Χρονική Διήγησις
Συγγραφέας:
Μανουήλ Κομνηνός - ΤΟΜΟΣ Γ΄ (5)
Το κείμενο ακολουθεί την έκδοση Immanuel Bekker, Βόννη, 1835.


ΜΑΝΟΥΗΛ ΚΟΜΝΗΝΟΣ - ΤΟΜΟΣ Γ΄ (5)

Ὁ δὲ Μανουὴλ ἀποβαλόμενος θανάτῳ τὴν ἐξ Ἀλαμανῶν σύνευνον ἐκόψατο μέν τὸν ἐκείνης μόρον διασπασμὸν οἰηθεὶς σώματος, καὶ ὡς λέων θρηνῶδες ἠρεύξατο, ταφῆς δὲ ἠξιωκὼς μεγαλοπρεποῦς, καὶ τῷ σκήνει ἐπιτελέσας τὰ [76A] ὅσια ἐν τῇ τοῦ Παντοκράτορος πατρῴᾳ μονῇ, καὶ καιρὸν ὃν ἐδοκίμασε παριππεύσας ἡμιθανὴς καὶ ἡμίτομος πρὸς μνῆστρα δεύτερα ἔβλεψε, πατὴρ ἀκοῦσαι παιδὸς γλιχόμενος ἄρρενος. πολλαχόθεν μὲν οὖν ἐπεφοίτων αὐτῷ καὶ γράμματα καὶ προμνώμενοι ἐκ βασιλέων, ἀπὸ ῥηγῶν καὶ δυναστῶν ἁπάσης τῆς γῆς· ὁ δὲ προέκρινεν ἁπασῶν μίαν τῶν θυγατέρων τοῦ τῆς Ἀντιοχείας σατραπεύοντος Πετεβίνου. ταύτην λέγω τὴν τῆς Κοίλης Συρίας προκαθημένην, ἣν Ὀρόντης ποτίζει καὶ καταπνέει ζέφυρος ἄνεμος. ἦν δὲ ὁ Πετεβῖνος οὗτος Ἰταλιώτης μὲν τὸ γένος, ἱππότης δ’ ἀκράδαντος καὶ ὑπὲρ τὸν Πρίαμον ἐκεῖνον εὐμέλιος. στείλας οὖν ἐκ τῶν τῆς [76B] γερουσίας καὶ τὸ γένος ἐπισήμους ἄνδρας εἰσοικίζεται τὴν κόρην, καὶ θύσας εἶχε τὰ γαμοδαίσια. ἦν δὲ καλὴ τὸ εἶδος ἡ γυνή, καὶ λίαν καλή, καὶ ἕως σφόδρα καλή, καὶ τὸ κάλλος ἀξύμβλητος, ὡς μῦθον εἶναι ἀτεχνῶς πρὸς αὐτὴν Ἀφροδίτην τὴν φιλομειδῆ καὶ χρυσῆν, Ἥραν τὴν λευκώλενον καὶ βοῶπιν, καὶ τὴν δολιχόδειρον καὶ καλλίσφυρον Λάκαιναν, ἃς οἱ πάλαι διὰ τὸ κάλλος ἐθέωσαν, καὶ τὰς λοιπὰς δὲ ἁπάσας, ὅσας βίβλοι καὶ ἱστορίαι διαπρεπεῖς τὴν θέαν παραδεδώκασιν.

