ κολοσσὸν ὀκτάκις δέκα
- XVI 232: Τὸν τραγόπουν ἐμὲ Πᾶνα τὸν Ἀρκάδα
V 159 Σιμωνίδου
Επεξεργασία- Βοΐδιον ηὑλητρὶς καὶ Πυθιάς, αἵ ποτ' ἐρασταί, σοί, Κύπρι, τὰς ζώνας τάς τε γραφὰς ἔθεσαν.
- Ἔμπορε καὶ φορτηγέ, τὸ σὸν βαλλάντιον οἶδεν καὶ πόθεν αἱ ζῶναι καὶ πόθεν οἱ πίνακες.
VI 197 Σιμωνίδου
Επεξεργασία- Ἑλλάνων ἀρχαγὸς ἐπεὶ στρατὸν ὤλεσα Μήδων Παυσανίας, Φοίβῳ μνᾶμ' ἀνέθηκα τόδε.
- Τούς Μήδους τούς συνέτριψα, ηγέτης τών Ελλήνων, ο Παυσανίας, κι ενθύμιο στον Φοίβο αυτό αφιερώνω.
VI 212 Σιμωνίδου
Επεξεργασία- Εὔχεό τοι δώροισι, Κύτων, θεὸν ὧδε χαρῆναι Λητοίδην ἀγορῆς καλλιχόρου πρύτανιν,
- ὥσπερ ὑπὸ ξείνων τε καὶ οἳ ναίουσι Κόρινθον αἶνον ἔχεις χαρίτων, δέσποτα, τοῖς στεφάνοις.
VI 213 Σιμωνίδου
Επεξεργασία- Ἓξ ἐπὶ πεντήκοντα, Σιμωνίδη, ἤραο ταύρους καὶ τρίποδας, πρὶν τόνδ' ἀνθέμεναι πίνακα.
- τοσσάκι δ' ἱμερόεντα διδαξάμενος χορὸν ἀνδρῶν εὐδόξου Νίκας ἀγλαὸν ἅρμ' ἐπέβης.
VI 214 Σιμωνίδου
Επεξεργασία- Φημὶ Γέλων', Ἱέρωνα, Πολύζηλον, Θρασύβουλον, παῖδας Δεινομένευς, τοὺς τρίποδας θέμεναι
- ἐξ ἑκατὸν λιτρῶν καὶ πεντήκοντα ταλάντων δαρεικοῦ χρυσοῦ, τᾶς δεκάτας δεκάταν.
VI 215 Σιμωνίδου
Επεξεργασία- Ταῦτ' ἀπὸ δυσμενέων Μήδων ναῦται Διοδώρου ὅπλ' ἀνέθεν Λατοῖ μνάματα ναυμαχίας.
VI 216 Σιμωνίδου
Επεξεργασία- Σῶσος καὶ Σωσώ, σῶτερ, σοὶ τόνδ' ἀνέθηκαν· Σῶσος μὲν σωθείς, Σωσὼ δ', ὅτι Σῶσος ἐσώθη.
VI 217 Σιμωνίδου
Επεξεργασία- Χειμερίην νιφετοῖο κατήλυσιν ἡνίκ' ἀλύξας Γάλλος ἐρημαίην ἤλυθ' ὑπὸ σπιλάδα,
- ὑετὸν ἄρτι κόμης ἀπομόρξατο, τοῦ δὲ κατ' ἴχνος βουφάγος εἰς κοίλην ἀτραπὸν ἷκτο λέων·
- αὐτὰρ ὁ πεπταμένῃ μέγα τύμπανον, ὃ σχέθε, χειρὶ ἤραξεν, καναχῇ δ' ἴαχεν ἄντρον ἅπαν·
- οὐδ' ἔτλη Κυβέλης ἱερὸν βρόμον ὑλονόμος θὴρ μεῖναι, ἀν' ὑλῆεν δ' ὠκὺς ἔθυνεν ὄρος,
- δείσας ἡμιγύναικα θεῆς λάτριν, ὃς τάδε Ῥείᾳ ἐνδυτὰ καὶ ξανθοὺς ἐκρέμασε πλοκάμους.
