Πλάτωνος Επιγράμματα
Συγγραφέας:
Επιγράμματα στην Παλατινή Ανθολογία



V 78 ΠλάτωνοςΕπεξεργασία

τὴν ψυχὴν Ἀγάθωνα φιλῶν ἐπὶ χείλεσιν εἶχον· ἦλθε γὰρ ἡ τλήμων ὡς διαβησομένη.

V 79 ΠλάτωνοςΕπεξεργασία

Τῷ μήλῳ βάλλω σε· σὺ δ΄ εἰ μὲν ἑκοῦσα φιλεῖς με͵ δεξαμένη τῆς σῆς παρθενίης μετάδος͵
εἰ δ΄ ἄρ΄ ὃ μὴ γίγνοιτο νοεῖς͵ τοῦτ΄ αὐτὸ λαβοῦσα σκέψαι τὴν ὥρην ὡς ὀλιγοχρόνιος.

V 80 ΠλάτωνοςΕπεξεργασία

μῆλον ἐγώ. βάλλει με φιλῶν σέ τις· ἀλλ΄ ἐπίνευσον͵ Ξανθίππη· κἀγὼ καὶ σὺ μαραινόμεθα.
Μήλο είμ’ εγώ, που στο πετά κάποιος που σ’ αγαπά. Ξανθίππη, δέξου, τι κι εσύ κι εγώ θα μαραθούμε.

VI 1 ΠλάτωνοςΕπεξεργασία

Ἡ σοβαρὸν γελάσασα καθ᾿ Ἑλλάδος, ἡ τὸν ἐραστῶν ἑσμὸν ἐνὶ προθύροις Λαῒς ἔχουσα νέων,
τῇ Παφίῃ τὸ κάτοπτρον, ἐπεὶ τοίη μὲν ὁρᾶσθαι οὐκ ἐθέλω, οἵη δ᾿ ἦν πάρος, οὐ δύναμαι.

VI 43 ΠλάτωνοςΕπεξεργασία

Τὸν Νυμφῶν θεράποντα φιλόμβριον ὑγρὸν ἀοιδόν͵ τὸν λιβάσιν κούφαις τερπόμενον βάτραχον
χαλκῶι μορφώσας τις ὁδοιπόρος εὖχος ἔθηκεν, καύματος ἐχθροτάτην δίψαν ἀκεσσάμενος.
πλαζομένωι γὰρ ἔδειξεν ὕδωρ, εὔκαιρον ἀείσας κοιλάδος ἐκ δροσερῆς ἀμφιβίωι στόματι.
φωνὴν δ΄ ἡγήτειραν ὁδοιπόρος οὐκ ἀπολείπων ηὗρε πόσιν γλυκερῶν ὧν ἐπόθει ναμάτων.

VII 99 ΠλάτωνοςΕπεξεργασία

δάκρυα μὲν Ἑκάβῃ τε καὶ Ἰλιάδεσσι γυναιξὶ Μοῖραι ἐπέκλωσαν δὴ τότε γεινομέναις͵
σοὶ δέ͵ Δίων͵ ῥέξαντι καλῶν ἐπινίκιον ἔργων δαίμονες εὐρείας ἐλπίδας ἐξέχεαν.
κεῖσαι δ΄ εὐρυχόρῳ ἐν πατρίδι τίμιος ἀστοῖς͵ ὦ ἐμὸν ἐκμήνας θυμὸν ἔρωτι Δίων.

VII 100 ΠλάτωνοςΕπεξεργασία

νῦν͵ ὅτε μηδὲν Ἄλεξις ὅσον μόνον εἶφ΄ ὅτι καλός͵ ὦπται καὶ πάντῃ πᾶς τις ἐπιστρέφεται.
θυμέ͵ τί μηνύεις κυσὶν ὀστέον; εἶτ΄ ἀνιήσεις ὕστερον; οὐχ οὕτω Φαῖδρον ἀπωλέσαμεν;

VII 256 ΠλάτωνοςΕπεξεργασία

Οἵδε ποτ΄ Αἰγαίοιο βαρύβρομον οἶδμα λιπόντες Ἐκβατάνων πεδίωι κείμεθ΄ ἐνὶ μεσάτωι.
χαῖρε͵ κλυτή ποτε πατρὶς Ἐρέτρια͵ χαίρετ΄͵ Ἀθῆναι͵ γείτονες Εὐβοίης͵ χαῖρε͵ θάλασσα φίλη.

VII 259 ΠλάτωνοςΕπεξεργασία

Εὐβοίης γένος εἰμὲν Ἐρετρικόν͵ ἄγχι δὲ Σούσων κείμεθα· φεῦ͵ γαίης ὅσσον ἀφ΄ ἡμετέρης.
Παιδιά τής Εύβοιας είμαστε, απ’ τήν Ερέτρια• κοντά δε στά Σούσα κείμεθα (είμαστε θαμμένοι), αλίμονο, πόσο μακριά απ’ τή γή μας.

VII 265 ΠλάτωνοςΕπεξεργασία

Ναυηγοῦ τάφος εἰμί͵ ὁ δ΄ ἀντίον ἐστὶ γεωργοῦ͵ ὡς ἁλὶ καὶ γαίηι ξυνὸς ὕπεστ΄ Ἀίδης

VII 268 ΠλάτωνοςΕπεξεργασία

Ναυηγόν με δέδορκας͵ ὃν ἡ κτείνασα θάλασσα γυμνῶσαι πυμάτου φάρεος ἠιδέσατο.
ἄνθρωπος παλάμηισιν ἀταρβήτοις μ΄ ἀπέδυσεν τόσσον ἄγος τόσσου κέρδεος ἀράμενος.
κεῖνο καὶ ἐνδύσαιτο καὶ εἰν Ἀίδαο φέροιτο͵ καί μιν ἴδοι Μίνως τοὐμὸν ἔχοντα ῥάκος.

