Χρονική Διήγησις
Συγγραφέας:
Μανουήλ Κομνηνός - ΤΟΜΟΣ Γ΄ (4)
Το κείμενο ακολουθεί την έκδοση Immanuel Bekker, Βόννη, 1835.


ΜΑΝΟΥΗΛ ΚΟΜΝΗΝΟΣ - ΤΟΜΟΣ Γ΄ (4)

Ὁ δὲ μὴ τοῖς ὑψηλοῖς μόνον καὶ ἐθνῶν καὶ πόλεων δυνάσταις λοξὸν ἀεὶ ἐνορῶν φθόνος καὶ τοὺς ἐπιβούλους τρέφων ἀεὶ ἐγγύς, ἀλλὰ καὶ τοῖς μετριωτέροις ἐπιφυόμενος, οὗτος [73B] οὐδὲ τὸν Στυππειώτην Θεόδωρον τῆς παρὰ βασιλεῖ παρρησίας εἴασεν ἀμετάθετον, ἀλλὰ πνεύσας καταιγιδῶδες καὶ ἄγριον ὁ δυσπάλαιστος πολλάκις μὲν τοῦ στασίμου στυφελίξας μετήνεγκε, τέλος δὲ καὶ ἀνέτρεψε καὶ εἰς πτῶμα κατήνεγκεν οἴκτιστον. παρενείρω δὲ καὶ τὰ τοιάδε τῇ ἱστορίᾳ, δεικνὺς τοῖς ἀναγινώσκουσιν ὡς κἂν ἀσυλλόγιστόν τι χρῆμα καὶ δυσφύλακτον ἡ πονηρία, χρῆναι γοῦν ὡς ἐξὸν ὑποβλέπεσθαι τῶν ἀντιτέχνων ὁπόσοι τὸν μὲν τρόπον οὐκ ἐλευθέριοι τὸ δὲ ἦθος ὑποκαθειμένοι καὶ τὴν γλῶτταν τῇ καρδίᾳ πλουτοῦντες ἀντίφθογγον, πρὸ πάντων δὲ τιθέναι τῷ στόματι φυλακὴν καὶ μὴ ἐᾶν τὴν γλῶτταν προπετῶς ἐκπηδᾶν τοῦ ἕρκους τῶν ὀδόντων καὶ τοῦ τῶν χειλέων ἐπιτειχίσματος, ἅπερ οἷα διπλοῦν περίβολον ἡ φύσις ταύτῃ περιεγύρωσεν. ὁ [73C] γάρ τοι τότε λογοθέτης τοῦ δρόμου οὐχ οἷός τε ὢν στέγειν τὴν ἐς τὸν Στυππειώτην τῆς τύχης εὐμένειαν καὶ τὴν ἀκροτάτην τοῦ βασιλέως ῥοπὴν καὶ τὸ τῷ μὲν ἅπαντα τὸν χρόνον τῆς ἐς τὸν κρατοῦντα παρρησίας τε καὶ παρουσίας εἶναι καιρὸν καὶ ἐξεῖναι δακτύλῳ πάντα μεταφέρειν καὶ νεύματι, αὐτῷ δὲ κατὰ τακτὰς ὥρας τὴν ἐς αὐτὸν ἀνεῳγέναι πυλαίαν, καὶ τἆλλα ὅσα τῷ μὲν Στυππειώτῃ καὶ μόνον βουληθέντι ἀνύσιμα ἦν, τῷ δὲ οὐδ’ ὄναρ διὰ τοῦ φανταστικοῦ ἐφιπτάμενα καὶ διὰ τοῦτο τοῦ φθόνου γινόμενα ὑπεκκαύματα καὶ ἕως τοῦ ταμιείου πλήττοντα τῆς καρδίας, σκαιωρεῖ κατὰ τοῦ ἀνδρὸς τὰ οἰκτρότατα. καὶ δεινὸς ὢν καττῦσαι δόλους καὶ δικρόαν εὐτυχῶν γλῶτταν, ὁποίαν ὄφις ὁ ψίθυρος καὶ [73D] ἀρχέκακος, φιλίᾳ ὑποκλέπτει τὸν ἄνδρα, καλῷ πράγματι συσκιάζων ἄτοπα διαβούλια καὶ δηλητηρίου σκύφον περὶ χείλη ἀγάπης μέλιτι περιχρίων. ἀμέλει τοι καὶ ἄλλα λέγων καὶ διανοούμενος ἕτερα, καὶ χείλεσι μὲν τιμῶν τῇ δὲ καρδίᾳ πόρρω πλαζόμενος, ἐλελήθει τὸν κατὰ τοῦτο μόνον ἀρχαῖον καὶ ἁπλοϊκὸν Στυππειώτην. ἐνδιαβάλλει τοίνυν ὡς μαγγανευτὴν τοῦτον καὶ δολιόφρονα, καὶ γράφεται προδοσίας, τὰ κατὰ Σικελίαν λέγων ἀναταράττειν πράγματα. ἀπαιτηθεὶς οὖν ὑπὸ τοῦ βασιλέως