VI 217 Σιμωνίδου
Επεξεργασία- Χειμερίην νιφετοῖο κατήλυσιν ἡνίκ' ἀλύξας Γάλλος ἐρημαίην ἤλυθ' ὑπὸ σπιλάδα,
- ὑετὸν ἄρτι κόμης ἀπομόρξατο, τοῦ δὲ κατ' ἴχνος βουφάγος εἰς κοίλην ἀτραπὸν ἷκτο λέων·
- αὐτὰρ ὁ πεπταμένῃ μέγα τύμπανον, ὃ σχέθε, χειρὶ ἤραξεν, καναχῇ δ' ἴαχεν ἄντρον ἅπαν·
- οὐδ' ἔτλη Κυβέλης ἱερὸν βρόμον ὑλονόμος θὴρ μεῖναι, ἀν' ὑλῆεν δ' ὠκὺς ἔθυνεν ὄρος,
- δείσας ἡμιγύναικα θεῆς λάτριν, ὃς τάδε Ῥείᾳ ἐνδυτὰ καὶ ξανθοὺς ἐκρέμασε πλοκάμους.
VII 24 Σιμωνίδου
Επεξεργασία- Ἡμερὶ πανθέλκτειρα, μεθυτρόφε μῆτερ ὀπώρας, οὔλης ἣ σκολιὸν πλέγμα φύεις ἕλικος,
- Τηίου ἡβήσειας Ἀνακρείοντος ἐπ' ἄκρῃ στήλῃ καὶ λεπτῷ χώματι τοῦδε τάφου,
- ὡς ὁ φιλάκρητός τε καὶ οἰνοβαρὴς φιλόκωμος παννύχιος κρούων τὴν φιλόπαιδα χέλυν
- κἠν χθονὶ πεπτηὼς κεφαλῆς ἐφύπερθε φέροιτο ἀγλαὸν ὡραίων βότρυν ἀπ' ἀκρεμόνων
- καί μιν ἀεὶ τέγγοι νοτερὴ δρόσος, ἧς ὁ γεραιὸς λαρότερον μαλακῶν ἔπνεεν ἐκ στομάτων.
VII 25 Σιμωνίδου
Επεξεργασία- Οὗτος Ἀνακρείοντα, τὸν ἄφθιτον εἵνεκα Μουσέων ὑμνοπόλον, πάτρης τύμβος ἔδεκτο Τέω,
- ὃς Χαρίτων πνείοντα μέλη, πνείοντα δ' Ἐρώτων τὸν γλυκὺν ἐς παίδων ἵμερον ἡρμόσατο.
- μοῦνον δ' εἰν Ἀχέροντι βαρύνεται, οὐχ ὅτι λείπων ἠέλιον Λήθης ἐνθάδ' ἔκυρσε δόμων,
- ἀλλ' ὅτι τὸν χαρίεντα μετ' ἠιθέοισι Μεγιστέα καὶ τὸν Σμερδίεω Θρῇκα λέλοιπε πόθον.
- μολπῆς δ' οὐ λήγει μελιτερπέος, ἀλλ' ἔτ' ἐκεῖνον βάρβιτον οὐδὲ θανὼν εὔνασεν εἰν ᾿Αίδῃ.
VII 77 Σιμωνίδου
Επεξεργασία- Οὗτος ὁ τοῦ Κείοιο Σιμωνίδου ἐστὶ σαωτήρ, :ὃς καὶ τεθνηὼς ζῶντ' ἀπέδωκε χάριν.
VII 177 Σιμωνίδου
ΕπεξεργασίαΣᾶμα τόδε Σπίνθηρι πατὴρ ἐπέθηκε θανόντι.
VII 248 Σιμωνίδου
Επεξεργασία- Μυριάσιν ποτὲ τῇδε τριηκοσίαις ἐμάχοντο ἐκ Πελοποννάσου χιλιάδες τέτορες.
VII 249 Σιμωνίδου
Επεξεργασία- Ὦ ξεῖν', ἀγγέλλειν Λακεδαιμονίοις, ὅτι τῇδε κείμεθα τοῖς κείνων ῥήμασι πειθόμενοι.
- (Στους νεκρούς των Θερμοπυλών)
- Ξένε, φέρε το άγγελμα στους Λακεδαιμονίους, ότι εδώ κειτόμαστε, πιστοί στις εντολές τους.
VII 250 Σιμωνίδου
Επεξεργασία- Ἀκμᾶς ἑστακυῖαν ἐπὶ ξυροῦ Ἑλλάδα πᾶσαν ταῖς αὑτῶν ψυχαῖς κείμεθα ῥυσάμενοι.