Ὁ δὲ λόγος τὰ κατὰ τοὺς Τούρκους μέλλων αὖθις διεξιέναι, ἅτε εἰς ἀρχὴν καθιστάμενος, καί τινα τῶν ἄνωθεν σαφηνείας ἕνεκα δοίη ἂν εἰς ἀφήγησιν. τῷ κατάρχοντι τῶν Τούρκων Μασοὺτ πολλοὶ μὲν υἱεῖς, καὶ θυγατέρες οὐκ έλάττους [76C] ἐγεγόνεισαν· ἐν δὲ τῷ μέλλειν ἐξ ἀνθρώπων γίνεσθαι καὶ ταῖς ἐκεῖθεν κολάσεσιν ὡς ἀσεβὴς παραπέμπεσθαι διανέμει τοῖς ἐκείνου παισὶ τὰς ποτὲ μὲν Ῥωμαίων ὅροις κληρουμένας τότε δὲ ὑπ’ ἐκείνῳ ταττομένας πόλεις καὶ χώρας, καὶ ἄλλοις μὲν εἰς κλῆρον πατρῷον κατέλιπεν ἕτερα, τὴν δὲ Ἰκονιέων μητρόπολιν καὶ ὅσα τετάχαται ὑπ’ αὐτὴν τῷ Κλιτζασθλᾶν ἀπομερίζει υἱῷ. τῶν δὲ γαμβρῶν τῷ μὲν Ἰαγουπασὰν Ἀμάσειαν καὶ Ἄγκυραν ἐκληροῦτο, καὶ τὴν Καππαδοκῶν εὐδαίμονα χώραν, καὶ ὅσα ταῖς πόλεσι ταύταις ὅμορα· Δαδούνῃ δὲ ἀπονενέμηνται πόλεις εὐδαίμονές τε καὶ μέγισται, Καισάρεια καὶ Σεβάστεια. ἀλλ’ ἕως τίνος τὸν οἰκεῖον παρόψει [76D] κλῆρον, κύριε, εἰς ἀπαγωγὴν ἐκκείμενον καὶ προνομὴν μακραίωνα καὶ κίνησιν κεφαλῆς λαῷ μωρῷ καὶ οὐχὶ σοφῷ καὶ πόρρωθεν ἀπεσχοινισμένῳ τῆς εὐσεβοῦς περὶ σὲ δόξης καὶ πίστεως; μέχρι τίνος ἀφ’ ἡμῶν ἀποστρέφεις τὸ οἰκεῖον πρόσωπον ὁ φιλάνθρωπος, καὶ τῆς πτωχείας ἡμῶν ἐπιλανθάνῃ, οὐδ’ ἐνωτίζῃ τοὺς στεναγμούς καὶ τὰ δάκρυα ὁ ταχὺς τῶν θλιβομένων ἐπακουός, οὐδὲ δίκην ἐπιτίθης ὁ τῶν ἐκδικήσεων κύριος; ἕως πότε παραλλὰξ ἕρποντα ἐσεῖται τὰ ἄτοπα, καὶ οἱ μὲν τῆς δουλίδος Ἄγαρ ἀπόγονοι κατακυριεύσουσι τῶν ἐλευθέρων ἡμῶν, ἀπολοῦσί τε καὶ ἀποκτενοῦσι τὸ σὸν ἅγιον ἔθνος, ὃ τὸ ὑπὲρ πᾶν ὄνομα τὸ σὸν ἐπικέκληται ἅγιον ὄνομα, τοῦτο δὲ χρονίαν ὑπηρεσίαν ὑπομενεῖ, καὶ τοὺς ὀνειδισμοὺς ὑποίσει καὶ τοὺς κονδυλισμοὺς τῶν ἐπιτρίπτων τούτων ἀλλογενῶν; εἰσελθέτω ἐνώπιόν σου ὀψέ ποτε, φιλάγαθε δέσποτα, τῶν ἐν πέδαις ἡ συνοχή. βοησάτω πρὸς σὲ καὶ νῦν τὸν φίλοικτον τὸ ἐκχεόμενον αἷμα τῶν σῶν οἰκετῶν, ὡς τὸ τοῦ Ἄβελ πρότερον. ἐπιλαβοῦ ὅπλου καὶ θυρεοῦ, καὶ ἀνάστηθι εἰς τὴν βοήθειαν ἡμῶν, καὶ κραταιώσας ὃν αὐτὸς αἱρετίσῃ ἄνδρα καὶ ἐφ’ ὃν εὐδοκήσειας. ἀπόδος τοῖς πονηροῖς γείτοσιν [77A] ἡμῶν εἰς τὸ ἑπταπλάσιον ὅσα ἐπονηρεύσαντο κατὰ τῆς κληρονομίας σου· καὶ πόλεις καὶ χώρας ἐπανασώσας ἡμῖν ἐν ἀνδρείᾳ, ἃς ὑφείλοντο οἱ ἀλλόφυλοι, ὅρια στήσαις τοῖς ἐκ τοῦ σοῦ καλουμένοις ὀνόματος ἀνίσχοντος ἡλίου καὶ δυομένου πρώτας καὶ ὑστάτας αὐγάς.

