Χρονική Διήγησις
Συγγραφέας:
Μανουήλ Κομνηνός - ΤΟΜΟΣ Γ΄ (3)
Το κείμενο ακολουθεί την έκδοση Immanuel Bekker, Βόννη, 1835.


ΜΑΝΟΥΗΛ ΚΟΜΝΗΝΟΣ - ΤΟΜΟΣ Γ΄ (3)

Οἱ δ’ Ἀντιοχεῖς τὴν ἄφιξιν τοῦ βασιλέως τὰ πρῶτα μὲν ἀγαπητῶς οὐκ ἐδέχοντο, ἀλλὰ καὶ λίαν βαρέως ἔφερον καὶ ὅπως ἐσκέπτοντο ἀποπέμψαιντο· ὡς δὲ κωλύειν οὐκ ἦν οὐδ’ ἀναλύειν ὅλως τὰ δεδογμένα ἐκείνῳ, οὐ μόνον τῶν πυλῶν διεκχυθέντες μετὰ δουλικοῦ σχήματος καὶ φρονήματος [71C] ὑπηντίαζον, ἀλλὰ καὶ τὴν εἴσοδον αὐτῷ ἐς τὸ πομπικώτερον διεσκεύασαν, τάς τε ἀγυιὰς καὶ ἀμφόδους ἐπίπλοις καὶ τάπησι διεκόσμουν, καὶ δένδρων νεοδρέπτοις κλωσὶ κατηγλάϊζον, τὰς τῶν λειμώνων καὶ ἀνθέων χάριτας ἐς τὸ ἄστυ μέσον διακηπεύοντες, καὶ φιλότιμον αὐτῷ τὴν πρόοδον σχεδιάζοντες, οὐχ ὁ μέν ὁ δ’ οὔ, ἀλλ’ οἰκήτωρ ἅπας ἁπαξαπλῶς, ὡς παρεῖναι καὶ Σύρον ὀψοφάγον καὶ λῃστὴν Ἰσαυρὸν καὶ πειρατὴν Κίλικα καὶ ἱππότην κοντοφόρον Ἰταλιώτην ὁμοῦ, καὶ ἵππον ὑψαύχενα καὶ ὑπέραυχον φρόνημα παρωσάμενον καὶ βάδην παριόντα τὸν θρίαμβον. ὁρῶν δὲ καὶ τὸ ἐκ τῶν Λατίνων ἐκεῖσε στρατιωτικὸν μέγα τῷ δόρατι ἐγκαυχώμενον καὶ τῷ τούτου ἐνδεξίῳ φυσῶν ἀγωνίσματι, παιδιᾶς ἡμέραν [71D] συνθηματίζεται δι’ ἀσιδήρων δορατισμῶν. ὡς οὖν ἡ προθεσμία ἐνειστήκει, ἀριστίνδην τῶν Ῥωμαϊκῶν ἐξάγει καταλόγων τοὺς περὶ τὸ κραδαίνειν δόρατα εὐφυεῖς καὶ ὅσοι πρὸς αὐτὸν τὸ γένος ἀνέφερον. ἔξεισι δὲ καὶ αὐτός ὑποσεσηρὼς βραχὺ καὶ πρὸς τὸ σύνηθες μειδίαμα ὑγραινόμενος, ἐς πεδίον ὑπτιάζον καὶ ἱκανὸν ἀντιτάξαι δισχιδεῖς ἱππότιδας φάλαγγας, τὸ δόρυ μετεωρίζων, χλαμύδα ἠσθημένος ἀστειοτέραν περὶ τὸν δεξιὸν ὦμον περονουμένην καὶ ἀφιεῖσαν ἐλευθέραν τὴν χεῖρα κατὰ τὸ πόρπημα. ὤχει δὲ αὐτὸν ἵππος πολεμιστήριος καλλίθριξ καὶ χρυσοφάλαρος, ὃς ἠρέμα ὑπογυρῶν τὸν αὐχένα καὶ ὑποσκαίρων τὼ πόδε, ὡς δρόμων ἐρωτιῶν, οἷον