VII 251 Σιμωνίδου
Επεξεργασία- Ἄσβεστον κλέος οἵδε φίλῃ περὶ πατρίδι θέντες κυάνεον θανάτου ἀμφεβάλοντο νέφος·
- οὐδὲ τεθνᾶσι θανόντες, ἐπεί σφ' ἀρετὴ καθύπερθε κυδαίνουσ' ἀνάγει δώματος ἐξ Ἀίδεω.
VII 253 Σιμωνίδου
Επεξεργασία- Εἰ τὸ καλῶς θνῄσκειν ἀρετῆς μέρος ἐστὶ μέγιστον, ἡμῖν ἐκ πάντων τοῦτ' ἀπένειμε τύχη·
- Ἑλλάδι γὰρ σπεύδοντες ἐλευθερίην περιθεῖναι κείμεθ' ἀγηράτῳ χρώμενοι εὐλογίῃ.
- (Σε Αθηναίους νεκρούς)
- Η πιό μεγάλη αρετή άν στ’ αλήθεια είν’ θανή δοξασμένη, τότε η τύχη σέ μάς τήνε χάρισε• τί είχαμε τρέξει
- φύλακες τής λευτεριάς τής Ελλάδας κι έτσι έχουμε τώρα τάφο στόν τόπο αυτό καί χαιρόμαστε άσβεστη δόξα.
VII 254 Σιμωνίδου
Επεξεργασία- Χαίρετ', ἀριστῆες πολέμου μέγα κῦδος ἔχοντες, κοῦροι Ἀθηναίων ἔξοχοι ἱπποσύνᾳ,
- οἵ ποτε καλλιχόρου περὶ πατρίδος ὠλέσαθ' ἥβην πλείστοις Ἑλλάνων ἀντία μαρνάμενοι.
VII 254A Σιμωνίδου
Επεξεργασία- Κρὴς γενεὰν Βρόταχος Γορτύνιος ἐνθάδε κεῖμαι οὐ κατὰ τοῦτ' ἐλθών, ἀλλὰ κατ' ἐμπορίαν.
VII 258 Σιμωνίδου
Επεξεργασία- Οἵδε παρ' Εὐρυμέδοντά ποτ' ἀγλαὸν ὤλεσαν ἥβην μαρνάμενοι Μήδων τοξοφόρων προμάχοις
- αἰχμηταί, πεζοί τε καὶ ὠκυπόρων ἐπὶ νηῶν· κάλλιστον δ' ἀρετῆς μνῆμ' ἔλιπον φθίμενοι.
- Οι άντρες αυτοί, με το δόρυ πολέμησαν Πέρσες τοξότες. Στόν Ευρυμέδοντα τότε η νιότη η λαμπρή τους εχάθη,
- καί στης στεριάς τόν αγώνα καί πάνω στα γρήγορα πλοία• της αρετής τους τ’ ωραίο ενθύμιο είν’ η θανή τους.
VII 270 Σιμωνίδου
Επεξεργασία- Τούσδε ποτ' ἐκ Σπάρτας ἀκροθίνια Φοίβῳ ἄγοντας ἓν πέλαγος, μία νύξ, ἓν σκάφος ἐκτέρισεν.
VII 296 Σιμωνίδου
Επεξεργασία- Ἐξ οὗ γ' Εὐρώπην Ἀσίας δίχα πόντος ἔνειμε καὶ πόλεμον λαῶν θοῦρος Ἄρης ἐφέπει,
- οὐδαμά πω κάλλιον ἐπιχθονίων γένετ' ἀνδρῶν ἔργον ἐν ἠπείρῳ καὶ κατὰ πόντον ἅμα.
- οἵδε γὰρ ἐν Κύπρῳ Μήδων πολλοὺς ὀλέσαντες Φοινίκων ἑκατὸν ναῦς ἕλον ἐν πελάγει
- ἀνδρῶν πληθούσας· μέγα δ' ἔστεν[εν Ἀσὶς ὑπ' αὐτῶν] πληγεῖσ' ἀμφοτέραις χερσὶ κράτει πολέμου.
VII 300 Σιμωνίδου
Επεξεργασία- Ἐνθάδε Πυθώνακτα κασίγνητόν τε κέκευθε γαῖ', ἐρατῆς ἥβης πρὶν τέλος ἄκρον ἰδεῖν.
