Παλατινή Ανθολογία/VII/496 Σιμωνίδου

AP VII 496 Ηερίη Γεράνεια, κακὸν λέπας, ὤφελες ῎Ιστρον
Συγγραφέας:
Παλατινή Ανθολογία, VII (βιβλίο 7ο Επιτύμβια επιγράμματα)
Ηερίη Γεράνεια, κακὸν λέπας, ὤφελες ῎Ιστρον, Σιμωνίδη του Κείου, Παλατινή Ανθολογία βιβλίο 7ο, επίγραμμα 496 (AP VII 496)


VII 496 Σιμωνίδου

Επεξεργασία
᾿Ηερίη Γεράνεια, κακὸν λέπας, ὤφελες ῎Ιστρον τῆλε καὶ ἐκ Σκυθέων μακρὸν ὁρᾶν Τάναϊν
μηδὲ πέλας ναίειν Σκειρωνικὸν οἶδμα θαλάσσης ἄγκεα νειφομένης ἀμφὶ Μεθουριάδος.
Νῦν δ᾿ ὁ μὲν ἐν πόντῳ κρυερὸς νέκυς, οἱ δὲ βαρεῖαν ναυτιλίην κενεοὶ τῇδε βοῶσι τάφοι.