Παλατινή Ανθολογία/VII/24 Σιμωνίδου
(Ανακατεύθυνση από Παλατινή Ανθολογία/VII/24)
←Βιβλίο 7o, 23 | AP VII 24 Ἡμερὶ πανθέλκτειρα, μεθυτρόφε μῆτερ ὀπώρας Συγγραφέας: Παλατινή Ανθολογία, VII (βιβλίο 7ο Επιτύμβια επιγράμματα) |
Βιβλίο 7o, 25→ |
Ἡμερὶ πανθέλκτειρα, μεθυτρόφε μῆτερ ὀπώρας, Σιμωνίδου του Κείου, Παλατινή Ανθολογία, βιβλίο 7ο, επίγραμμα 24 (AP VII 24) |
VII 24 Σιμωνίδου
Επεξεργασία- Ἡμερὶ πανθέλκτειρα, μεθυτρόφε μῆτερ ὀπώρας, οὔλης ἣ σκολιὸν πλέγμα φύεις ἕλικος,
- Τηίου ἡβήσειας Ἀνακρείοντος ἐπ' ἄκρῃ στήλῃ καὶ λεπτῷ χώματι τοῦδε τάφου,
- ὡς ὁ φιλάκρητός τε καὶ οἰνοβαρὴς φιλόκωμος παννύχιος κρούων τὴν φιλόπαιδα χέλυν
- κἠν χθονὶ πεπτηὼς κεφαλῆς ἐφύπερθε φέροιτο ἀγλαὸν ὡραίων βότρυν ἀπ' ἀκρεμόνων
- καί μιν ἀεὶ τέγγοι νοτερὴ δρόσος, ἧς ὁ γεραιὸς λαρότερον μαλακῶν ἔπνεεν ἐκ στομάτων.