- μνῆμα δ' ἀποφθιμένοισι πατὴρ Μεγάριστος ἔθηκεν ἀθάνατον θνητοῖς παισὶ χαριζόμενος.
VII 301 Σιμωνίδου
Επεξεργασία- Εὐκλέας αἶα κέκευθε, Λεωνίδα, οἳ μετὰ σεῖο τῇδ' ἔθανον, Σπάρτης εὐρυχόρου βασιλεῦ,
- πλείστων δὴ τόξων τε καὶ ὠκυπόδων σθένος ἵππων Μηδείων τ' ἀνδρῶν δεξάμενοι πολέμῳ.
VII 302 Σιμωνίδου
Επεξεργασία- Τῶν αὐτοῦ τις ἕκαστος ἀπολλυμένων ἀνιᾶται· Νικόδικον δὲ φίλοι καὶ πόλις ἥδε ποθεῖ.
VII 344 Σιμωνίδου
Επεξεργασία- Θηρῶν μὲν κάρτιστος ἐγώ, θνατῶν δ' ὃν ἐγὼ νῦν φρουρῶ τῷδε τάφῳ λαίνῳ ἐμβεβαώς.
VII 348 Σιμωνίδου
Επεξεργασία- Πολλὰ πιὼν καὶ πολλὰ φαγὼν καὶ πολλὰ κάκ᾿ εἰπὼν ἀνθρώπους κεῖμαι Τιμοκρέων ῾Ρόδιος.
VII 431 Σιμωνίδου ή άδηλον
Επεξεργασία- Οἵδε τριακόσιοι, Σπάρτα πατρί, τοῖς συναρίθμοις Ἰναχίδαις Θυρέαν ἀμφὶ μαχεσσάμενοι,
- αὐχένας οὐ στρέψαντες, ὅπᾳ ποδὸς ἴχνια πρᾶτον ἁρμόσαμεν, ταύτᾳ καὶ λίπομεν βιοτάν.
- ἄρσενι δ' ᾿Οθρυάδαο φόνῳ κεκαλυμμένον ὅπλον καρύσσει· "Θυρέα, Ζεῦ, Λακεδαιμονίων."
- αἰ δέ τις ᾿Αργείων ἔφυγεν μόρον, ἦς ἀπ' ᾿Αδράστου· Σπάρτᾳ δ' οὐ τὸ θανεῖν, ἀλλὰ φυγεῖν θάνατος.
VII 442 Σιμωνίδου
Επεξεργασία- Εὐθυμάχων ἀνδρῶν μνησώμεθα, τῶν ὅδε τύμβος, οἳ θάνον εὔμηλον ῥυόμενοι Τεγέαν
- αἰχμηταὶ πρὸ πόληος, ἵνα σφίσι μὴ καθέληται Ἑλλὰς ἀποφθιμένου κρατὸς ἐλευθερίαν.
VII 443 Σιμωνίδου
Επεξεργασία- Τῶν δέ ποτ' ἐν στέρνοισι τανυγλώχινας ὀιστοὺς λοῦσεν φοινίσσᾳ θοῦρος Ἄρης ψακάδι.
- ἀντὶ δ' ἀκοντοδόκων ἀνδρῶν μνημεῖα θανόντων ἄψυχ' ἐμψύχων ἅδε κέκευθε κόνις.
VII 496 Σιμωνίδου
Επεξεργασία- ᾿Ηερίη Γεράνεια, κακὸν λέπας, ὤφελες ῎Ιστρον τῆλε καὶ ἐκ Σκυθέων μακρὸν ὁρᾶν Τάναϊν
- μηδὲ πέλας ναίειν Σκειρωνικὸν οἶδμα θαλάσσης ἄγκεα νειφομένης ἀμφὶ Μεθουριάδος.
- Νῦν δ᾿ ὁ μὲν ἐν πόντῳ κρυερὸς νέκυς, οἱ δὲ βαρεῖαν ναυτιλίην κενεοὶ τῇδε βοῶσι τάφοι.
VII 507Α Σιμωνίδου
Επεξεργασία- Ἄνθρωπ', οὐ Κροίσου λεύσσεις τάφον, ἀλλὰ γὰρ ἀνδρὸς χερνήτεω· μικρὸς τύμβος, ἐμοὶ δ' ἱκανός.