Ἀλλὰ ταῦτα μὲν ἴσως οὐκ ἀκαίρως οὐδὲ μάτην ἐξετοξεύσαμεν, θεῷ τι μικρὸν προσλαλήσαντες, καὶ κενώσαντες τῆς λύπης βραχὺ ἐξ ὑπεράντλου ταύτῃ ψυχῆς· οἱ δ’ οὖν τοῦ Μασοὺτ τριχῇ δασάμενοι τὰ κεφαλαιώδη τῆς ἀρχῆς ὁρίσματα, ἢ τὸ νητρεκὲς εἰπεῖν τὰ τῶν Ῥωμαίων σχοινίσματα, παῖδες παρὰ πατρὸς ἐς αὐτοὺς καταβάντα διαδεξάμενοι, ὀλίγα μὲν εἰρήνῃ καὶ τοῖς τῆς συγγενείας θεσμοῖς ἐπέθυσαν, τὰ δὲ πλεῖστα εἰς διαφορὰς οἰκείας ἀπεῖδον καὶ προσέσχον ταῖς [77B] διαστάσεσιν. αὐτίκα γὰρ ὁ τοῦ Ἰκονίου σουλτὰν τῷ τῆς Καππαδοκίας τοπάρχῃ σκαιόν τι καὶ ἄγριον ἐπωφθάλμισε, καὶ οὗτος αὖ ἐκείνῳ βλέμμα ὀλέθριον ἔρριψε. καὶ ἦν τὰ κατ’ ἀλλήλων πονηρὰ διαβούλια οὐχ ὑπὸ σκότον καὶ κρύφα τελούμενα, ἀλλ’ ἔκπυστα καὶ βασιλεῖ καὶ ἔκφορα ὑπ’ αὐτῶν. ὁ δὲ ἐπαρώμενος ἀμφοῖν πανώλειαν, ἠγάπα μὴ μόνον μέχρι τοῦ ἐριθεύειν ἀπονεύειν ἀλλήλων καὶ ἀποσχίζεσθαι, ἀλλὰ καὶ ὅπλα ἄραντας εἰς μοῖραν διαστῆναι ἀντίθετον, ἵν’ ἄγων ἠρεμίαν αὐτὸς τοῖς ἐκείνων ἐπιχαίρῃ κακοῖς ὡς ὁμοῦ τε ἀλλοφύλων καὶ ἀσεβῶν· καὶ πέμπων λάθρᾳ ἀγγέλους θάτερον θατέρῳ ἐνῆγεν εἰς πόλεμον. ἐκ δὲ τοῦ προδήλου τῷ Ἰαγουπασάνῃ προσέκειτο, καί οἱ τοῦ Ἄρεος συνεθίγγανεν οἷς ἐδωρεῖτο, [77C] μυσαττόμενος τὸν σουλτὰν ὡς ὑποκαθειμένην ἀεὶ τὴν γνώμην ἔχοντα καὶ ὕπουλον τὸ φρονεῖν καὶ περίστροφον, καὶ μὴ μόνον δολοπλοκοῦντα τοῖς ἐκ γένους ἐκείνῳ καὶ αἵματος τὰ ἀνήκεστα, ἀλλὰ καὶ Ῥωμαίων ἀεὶ κατὰ λῃστείαν τὸ γειτονοῦν ἐκτρίβοντα. πεποιθὼς τοίνυν Ἰαγουπασάνης τῷ αὐτοκράτορι ἐκφέρει κατὰ τοῦ σουλτὰν πόλεμον, καὶ οὗτος αὖθις ἀντέξεισι κατ’ αὐτοῦ, καὶ συρραγέντες πολλάκις ἐμάχοντο. ὀψὲ δὲ καὶ μεθ’ αἵματα ἐξ ἑκατέρων ῥεύσαντα τῶν στρατῶν πρὸς Ἰαγουπασάνην ἔβλεψε τὸ νικᾶν. καὶ πρὸς καιρὸν τὰ ὅπλα καταθέμενοι, ὁ μὲν ἐπέμενε κατὰ χώραν, ὁ δὲ σουλτὰν τῷ βασιλεῖ πρόσεισιν ἄρτι πρὸς τὴν πόλιν τὴν βασιλεύουσαν [77D] ἐκ τῶν δυσμικῶν ἐπανιόντι μερῶν, καὶ φιλοφρόνως προσδεχθεὶς καὶ ἐντίμως οὐχ ἧττον ἐπ’ αὐτῷ βασιλέα