Παλατινή Ανθολογία/VII/251 Σιμωνίδου

AP VII 251 Ἄσβεστον κλέος οἵδε φίλῃ περὶ πατρίδι θέντες
Συγγραφέας:
Παλατινή Ανθολογία, VII (βιβλίο 7ο Επιτύμβια επιγράμματα)
Ἄσβεστον κλέος οἵδε φίλῃ περὶ πατρίδι θέντες, Σιμωνίδη του Κείου, Παλατινή Ανθολογία βιβλίο 7ο 251 (AP VII 251)


VII 251 Σιμωνίδου

Επεξεργασία
Ἄσβεστον κλέος οἵδε φίλῃ περὶ πατρίδι θέντες κυάνεον θανάτου ἀμφεβάλοντο νέφος·
οὐδὲ τεθνᾶσι θανόντες, ἐπεί σφ' ἀρετὴ καθύπερθε κυδαίνουσ' ἀνάγει δώματος ἐξ Ἀίδεω.