VII 508 Σιμωνίδου
Επεξεργασία- Παυσανίαν ἰητρὸν ἐπώνυμον, Ἀγχίτεω υἱόν τόνδ' Ἀσκληπιάδην πατρὶς ἔθαψε Γέλα,
- ὃς πλείστους κρυεραῖσι μαραινομένους ὑπὸ νούσοις φῶτας ἀπέστρεψεν Φερσεφόνης θαλάμων.
VII 509 Σιμωνίδου
Επεξεργασία- Σῆμα Θεόγνιδός εἰμι Σινωπέος, ᾧ μ' ἐπέθηκεν Γλαῦκος ἑταιρείης ἀντὶ πολυχρονίου.
VII 510 Σιμωνίδου
Επεξεργασία- Σῶμα μὲν ἀλλοδαπὴ κεύθει κόνις, ἐν δέ σε πόντῳ, Κλείσθενες, Εὐξείνῳ μοῖρ' ἔκιχεν θανάτου
- πλαζόμενον· γλυκεροῦ δὲ μελίφρονος οἴκαδε νόστου ἤμπλακες οὐδ' ἵκευ Χῖον ἐπ' ἀμφιρύτην.
VII 511 Σιμωνίδου
Επεξεργασία- Σῆμα καταφθιμένοιο Μεγακλέος εὖτ' ἂν ἴδωμαι, οἰκτίρω σε, τάλαν Καλλία, οἷ' ἔπαθες.
VII 512 Σιμωνίδου
Επεξεργασία- Τῶνδε δι' ἀνθρώπων ἀρετὰν οὐχ ἵκετο καπνὸς αἰθέρα δαιομένας εὐρυχόρου Τεγέας,
- οἳ βούλοντο πόλιν μὲν ἐλευθερίᾳ τεθαλυῖαν παισὶ λιπεῖν, αὐτοὶ δ' ἐν προμάχοισι θανεῖν.
VII 513 Σιμωνίδου
Επεξεργασία- Φῆ ποτε Πρωτόμαχος, πατρὸς περὶ χεῖρας ἔχοντος ἡνίκ' ἀφ' ἱμερτὴν ἔπνεεν ἡλικίην·
- "Ὦ Τιμηνορίδη, παιδὸς φίλου οὔποτε λήσῃ οὔτ' ἀρετὴν ποθέων οὔτε σαοφροσύνην."
VII 514 Σιμωνίδου
Επεξεργασία- Αἰδὼς καὶ Κλεόδημον ἐπὶ προχοῇσι Θεαίρου ἀενάου στονόεντ' ἤγαγεν εἰς θάνατον
- Θρηικίῳ κύρσαντα λόχῳ· πατρὸς δὲ κλεεννὸν Διφίλου αἰχμητὴς υἱὸς ἔθηκ' ὄνομα.
VII 515 Σιμωνίδου
Επεξεργασία- Αἰαῖ, νοῦσε βαρεῖα, τί δὴ ψυχαῖσι μεγαίρεις ἀνθρώπων ἐρατῇ πὰρ νεότητι μένειν;
- ἣ καὶ Τίμαρχον γλυκερῆς αἰῶνος ἄμερσας ἠίθεον, πρὶν ἰδεῖν κουριδίην ἄλοχον.
VII 516 Σιμωνίδου
Επεξεργασία- Οἱ μὲν ἐμὲ κτείναντες ὁμοίων ἀντιτύχοιεν, Ζεῦ Ξένι'· οἱ δ' ὑπὸ γᾶν θέντες ὄναιντο βίου.
VII 647 Σιμωνίδου οι δε Σιμίου
Επεξεργασία- Ὕστατα δὴ τάδ' ἔειπε φίλαν ποτὶ ματέρα Γοργὼ δακρυόεσσα δέρας χερσὶν ἐφαπτομένα·
- «Αὖθι μένοις παρὰ πατρί, τέκοις δ' ἐπὶ λῴονι μοίρᾳ ἄλλαν σῷ πολιῷ γήραϊ καδεμόνα.»
VII 677 Σιμωνίδου
Επεξεργασία- Μνῆμα τόδε κλεινοῖο Μεγιστία, ὅν ποτε Μῆδοι Σπερχειὸν ποταμὸν κτεῖναν ἀμειψάμενοι,
- μάντιος, ὃς τότε κῆρας ἐπερχομένας σάφα εἰδὼς οὐκ ἔτλη Σπάρτης ἡγεμόνας προλιπεῖν.