πίστεις τῶν λεγομένων, τῇ Κιλικίᾳ ἔτι ἐνδιατρίβοντος, αὐτὸν μὲν ἐφίστησι παραπετάσματι, τὸν δὲ Στυππειώτην ἀπολαβὼν ὡς ἔχων τι μόνος μόνῳ προσδιαλέγεσθαι, ἄγει ὅπου ἦν ἀθέατος ὁ βασιλεὺς ἑστηκὼς, καὶ λόγους ἀνακινήσας ἑτέρους εἶτα καὶ τοῖς κατὰ Σικελίαν δολίως ἐνέβαλε, [74A] καὶ διδοὺς αὐτὸς ἀφορμὰς τοῦ μεμψιμοιρεῖν, μήτε μὴν ἀσπάζεσθαι τὸν Στυππειώτην ὅσα ὁ βασιλεὺς εἶχεν ἐπὶ τοῖς κατὰ Σικελίαν διαπραξάμενος πράγμασιν, οὕτω διαλύει τὴν ἐντυχίαν, καὶ τοιοῦτον ἐνθάψας σπινθῆρα τῇ τοῦ βασιλέως ψυχῇ καὶ κατὰ τοῦ Στυππειώτου ἀφεὶς ὑποτύφεσθαι ἐσκέπτετο καὶ φορυτοῦ εὐπορήσειν ἑτέρων συκοφαντήσεων, δι’ ὧν προχειροτάτη ἐσεῖται τοῦ σπινθῆρος ἡ κίνησις. οὐκοῦν κατὰ καρδίας ἑτέραν πληγὴν ἀνταίαν εἰληφὼς ὁ δηλωθεὶς λογοθέτης ἐκ τοῦ τῷ Στυππειώτῃ δοθῆναι δοχεῖον ἐρυθροδάνου διάλιθον χρύσεον, καὶ τοῖς ὅρκοις τοῦτον ἐπιστατῆσαι κατὰ τὸν ἐν Βλαχέρναις μέγαν νεών οἳ τὴν τοῦ κράτους διαδοχὴν ἐνεπέδουν Ἀλεξίῳ τε τῷ ἐξ Οὐγγρίας καὶ τῇ θυγατρὶ τοῦ βασιλέως [74B] Μαρίᾳ, ἃ τῷ λογοθετικῷ δήπουθεν ὀφφικίῳ ἦσαν ἁρμόδια, συνθέσθαι λέγεται χάρτην λήρων ἔμπλεων παρὰ τοῦ Στυππειώτου δῆθεν τῷ τῆς Σικελίας ῥηγὶ σταλησόμενον, καὶ τοῦτον ἀναφύρας τοῖς τοῦ Στυππειώτου τόμοις καὶ γράμμασι πεῖσαι τὸν βασιλέα στεῖλαι τοὺς κατὰ ζήτησιν τοῦ πρὸς τὸν ῥῆγα γράμματος τὴν τοῦ Στυππειώτου σκηνὴν ἐρευνήσοντας· οὗ καὶ γενομένου ὁ αὐτοκράτωρ οἷα πυρσὸν αἰθέριον τὴν κατὰ τοῦ ἀνδρὸς ὀργὴν ἀνέκαυσε. καὶ τὸ ἐντεῦθεν ἐκκοπεὶς τὰς κόρας ἀδίκως τυφλὸς ἦν, μὴ βλέπων τὸν ἥλιον. ὦ πάντ’ ἐφορῶν ὀφθαλμὲ τῆς δίκης ἀλάθητε, πῶς ἐπιμύεις πολλάκις ἐπὶ τηλίκοις παρανομήμασιν ἢ καὶ μείζοσιν ἑτέροις ἀνθρώπων κακοπραγήμασιν, οὐδ’ ἐπάγεις εὐθὺς τοὺς πρηστῆρας [74C] καὶ τὸ κεραύνιον ἄναμμα, ἀλλ’ ὑπερτιθέμενος ἐπέχεις τὴν κόλασιν. ἀνεξιγχνίαστόν σου τὸ κρίμα, καὶ ἀνθρώπων λογισμοῖς ἀνεπίβατον. πλὴν εἶ σοφός, ναί, καὶ γνώμων ἀκριβὴς τοῦ συνοίσοντος, κἂν ἡμᾶς τοὺς σμικρογνώμονας λέληθας. ἤδη μὲν οὖν τις θηρητὴρ ὄφιν δαφοινὸν ἢ λέοντα λασιαύχενα εἰσορῶν καὶ ἀΐων ἐν ὄρεσιν εὐθέως ἐξέκλινεν. ἀλλὰ καὶ κακόεργος, ὅστις δὴ παραιτητός ἐστι, δάκρυσι καὶ λιταῖς παρυπάγεται. ἄνδρα δὲ κακὰ τῷ πλησίον βυσσοδομεύοντα καὶ ἄλλα μὲν ἐν φρεσὶ κεύθοντα ἕτερα δὲ βάζοντα σοφίας δεῖ πολλῆς ἐκφυγεῖν, καὶ χρεία τῆς ἀπὸ τοῦ κρείττονος ἐφάψεως.


