Παλατινή Ανθολογία/VI/217 Σιμωνίδου
< Παλατινή Ανθολογία | VI
(Ανακατεύθυνση από Παλατινή Ανθολογία/VI/217)←Βιβλίο 6o, 216 | AP VI 217 Χειμερίην νιφετοῖο κατήλυσιν ἡνίκ' ἀλύξας Συγγραφέας: Παλατινή Ανθολογία, VI (βιβλίο 6ο) Αναθηματικά επιγράμματα |
Βιβλίο 6o, 218→ |
Χειμερίην νιφετοῖο κατήλυσιν ἡνίκ' ἀλύξας, Σιμωνίδου του Κείου, Παλατινή Ανθολογία, βιβλίο 6o, επίγραμμα 217 (AP VI 217) |
VI 217 Σιμωνίδου
Επεξεργασία- Χειμερίην νιφετοῖο κατήλυσιν ἡνίκ' ἀλύξας Γάλλος ἐρημαίην ἤλυθ' ὑπὸ σπιλάδα,
- ὑετὸν ἄρτι κόμης ἀπομόρξατο, τοῦ δὲ κατ' ἴχνος βουφάγος εἰς κοίλην ἀτραπὸν ἷκτο λέων·
- αὐτὰρ ὁ πεπταμένῃ μέγα τύμπανον, ὃ σχέθε, χειρὶ ἤραξεν, καναχῇ δ' ἴαχεν ἄντρον ἅπαν·
- οὐδ' ἔτλη Κυβέλης ἱερὸν βρόμον ὑλονόμος θὴρ μεῖναι, ἀν' ὑλῆεν δ' ὠκὺς ἔθυνεν ὄρος,
- δείσας ἡμιγύναικα θεῆς λάτριν, ὃς τάδε Ῥείᾳ ἐνδυτὰ καὶ ξανθοὺς ἐκρέμασε πλοκάμους.