Παλατινή Ανθολογία/VII/268 Πλάτωνος

Ναυηγόν με δέδορκας͵ ὃν ἡ κτείνασα θάλασσα
Συγγραφέας:
Παλατινή Ανθολογία, VII (βιβλίο 7ο)
Ναυηγόν με δέδορκας͵ ὃν ἡ κτείνασα θάλασσα, Πλάτωνος, Παλατινή Ανθολογία, βιβλίο 7ο (AP VII 268)


VII 268 Πλάτωνος Επεξεργασία

Ναυηγόν με δέδορκας͵ ὃν ἡ κτείνασα θάλασσα γυμνῶσαι πυμάτου φάρεος ἠιδέσατο.
ἄνθρωπος παλάμηισιν ἀταρβήτοις μ΄ ἀπέδυσεν τόσσον ἄγος τόσσου κέρδεος ἀράμενος.
κεῖνο καὶ ἐνδύσαιτο καὶ εἰν Ἀίδαο φέροιτο͵ καί μιν ἴδοι Μίνως τοὐμὸν ἔχοντα ῥάκος.