VII 269 ΠλάτωνοςΕπεξεργασία

Πλωτῆρες͵ σώιζοισθε καὶ εἰν ἁλὶ καὶ κατὰ γαῖαν. ἴστε δὲ ναυηγοῦ σῆμα παρερχόμενοι.

VII 669 ΠλάτωνοςΕπεξεργασία

ἀστέρας εἰσαθρεῖς Ἀστὴρ ἐμός· εἴθε γενοίμην οὐρανός͵ ὡς πολλοῖς ὄμμασιν εἰς σὲ βλέπω


VII 670 ΠλάτωνοςΕπεξεργασία

ἀστὴρ πρὶν μὲν ἔλαμπες ἐνὶ ζῳοῖσιν Ἑῷος͵
νῦν δὲ θανὼν λάμπεις Ἕσπερος ἐν φθιμένοις.


ΙΧ 3 Πλάτωνος ή Αντιπάτρου ΘεσσαλονικέωςΕπεξεργασία

Εἰνοδίην καρύην με παρερχομένοισ΄ ἐφύτευσαν παισὶ λιθοβλήτου παίγνιον εὐστοχίης.
πάντας δ΄ ἀκρεμόνας τε καὶ εὐθαλέας ὀροδάμνους κέκλασμαι πυκιναῖς χερμάσι βαλλομένη.
δένδρεσιν εὐκάρποισ΄ οὐδὲν πλέον· ἦ γὰρ ἔγωγε δυσδαίμων ἐς ἐμὴν ὕβριν ἐκαρποφόρουν.

IX 51 ΠλάτωνοςΕπεξεργασία

Αἰὼν πάντα φέρει· δολιχὸς χρόνος οἶδεν ἀμείβειν οὔνομα καὶ μορφὴν καὶ φύσιν ἠδὲ τύχην.


IX 506 ΠλάτωνοςΕπεξεργασία

Ἐννέα τὰς Μούσας φασίν τινες. ὡς ὀλιγώρως. ἢν ἰδέ· καὶ Σαπφὼ Λεσβόθεν͵ ἡ δεκάτη.
Λέν μερικοί, επιπόλαια, πώς είν’ εννιά οι Μούσες. Μά νά κ’ η δέκατη, η Σαπφώ από τή Μυτιλήνη.

IX 747 ΠλάτωνοςΕπεξεργασία

Εἰκόνα πέντε βοῶν μικρὰ λίθος εἶχεν ἴασπις͵ ὡς ἤδη πάσας ἔμπνοα βοσκομένας.
καὶ τάχα κἂν ἀπέφευγε τὰ βοίδια· νῦν δὲ κρατεῖται τῆι χρυσῆι μάνδρηι τὸ βραχὺ βουκόλιον.

IX 823 ΠλάτωνοςΕπεξεργασία

Σιγάτω λάσιον Δρυάδων λέπας οἵ τ΄ ἀπὸ πέτρας κρουνοὶ καὶ βληχὴ πουλυμιγὴς τοκάδων͵
αὐτὸς ἐπεὶ σύριγγι μελίζεται εὐκελάδωι Πάν ὑγρὸν ἱεὶς ζευκτῶν χεῖλος ὑπὲρ καλάμων.
αἱ δὲ πέριξ θαλεροῖσι χορὸν ποσὶν ἐστήσαντο Ὑδριάδες νύμφαι͵ νύμφαι Ἁμαδρυάδες.

XVI 13 ΠλάτωνοςΕπεξεργασία

Ὑψίκομον παρὰ τάνδε καθίζεο φωνήεσσαν φρίσσουσαν πυκνοῖς κῶνον ὑπὸ ζεφύροις͵
καί σοι καχλάζουσιν ἐμοῖς παρὰ νάμασι σῦριγξ θελγομένωι στάξει κῶμα κατὰ βλεφάρων.


XVI 160 ΠλάτωνοςΕπεξεργασία

Ἡ Παφίη Κυθέρεια δι΄ οἴδματος ἐς Κνίδον ἦλθεν βουλομένη κατιδεῖν εἰκόνα τὴν ἰδίην.
πάντηι δ΄ ἀθρήσασα περισκέπτωι ἐνὶ χώρωι φθέγξατο· ποῦ γυμνὴν εἶδέ με Πραξιτέλης;


XVI 161 ΠλάτωνοςΕπεξεργασία

Οὔτε σε Πραξιτέλης τεχνάσατο͵ οὔθ΄ ὁ σίδαρος· ἀλλ΄ οὕτως ἔστης͵ ὥς ποτε κρινομένη.

XVI 210 ΠλάτωνοςΕπεξεργασία

Ἄλσος δ’ ὡς ἱκόμεσθα βαθύσκιον, εὕρομεν ἔνδον
πορφυρέοις μήλοισιν ἐοικότα παῖδα Κυθήρης.
οὐδ' ἔχεν ἰοδόκον φαρέτρην, οὐ καμπύλα τόξα.
ἀλλὰ τὰ μὲν δένδρεσσιν ὑπ’ εὐπετάλοισι κρέμαντο,
αὐτὸς δ’ ἐν καλύκεσσι ῥόδων πεπηδημένος ὕπνῳ
εὗδεν μειδιόων. ξουθαὶ δ’ ἐφύπερθε μέλισσαι
κηροχύτου μέλιτος λαροῖς ἐπὶ χείλεσι ῥαῖνον.