ἀνθημιλλᾶτο τῇ τοῦ ἀναβάτου λαμπρότητι. καὶ ἑκάστῳ δὲ τῶν συγγενῶν, καὶ ὅσοι διαγωνίζεσθαι ἄλλοι τοῖς Ἰταλοῖς ἐπεκρίθησαν, [72A] λαμπροφορεῖν ἐπέταξεν ὡς ἐνῆν. ἐξῆλθε δὲ καὶ ὁ πρίγκιψ Γεράρδος λευκοτέρῳ χιόνος ἔποχος ἵππῳ, ἀμπισχόμενος χιτῶνα διάσχιστον ποδηνεκῆ, καὶ πῖλον ἔχων ἐπὶ κεφαλῆς κατὰ τιάραν ἐπικλινῆ, χρυσῷ κατάπαστον. συνεξίασι δὲ καὶ οἱ ἀμφ’ αὐτὸν ἱππόται, πάντες ἀρεϊκοὶ τὴν ἰσχύν, εὐμήκεις τὰ σώματα. ὡς δ’ ἔφριξεν ἐγχείῃσιν ἡ μάχη αἵματος ἄγευστος, συνεπλέκοντο ἐκθύμως ἐξ ἀμφοῖν ἱκανοὶ ἀλλήλους διαδορατίζοντες καὶ τοὺς κατ’ αὐτῶν ἀκοντισμοὺς ὑπεκκλίνοντες, ὅτε καὶ ἦν ἰδεῖν κατὰ τὸν ἄχαλκον ἐκεῖνον ἄρεα πῇ μὲν κύμβαχον ἐπὶ βρεχμόν τε καὶ ὤμους ἀνατρεπόμενον, ἄλλοσε ἱππείας ἀστράβης ἐκσφαιριζόμενον, ἄλλον πρηνῆ, ἐξυπτιάζοντα [72B] ἕτερον, ἄλλον μεταβαλόντα τὰ νῶτα καὶ προτροπάδην φεύγοντα. ὁ μὲν ἐχλώριζεν ὑπὸ δέους, τὸν ἀκοντίζοντα δεδιὼς, καὶ τῷ σάκει πᾶς ἐνεθάπτετο· ὁ δὲ ἀνθηρὸς ἦν, τὸν ἀνταγωνιστὴν κατεπτηχότα ὁρῶν. τὸ δὲ τοῦ ἀέρος ῥόθιον τῇ ὁρμῇ τῶν ἵππων τεμνόμενον ἠνέμου τὰς σημαίας καὶ λιγυρὸν ὑπεσύριττεν. εἶπεν ἄν τις οὐκ ἀκόμψως, πρὸς τὴν τηνικαῦτα διάχυσιν ἀπιδών, Ἀφροδίτην Ἄρεϊ συνελθεῖν, τῇ δ’ Ἐνυοῖ συμπλέκεσθαι Χάριτας· οὕτω τὰ τότε παίγνια μῖγμα ποικιλοῦ καλοῦ ἐτύγχανεν ὄντα. ἐποίει δ’ ἁμιλλᾶσθαι καὶ παραλογώτερον Ῥωμαίους μὲν τὸ ὑπερφέρειν βούλεσθαι τῶν Λατίνων καὶ κατὰ τὴν τῶν δοράτων ἀγκοίνησιν, καὶ βασιλέως αὐτοῦ ὀφθαλμοὶ ἀγωνοθέται τῶν δρωμένων γινόμενοι, Ἰταλοὺς δὲ [72C] ὁ ἀεὶ ὀρθὸς αὐχὴν καὶ τὸ ὑβρίζον φρόνημα, ἔτι γε μὴν τὸ μηδ’ ὅλως ἀνέχεσθαι Ῥωμαίους κρατεῖν τὸν διὰ κοντῶν πόλεμον. βασιλεὺς δὲ αὐτὸς σύνδυο ἱππότας προσούδισε, καθ’ ἑνὸς μὲν ἐλάσας τὸν ἵππον καὶ τὸ δόρυ κραδάνας, ἐκείνου δὲ συγκαταβαλόντος τὸν σύνεγγυς τῇ ῥύμῃ τοῦ διακοντίζοντος.