διαχυθῆναι πεποίηκεν ἤπερ αὐτὸς ἐπὶ τῷ τῆς ξενίας ἐνευφράνθη ἀπροσδεεῖ. οὐκ ἐλπίσι γὰρ μόνον χρηστοτέραις ὑπεσαίνετο Μανουήλ, ὡς εὖ τὰ κατὰ τὴν ἕω διάθοιτο διὰ τῆς τοῦ σουλτὰνου παρουσίας καὶ τοῦ κεχαρισμένου τῆς ξενίας, δυναμένου γοητεῦσαι φιλοχρήματον βάρβαρον· ἀλλὰ καὶ δόξαν αὐτῷ τῆς βασιλείας τὸ συμβὰν ᾤετο. εἰσιὼν τοίνυν ἅμα τῷ σουλτὰνῳ τὴν Κωνσταντίνου κηρύττει θρίαμβον. καὶ ἦν εὐπρεπὴς ὁ θρίαμβος, καλλίστοις καὶ τιμήεσι πέπλοις παμφαίνων καὶ τῷ τοῦ κόσμου πολυειδεῖ δαίδαλος· καὶ ἤμελλε βασιλεὺς διὰ τοῦ θριάμβου προϊέναι πρὸς αὐτῶν τῶν ἀστῶν κροτούμενος, καὶ μέρος εἶναι τῆς τότε δορυφορίας τε καὶ λαμπρότητος καὶ τῶν κυδρούντων τὸν αὐτοκράτορα καὶ σουλτὰνος [78A] αὐτὸς ἐπιπαριών. θεὸς δ’ ἠκύρωσε τὰ τῆς ἡμέρας ἐκείνης λαμπρά· ἥ τε γὰρ γῆ κλονηθεῖσα πολλὰς κατεβεβλήκει λαμπροτάτας οἰκήσεις, καὶ ὁ ἀὴρ ταραχώδης ἦν ἐπιεικῶς καὶ ἀνώμαλος, καὶ ἕτερ’ ἄττα ἐπισυμβάντα δείματα ἐκείνοις, οὐ θριάμβοις ἠναγκάκει προσέχειν τὸν νοῦν, καὶ τὸ τῆς ψυχῆς ἐκύμαινε λογιζόμενον. ἔφασκον δὲ οἱ τοῦ θείου νεὼ καὶ τοῦ βήματος ἔντροφοι καὶ αὐτὸς βασιλεὺς, οὐκ ἀγαθὰς κλῃδόνας δεχόμενος τὰ λεγόμενα, μηνίειν τὸ θεῖον καὶ μηδ’ ὅλως ἀνέχεσθαι προκύψειν εἰς θρίαμβον μὴ θεοσεβείας ἄνδρα μετεσχηκότα, ὃν κοσμοῦσιν ἔπιπλα παναγῆ καὶ ἁγίων ἔκτυπα διειλήφασι καὶ χαρακτὴρ καθαγιάζει Χριστοῦ. καὶ οὕτω μὲν εἰκαίως [78B] ὁ θρίαμβος ἐσχεδίαστο, μηδαμῶς αὐτῷ προσεσχηκότος τοῦ αὐτοκράτορος, οὐδ’ ἐς ὅσον τὸ ἔθος ἀφοσιώσασθαι· εἰς ἱκανὸν δὲ ὁ σουλτὰνος τῷ βασιλεῖ συνδιέτριψε χρόνον, καὶ ἵππων σταδιοδρόμων ἁμίλλαις τὸν ὀφθαλμὸν καθειστίακεν, ὅτε καί τις ἀνὴρ τῆς Ἄγαρ ἀπόγονος, ὡς μὲν ἐδόκει τὰ πρῶτα θαυματοποιός, ὡς δ’ ὕστερον ἔδειξε, ταλάντατος ἀνθρώπων καὶ αὐτοέντης ἄντικρυς, ἐπὶ τὸν κατὰ τὸ θέατρον πύργον ἀναλάμενος, οὗ κάτωθεν μὲν αἱ τῶν ἐπὶ σταδίου θεόντων ἀφετηρίαι εἰς ἁψῖδας παραλλήλους κεχήνασιν, ἄνωθεν δ’ ἵπποι χαλκήλατοι πεπήγασι πίσυρες χρυσῷ ἠλειμμένοι, τοὺς αὐχένας ὑπόγυροι, ἀντιβλέποντες ἀλλήλοις καὶ δρόμον καμπτῆρος πνέοντες, διαπτῆναι τὸ στάδιον ἐπηγγέλλετο. εἱστήκει οὖν ὡς [78C] ἐφ’ ὕσπληγγος τοῦ πύργου, ἠμφιεσμένος ποδηρέστατον εὐρέα χιτῶνα. λευκὸς δὲ ἦν ὁ χιτών, λύγοι δὲ εἰς κύκλον περιαχθέντες ἐποίουν κολπῶδες τὸ ὕφασμα. ἦν δὲ σκοπὸς τῷ Ἀγαρηνῷ ὥσπερ ἱστίῳ ναῦς πτερωθῆναι τῷ πέπλῳ, ταῖς τούτου κοιλότησι τοῦ πνεύματος ἐμφωλεύοντος. πᾶς οὖν ἐπέστραπτο ἐπ’ αὐτὸν ὀφθαλμὸς, καὶ ἐμειδία τὸ θέατρον, καὶ πυκνὰ ἐκραύγαζον οἱ θεώμενοι «πέτασον, πέτασον,» καὶ «ἕως τίνος αἴρεις Σαρακηνὲ τὰς ψυχὰς ἡμῶν, ταλαντεύων ἐκ τοῦ πύργου τὸν ἄνεμον;» βασιλεὺς δὲ πέμψας διεκώλυεν αὐτὸν τοῦ ὁρμήματος. θεατὴς δ’ ὢν τῶν δρωμένων καὶ σουλτὰνος αὐτὸς ἐπ’ ἀμφιβόλῳ τῷ ἀποτελέσματι ἀνεκήκιέ τε καὶ ἐσεσήρει, μετέωρος ὢν τὴν γνώμην καὶ δεδιὼς περὶ τῷ ὁμογενεῖ. [78D] ὁ δὲ περιχάσκων τὸν ἀέρα συχνὰ, καὶ τὸ πνεῦμα διακριβούμενος, τὰς τῶν θεατῶν ἐλπίδας ὑπέκλεπτε. καὶ πολλάκις διάρας τὰς χεῖρας καὶ σχηματίσας ταύτας ὡς πτέρυγας εἰς κίνησιν πτήσεως ὑπεστείλατο, τὸ πνεῦμα μεταπεμπόμενος. ἐπεὶ δέ ποτε φορὸν παρεῖναι καὶ οὔριον δέδοκτο, διατινάσσεται πτηνοῦ δίκην, ἀεροβατεῖν οἰηθείς. ἀλλ’ ἦν οὐρανοδρόμος Ἰκάρου ἐλεεινότερος. καὶ ὡς σῶμα κεντροβαρὲς χαμαιριφής, οὐχ ὡς κοῦφος ἱπτάμενος, καὶ τέλος δὲ καταπεσὼν διέρρηξε τὴν ψυχήν, γαστροκνημῖδας καὶ χεῖρας καὶ ὅσα τοῦ σώματος ὀστώδη διαθρυβείς. ἦν τοίνυν ὁ ἐκπετασμὸς οὗτος εἰς μωκίαν καὶ γέλωτα τῶν μετὰ τοῦ σουλτὰνου Τούρκων τοῖς ἀστυπολίταις διαθρυλλούμενος, οὐδ’ ἦν ἐπ’ ἀγορᾶς ἀκαταγελάστους αὐτοὺς παριέναι, τῶν ἀργυροκόπων ἀγοραίων τὰ τῶν τραπεζῶν διαψοφούντων σιδήρια. ὡς δ’ ἠνωτίζετο [79A] ταῦτα ὁ βασιλεύς, διεχεῖτο μὲν ὡς εἰκός, τὸ στωμύλον καὶ φιλοπαῖγμον τῶν ἐπὶ τῶν τριόδων εἰδώς, σουλτὰνῳ δὲ χαριζόμενος (κατὰ βραχὺ γὰρ τὴν τοῦ βαρβάρου ψυχὴν ὑπεισερχόμενα ἔδακνε τὰ βωμολοχεύματα) ἐπλάττετο τὸν τὸ ἐκείνων ἐλευθερόστομον ἀναστέλλοντα.