Ἦν δὲ ὁ λογοθέτης οὗτος, ἵνα καὶ ἔτι μικρὸν παρακινήσω τῆς ἱστορίας μοι τὸν εἱρμόν, μαθημάτων μὲν ὑψηλοτέρων ἄκρῳ λιχανῷ γεγευμένος καὶ τῆς ὑπερσέμνου φιλοσοφίας [74D] οὐκ ἀκριβὴς ἐραστής οὐδ’ εὐμαθὴς ὁπαδός, κράτιστος δὲ τῇ φυᾷ καὶ τῷ ἀμελετήτῳ χαίρων τῆς φράσεως, ῥέων τε τῷ λόγῳ κατὰ πηγάδα καλλίρειθρον διεκδιδοῦσαν τῶν πρανῶν ἐκ τοῦδε κλέος ἀπηνέγκατο μέγιστον. ἀνθρώπων δὲ ὀψοφαγώτατος ὢν καὶ οἰνοφλύγων ὁ κράτιστος πρὸς λύριον ἔψαλλε καὶ πρὸς κιθάραν μετερρυθμίζετο καὶ κόρδακα ὠρχεῖτο καὶ τὼ πόδε πολλάκις παρενεσάλευε. χανδὸν δὲ τῶν οἴνων ἐμφορούμενος, καὶ κατὰ τοὺς θαλαττίους χόας καὶ τὰς σπογγιὰς συχνάκις τὸ ποτὸν ἀνιμώμενος, οὐ κατεπόντου τὸν νοῦν τῇ ἀρδείᾳ, μήτε παρασφαλλόμενος ὡς οἱ ἔξοινοι, μήτε τὸ κάρη βάλλων ἑτέρωσε ὡς ὑπὸ μέθης ἐπικλυζόμενος, ἀλλ’ ἔλεγέ τι σοφόν, ἀναφλέγων τε καὶ ἄρδων ἐν τῷ πίνειν τὸ λογιζόμενον, καὶ πρὸς βλάστην λόγων μᾶλλον ἐπερρωννύετο. [75A] διώκων δὲ τὰ συμπόσια οὐ βασιλεῖ μόνον πλεῖστα κεχάριστο, ἀλλὰ καὶ δυνάσταις μάλα πεφίλητο τῶν ἐθνῶν, ὁπόσοι τοὺς κώμους περιεσπούδαζον. κατὰ γὰρ πρεσβείαν αὐτοῖς παραβάλλων τοὺς μὲν ὑπερέβαλεν ἐν τοῖς πότοις καὶ πρὸς τὴν ὀψὲ κατήνεγκεν ἐκ τῆς μέθης ἀνάνηψιν καὶ τοῦ κάρου ἀνάνευσιν, τοῖς δὲ καὶ ἰσοφάρισεν· οὗτοι δὲ ἦσαν, οἳ πιθάκνας ὅλας ἐς τὴν γαστέρα μετήγγιζον καὶ ἀμφορέας ὤχουν τοῖς δακτύλοις ὡς κύλικας καὶ τὸν σκύφον ὤχουν ἀεὶ ἐπιδείπνιον τὸν Ἡράκλειον. Ἐπεὶ δὲ εἰς τοὺς περὶ τοῦ ἀνδρὸς τοῦδε λόγους καθάπαξ ἐνεπεπτώκειν, δεδόσθω κἀκεῖνα τῇ ἱστορίᾳ, μνήμης ὄντα καὶ διηγήσεως ἄξια. συνέθετό ποτε τῷ βασιλεῖ [75B] Μανουὴλ ὕδατος πλησθεῖσαν διεκροφῆσαι τὴν πορφύρεον λεκανίδα, ἣν εἶχε πρότερον μὲν ἡ αἰθριώδης τοῦ κοιτῶνος αὔλειος τοῦ βασιλέως Νικηφόρου τοῦ Φωκᾶ, ἡ ἄνωθεν τοῦ Βουκολέοντος ὑπτιάζουσα, νυνὶ δὲ ὁ παρὰ τοῦ εἰς ἱστορίαν προκειμένου βασιλέως οἰκοδομηθεὶς χρυσόπαστος μέγιστος ἀνδρών. βασιλεὺς δ’ ἐν θαύματι θέμενος τὸ λεχθὲν, καὶ πρὸς αὐτὸν «ὑπέρευ γε, λογοθέτα» φάμενος, ὀθόνας εὐανθεῖς καὶ χρυσίου μνᾶς ἱκανὰς ξυνέθετό οἱ καταβαλέσθαι δρῶντι ὡς ἔφησεν, ἢ μὴν ταὐτὰ τουτονὶ καταθέσθαι μὴ περατοῦντα τὰ ξυγκείμενα. ὡς δὲ τὸν λόγον ἀσμένως ὁ ἀνὴρ ἠνωτίσατο, ἡ μὲν λεκανὶς ἦν ὑπερχειλὴς ὕδατος, κεχαδυῖα περὶ χόας δύο, [75C] ὁ δὲ κύψας τὸ ἄγγος ἐκένωσεν ὅσα βοῦς, ἅπαξ ἀνακόψας τὸ συνεχὲς τῆς πόσεως, καὶ τότε ὡς τὸ πνεῦμα πλεῖον συλλέξειε, καὶ εἶχεν εὐθὺς τὰ ἐκ συμφώνου πρὸς βασιλέως ἀποδιδόμενα. ἥττων δὲ ὢν τῆς τῶν χλωρῶν κυάμων ἑστιάσεως οὐκ ἀπὸ ῥινός, ὅ φασιν, ἀλλ’ ἐξ ὀδόντων τῷ θαλῷ τούτων εἵλκετο. ὅλας οὖν ἀρούρας κατεδαπάνα καὶ θωὸς ἀκριβέστερον ἐπεξήρχετο. καὶ τότε παρὰ τὸν ποταμὸν ἐνσκηνησάμενος, ἐπειδήπερ εἰς τὴν περαίαν κυάμων θεάσαιτο γήδιον, ἐξ αὐτῆς καὶ τὸν ἔσχατον χιτῶνα ἀποδυσάμενος διενήξατο, καὶ τὸ πλεῖον ἀποτραγὼν οὐδ’ οὕτως ἀπέσχετο, ἀλλ’ ἐς δεσμὰς τὸ μὴ κατεδηδομένον ξυνενεγκὼν ἐπὶ νώτου τε ἀράμενος διέβη τε τὸν ποταμὸν αὐτίκα δὴ μάλα, καὶ ἐπὶ δαπέδου τῆς [75D] σκηνῆς καθιζήσας ἀνελέγετο τοὺς κυάμους ἡδέως, ὡς εἰ νῆστις ἦν ἐπὶ μακρὸν καὶ ἀπόσιτος. ἡρωϊκοῦ δὲ σώματος μετέχων καὶ εἰς ἀρίστην ἡλικίας ἀνατείνας ἀναδρομὴν οὐκ ἀπόμαχος ἦν, ἀλλ’ ἔβλεπε γενναῖον καὶ τοῦ αἵματος ἄξιον, ἐξ οὗ τὸ πρὸς μητρὸς ἐκείνῳ γένος καθείλκετο. τελευτῶν δὲ τὸν βίον, καὶ πλῆττον ἔχων αὐτὸν τὸ οἰκεῖον κριτήριον ἐφ’ οἷς κατὰ τοῦ Στυππειώτου ἐλογοποίησε, μετάπεμπτον ποιεῖται τὸν ἄνδρα καὶ συγγνώμην μετὰ δακρύων αἰτεῖται. ὁ δὲ βραβεύων ἀμνησικάκως ἄφεσιν καὶ σωτηρίαν ψυχῆς προσεπηύξατο. καὶ ταῦτα μὲν οὕτω, καὶ οὐ κατὰ διήγησιν, οἶμαι, ἀλυσιτελῆ τοῖς πολλοῖς οὐδ’ ἀκαλλῆ τε καὶ ἀχαρίτωτον.