Πλήσας οὖν ἐπ’ ἀνδρείᾳ τοὺς Ἀντιοχεῖς θαύματος, ὄψεσι παρειληφότας ἅπερ ἀκοαῖς ἐνηχοῦντο πρότερον, ἔγνω παλινῳδίαν ᾆσαι πρὸς τὴν Κωνσταντίνου τραπόμενος. ἔνθεν τοι καὶ ὡς διὰ φιλίας μέλλων ἰέναι διαφίησι τὸ στρατόπεδον, ὅποι φίλον ἑκάστῳ μεθίστασθαι. τοῦτο δὲ μὴ καθ’ ἡγεμόνα ὁποῖος ἦν αὐτὸς βουλευσάμενος, ἔλαθε παραπολέσας τὸ πολὺ [72D] τοῦ στρατοῦ καὶ κακῶς τὰ κατ’ οὐρὰν διαθέμενος· ἡ γὰρ πρὸς πορείαν ὀξεῖα τούτου ῥοπὴ καὶ ἡ πρὸς τὰ οἰκεῖα ἤθη τῶν στρατιωτῶν ἀχαλίνωτος ἄπαρσις καὶ ἀλόγιστος οὐκ ὀλίγα τῶν ταγμάτων διαλυθέντα παρελυμήνατο, τῶν Τούρκων ἐπεισπεσόντων ἀθρόως αὐτοῖς, ὡς πείρᾳ γνῶναι τὸ τότε πολλούς οἷον ἀγαθὸν ἡ προμήθεια, τὴν δ’ ὑστεροβουλίαν πρᾶγμα ἀνόνητον καὶ ἀξύμφορον, καὶ ὡς κρεῖσσον τὸ μεθ’ ἡμέραν, εἰ σώζει καὶ δίδωσιν εὔκλειαν, τοῦ κατασπῶντος αὐτίκα εἰς θάνατον, κἂν ὑποσαίνῃ χρηστότητι. τάχα δ’ ἂν καὶ εἰς χείριστον προύβη τὰ οἴκτιστα, εἰ μὴ βασιλεὺς ἐπαναστραφεὶς τῶν Τούρκων ἀνέστειλε τὴν φορὰν, καὶ προύπεμψε τὰ στρατόπεδα μεθ’ οἵας ἔδει συντάξεως πρότερον, ὅτε καὶ λέγεται [73A] τοῖς τῶν πεσόντων ἐπιστάντα πτώμασι, καὶ τὸ πλῆθος τῶν διαφθαρέντων ὅσον κατανοήσαντα, πλῆξαί τε τῇ χειρὶ τὸν μηρὸν ἀχθόμενον καὶ περιψοφῆσαι τὰ χείλη πυκνὰ καὶ ἀνοιμῶξαι βύθιον καὶ δακρῦσαι, ταῦτα δὴ τὰ τῶν παθαινομένων σημαντικὰ ἐπὶ τοῖς ὁρωμένοις ἢ καὶ ἐνωτιζομένοις ἀλγεινοῖς θεάμασι καὶ ἀκούσμασι, καὶ ὁρμῆσαι μὲν τὸ ἐν ὀφθαλμοῖς ἀναμαχέσασθαι ὄνειδος, γενναῖον δέ τι ἐξ ὑπογυίου δρᾶσαι μὴ ἔχοντα ὁδοῦ τῆς προκειμένης αὖθις ἔχεσθαι.