IX 700 Σιμωνίδου
Επεξεργασία- Γράψε Πολύγνωτος, Θάσιος γένος, Ἀγλαοφῶντος υἱός, περθομένην Ἰλίου ἀκρόπολιν.
ΙΧ 757 Σιμωνίδου
Επεξεργασία- Ἰφίων τόδ' ἔγραψε Κορίνθιος· οὐκ ἔνι μῶμος χερσίν, ἐπεὶ δόξας ἔργα πολὺ προφέρει.
ΙΧ 758 Σιμωνίδου
Επεξεργασία- Κίμων ἔγραψε τὴν θύραν τὴν δεξιάν, τὴν δ' ἐξιόντων δεξιὰν Διονύσιος.
X 105 Σιμωνίδου
Επεξεργασία- Χαίρει τις, Θεόδωρος ἐπεὶ θάνον· ἄλλος ἐπ' αὐτῷ χαιρήσει. θανάτῳ πάντες ὀφειλόμεθα.
ΧIIΙ 11 Σιμωνίδου
Επεξεργασία- Τίς εἰκόνα τάνδ' ἀνέθηκεν; - "Δωριεὺς ὁ Θούριος." -
- - Οὐ Ῥόδιος γένος ἦν; - "Ναί, πρὶν φυγεῖν γε πατρίδα,
- δεινᾷ γε χειρὶ πόλλ' ἔρξας ἔργα καὶ βίαια."
ΧIIΙ 14 Σιμωνίδου
Επεξεργασία- Ἀργεῖος Δάνδης σταδιοδρόμος ἐνθάδε κεῖται
- νίκαις ἱππόβοτον πατρίδ' ἐπευκλείσας
- Ὀλυμπίᾳ δίς, ἐν δὲ Πυθῶνι τρία,
- δύω δ' ἐν Ἰσθμῷ, πεντεκαίδεκ' ἐν Νεμέᾳ·
- νίκαις ἱππόβοτον πατρίδ' ἐπευκλείσας
- τὰς δ' ἄλλας νίκας οὐκ εὐμαρές ἐστ' ἀριθμῆσαι.
ΧIIΙ 19 Σιμωνίδου
Επεξεργασία- Ἄνθηκεν τόδ' ἄγαλμα Κορίνθιος, ὅσπερ ἐνίκα ἐν Δελφοῖς ποτε, Νικολᾴδας
- καὶ Παναθηναίοις στεφάνους λάβε πέντ' ἐπ' ἀέθλοις ἑξῆς ἀμφιφορεῖς ἐλαίου·
- Ἰσθμῷ δ' ἐν ζαθέᾳ τρὶς ἐπισχερὼ - οἶδεν ἑλόντα ἀκτὰ Ποντομέδοντος ἆθλα -
- καὶ Νεμέᾳ τρὶς ἐνίκησεν καὶ τετράκις ἄλλα Πελλάνᾳ, δύο δ' ἐν Λυκαίῳ
- καὶ Τεγέᾳ καὶ ἐν Αἰγίνᾳ, κρατερᾷ τ' Ἐπιδαύρῳ καὶ Θήβᾳ Μεγάρων τε δάμῳ,
- ἐν δὲ Φλειοῦντι σταδίῳ τά τε πέντε κρατήσας ηὔφρανεν μεγάλαν Κόρινθον.
ΧIIΙ 20 Σιμωνίδου
Επεξεργασία- Πατρίδα κυδαίνων ἱερὴν πόλιν Ὦπις Ἀθήνης, τέκνον μελαίνης γῆς, χαρίεντας αὐλοὺς
- τούσδε σὺν Ἡφαίστῳ τελέσας ἀνέθηκ' Ἀφροδίτῃ καλοῦ δαμασθεὶς ἱμέρῳ Βρύσωνος.
ΧIIΙ 26 Σιμωνίδου
Επεξεργασία- Μνήσομαι, οὐ γὰρ ἔοικεν ἀνώνυμον ἐνθάδ' Ἀρχεναύτεω κεῖσθαι θανοῦσαν ἀγλαὰν ἄκοιτιν
- Ξανθίππην, Περιάνδρου ἀπέκγονον, ὅς ποθ' ὑψιπύργου σήμαινε λαοῖς τέρμ' ἔχων Κορίνθου.
XIII 28 Βακχυλίδου ή Σιμωνίδου
Επεξεργασία- Πολλάκι δὴ φυλῆς Ἀκαμαντίδος ἐν χοροῖσιν Ὧραι ἀνωλόλυξαν κισσοφόροις ἐπὶ διθυράμβοις
- αἱ Διονυσιάδες, μίτραισι δὲ καὶ ῥόδων ἀώτοις σοφῶν ἀοιδῶν ἐσκίασαν λιπαρὰν ἔθειραν,
- οἳ τόνδε τρίποδά σφισι μάρτυρα Βακχίων ἀέθλων ἔθηκαν· εὖ τούσδ' Ἀντιγένης ἐδίδασκεν ἄνδρας,
- εὖ δ' ἐτιθηνεῖτο γλυκερὰν ὄπα Δωρίοις Ἀρίστων Ἀγρεῖος ἡδὺ πνεῦμα χέων καθαροῖς ἐν αὐλοῖς,
- τῶν ἐχορήγησεν κύκλον μελίγηρυν Ἱππόνικος, Στρούθωνος υἱός, ἅρμασιν ἐν Χαρίτων φορηθείς,
- αἵ οἱ ἐπ' ἀνθρώπους ὄνομα κλυτὸν ἀγλαάν τε νίκαν θεοῦ θ' ἕκατι θῆκαν ἰοστεφάνων τε Μοισᾶν.
XVI 2 Σιμωνίδου
Επεξεργασία- Γνῶθι Θεόγνητον προσιδὼν τὸν Ὀλυμπιονίκαν παῖδα, παλαισμοσύνης δεξιὸν ἡνίοχον,
- κάλλιστον μὲν ἰδεῖν, ἀθλεῖν δ' οὐ χείρονα μορφῆς, ὃς πατέρων ἀγαθῶν ἐστεφάνωσε πόλιν.
XVI 3 Σιμωνίδου
Επεξεργασία- Ἴσθμια καὶ Πυθοῖ Διοφῶν ὁ Φίλωνος ἐνίκα ἅλμα, ποδωκείην, δίσκον, ἄκοντα, πάλην.
XVI 23 Σιμωνίδου
Επεξεργασία- Εἶπον, τίς, τίνος ἐσσί, τίνος πατρίδος, τί δ' ἐνίκης; - "Κασμύλος, Εὐαγόρου, Πύθια πύξ, Ῥόδιος."
- Πες, ποιός, ποιού είσαι, ποιάς πατρίδας, σε τι νίκησες; Κάσμυλος, του Ευαγόρα, στα Πύθια πυγμαχία, Ρόδιος
XVI 24 Σιμωνίδου
Επεξεργασία- Μίλωνος τόδ' ἄγαλμα καλοῦ καλόν, ὅς ποτε Πίσῃ ἑπτάκι νικήσας ἐς γόνατ' οὐκ ἔπεσεν.
XVI 26 Σιμωνίδου
Επεξεργασία- Δίρφυος ἐδμήθημεν ὑπὸ πτυχί· σῆμα δ' ἐφ' ἡμῖν ἐγγύθεν Εὐρίπου δημοσίᾳ κέχυται,
- οὐκ ἀδίκως· ἐρατὴν γὰρ ἀπωλέσαμεν νεότητα τρηχεῖαν πολέμου δεξάμενοι νεφέλην.
XVI 60 Σιμωνίδου
Επεξεργασία- Τίς ἅδε; - "Βάκχα." - Τίς δέ νιν ξέσε; - "Σκόπας." - Τίς δ' ἐξέμηνε, Βάκχος ἢ Σκόπας; - "Σκόπας."
XVI 82 Σιμωνίδου
Επεξεργασία- Τὸν ἐν ῾Ρόδῳ κολοσσὸν ὀκτάκις δέκα Χάρης ἐποίει πήχεων ὁ Λίνδιος
XVI 232 Σιμωνίδου
Επεξεργασία- Τὸν τραγόπουν ἐμὲ Πᾶνα τὸν Ἀρκάδα, τὸν κατὰ Μήδων, τὸν μετ' Ἀθηναίων στήσατο Μιλτιάδης.