Χρονική Διήγησις/Μανουήλ Κομνηνός/Γ/2
←Μανουήλ Κομνηνός (Γ.1) | Χρονική Διήγησις Συγγραφέας: Μανουήλ Κομνηνός - ΤΟΜΟΣ Γ΄ (2) |
Μανουήλ Κομνηνός (Γ.3)→ |
Το κείμενο ακολουθεί την έκδοση Immanuel Bekker, Βόννη, 1835. |
[68C] Ὄντι δὲ κατὰ Ταρσὸν τῷ βασιλεῖ Μανουὴλ ἡ τοῦ ἐξαδέλφου Ἀνδρονίκου ἐκ τῆς φυλακῆς φυγὴ καταγγέλλεται, ἧς τὸ αἴτιον καὶ ὅσα μὲν ἐρρέθη ἄνωθεν, οὐδὲν δὲ ἧττον τὸ ἐλευθεροστομεῖν ἀεὶ καὶ τὸ τῇ ῥώμῃ τῶν πολλῶν διαφέρειν καὶ ἡ εὖ ἔχουσα πλάσις τοῦ σώματος ἀξία οὖσα τυραννεῖν καὶ τὸ τοῦ φρονήματος ἀταπείνωτον, ἃ δὴ πάντα πεφύκασιν οἱ κρατοῦντες ὑποβλέπειν καὶ κνίζον ἔχειν καὶ ἕως καρδίας αὐτῆς βάλλοντα διὰ τὸ περὶ τὴν βασιλείαν περιδεές. διὰ ταῦτα τοίνυν, ἀλλὰ δὴ καὶ τὸ ἐν ταῖς μάχαις ἐνδέξιον καὶ τὸ τοῦ γένους ἐπίσημον (ἐκ γὰρ τοῦ αὐτοῦ πατρὸς Ἀλεξίου τοῦ τῷ Μανουὴλ προπάτορος ὅ τε τούτου πατὴρ ὁ βασιλεὺς Ἰωάννης καὶ ὁ τοῦ Ἀνδρονίκου γενέτης ὁ σεβαστοκράτωρ προήλθοσαν [68D] Ἰσαάκιος) ὀφθαλμοβολούμενος ἦν καὶ ὕποπτος μάλιστα. συνέβη δέ τι καὶ ἕτερον δι’ ὃ τοῦτον ἐν φρουρᾷ συνεῖχεν ὁ Μανουήλ. τῷ βασιλεῖ τούτῳ τρεῖς ἦσαν ὁμαίμονες, Ἀλέξιος, Ἀνδρόνικος καὶ ὁ πολλάκις ῥηθεὶς Ἰσαάκιος. τούτων οἱ μὲν δύο τὸ ζῆν μετήλλαξαν ἔτι τοῖς ζῶσι κατειλεγμένου τοῦ πατρὸς αὐτοῖς καὶ βασιλέως Ἰωάννου τοῦ Κομνηνοῦ, ἐσάλευε δὲ τὰς τοῦ γένους διαδοχὰς ὁ μὲν Ἀλέξιος ἐπὶ μιᾷ θυγατρί, ἣν καὶ εἰς γαμετὴν γυναῖκα ἡρμόσατο ὁ τοῦ μεγάλου δομεστίκου Ἰωάννου υἱὸς Ἀλέξιος, ὧν πέρι καὶ εἰπόντες ἔφθημεν· τῷ δ’ Ἀνδρονίκῳ θυγατέρες ἐγεγόνεισαν τρεῖς, Μαρία, Θεοδώρα καὶ Εὐδοκία, καὶ υἱεῖς δύο, Ἰωάννης τε καὶ Ἀλέξιος. τῶν θηλειῶν τοίνυν ἡ Εὐδοκία τὸν ἐκ παρθενίας ὁμευνέτην ἀποβαλοῦσα θανάτῳ ἀνοσίως Ἀνδρονίκῳ συνήρχετο, οὐ κρύβδην, ἀλλ’ ἀνέδην. καὶ τοῖς ἐπιτιμῶσιν Ἀνδρονίκῳ διὰ τὸ τῆς συνουσίας [69A] ἀθέμιτον ἡ ἀφ’ ἑστίας μίμησις πρόχειρος εἰς ἀπόλογον ἦν, καὶ χαριεντιζόμενος ἀνθυπέφερεν ὡς φιλεῖ τὸ ἀρχόμενον ἐξομοιοῦσθαι τῷ ἄρχοντι καὶ τὰ τῆς αὐτῆς ὁμοστοιχεῖ καὶ συνᾴδει πως κεραμείας, εἰς τὸν ἐξάδελφον ἀποσκώπτων ταῦτα καὶ βασιλέα τὸν Μανουὴλ ὡς ὁμοιοπαθέσιν ὑποκύπτοντα πάθεσιν ἢ γοῦν καὶ χείροσιν ἁλισκόμενον, εἴπερ ὁ μὲν ἀδελφοῦ θυγατρὶ συνουσίαζεν, ὁ δ’ Ἀνδρόνικος ἐξαδέλφου παιδὶ συγκατέκειτο. τὸ γοῦν τοιοῦτον οὔτε τῷ Μανουὴλ ἥνδανε καὶ τοὺς ἐκ γένους τῆς γυναικὸς μαίνεσθαι ἐποίει κατ’ Ἀνδρονίκου καὶ διαπρίεσθαι ἀτεχνῶς, ἐκ τοῦ πλείονος δὲ τὸν τῆς Εὐδοκίας ὁμαίμονα Ἰωάννην, ὃς τῇ τοῦ πρωτοσεβαστοῦ καὶ [69B] πρωτοβεστιαρίου ἐκυδροῦτο τιμῇ, καὶ τὸν ἐπ’ ἀδελφῇ τῇ Μαρίᾳ ὡσαύτως γαμβρὸν τὸν Καντακουζηνὸν Ἰωάννην. πολλαὶ μὲν οὖν, ὡς εἰκός, ἐπιβουλαὶ κατὰ τοῦ Ἀνδρονίκου αἱ μὲν ἐνδόμυχοι ἦσαν καὶ σκότιοι τυρευόμεναι, αἱ δὲ καὶ προδήλως τολυπευόμεναι· ἀλλὰ διέλυε ταύτας ὡς ἱστὸν ἀράχνης Ἀνδρόνικος, καὶ ὡς παιδίων ἐπὶ ψάμμου ἀθύρματα διεσκέδαζεν, ἀνδρείᾳ τε τῇ σφετέρᾳ πίσυνος ὢν καὶ κατὰ σύνεσιν τῶν ἐναντίων ὑπερφέρων πολὺ καὶ ὅσον αἱ ἄλογοι φύσεις τῶν λογικῶν ἥττηνται, ὥστε καὶ συμβὰν οὕτω πολλάκις προσπλακεὶς ἐτρέψατο τούτους, τὰ φίλτρα τῆς Εὐδοκίας γέρας ἀρνύμενος. ἦν δ’ ὅτε καὶ αὐτὸς μὲν ἐπὶ σκηνῆς τῇ γυναικὶ [69C] κατὰ Πελαγονίαν συνεπλέκετο, οἱ δὲ καθ’ αἷμα τῇ Εὐδοκίᾳ προσήκοντες περιστάντες, περιστάντες τὴν σκηνὴν ὡς τοῦτο ἔγνωσαν, μετὰ συχνῶν ὁπλοφόρων ἐτήρουν τὴν ἔξοδον ὡς αὐτίκα μάλα τοῦτον διαχειρισόμενοι. ἀλλ’ οὐκ ἔλαθε ταῦτα τὴν Εὐδοκίαν καίπερ ἐφ’ ἑτέροις τὸν νοῦν ἔχουσαν, εἴτε διαγγελθέντα παρά του τῶν ἐκ τοῦ γένους ἐκείνῃ, εἴθ’ ἑτέρως τὸν κατὰ τοῦ φθορέως αὐτῆς λόχον γνωρίσασα· ἦν γὰρ κἀκείνῃ δραστήριον τὸ φρονεῖν, οὐμενοῦν κατὰ γυναῖκας πλουτούσῃ τὴν σύνεσιν. διασαφεῖ τοίνυν τῷ Ἀνδρονίκῳ συγκατακειμένῳ τὴν ἐπιβουλὴν. ὁ δὲ διαθροηθεὶς ἐπὶ τῷδε τῷ ῥήματι ἐξανέθορέ τε αὐτίκα τῆς κλίνης, καὶ τὴν ἐπιμήκη διαζωσάμενος μάχαιραν διεσκοπεῖτο τὸ ποιητέον. ἡ μὲν οὖν ὑπετίθει τῷ ἐρωμένῳ [69D] γυναικείαν ὑποδῦναι στολὴν, κἀν τῷ ἐπιτάξαι αὐτήν τινι τῶν προκοίτων καὶ κατευναστριῶν γυναικῶν λαμπτῆρα εἰσενεγκεῖν τῇ σκηνῇ, πρὸς ὄνομα καλέσασαν, καὶ οὕτως εἰς ἐξάκουστον ὡς τοῖς ἐλλοχῶσι τὴν ταύτης ἐνηχηθῆναι φωνήν, εὐθέως ἐξελθεῖν καὶ λαθεῖν. τῷ δὲ οὐκ ἤρεσκεν ἡ παραίφασις, ἐκτρεπομένῳ μὲν καὶ τὸ ἁλῶναι κἀπὶ τὸν βασιλέα ἐπισπώμενον τῆς κόμης ἄγεσθαι ἀγεννῶς, καὶ θάνατον δὲ οὐχ ἧττον ὑφορωμένῳ τὸν γυναικώδη καὶ ἀκλεᾶ. οὐκοῦν τὸ ξίφος γυμνώσας καὶ δοὺς τοῦτο τῇ δεξιᾷ ἀφάλλεται, τὴν σκηνὴν ἐγκαρσίως διατεμὼν, καὶ ἐν ἑνὶ πηδήματι Θετταλῷ ἄντικρυς ὑπερβαίνει τόν τε ξυγκείμενον τῇ σκηνῇ τυχὸν οὕτω θριγγὸν, καὶ ὅσον ἐπεῖχον οἱ πάσσαλοι καὶ οἱ σχοῖνοι χῶρον, ὡς ἀχανεῖς γενέσθαι τοὺς ἐνεδρεύοντας καὶ τὸ διαδρᾶναι σφᾶς τὸ θήραμα θαῦμα καὶ θέαμα ἡγεῖσθαι καινόν. ταῦτά τε οὖν ἀκουόμενα τὸν αὐτοκράτορα ὑπέθραττε Μανουὴλ, καὶ αἱ διαβολαὶ [70A] δὲ ὅσα καὶ ῥανίδες ἐνδελεχεῖς ἐκοίλαινον ἐς ὑποδοχὴν τῶν κατὰ τοῦ ἐνδιαβαλλομένου ἐπιχεομένων τὴν τοῦ ἐνηχουμένου ψυχὴν, καὶ ἀπῆγον κατὰ βραχὺ οὗ εἶχεν οὗτος εἰς τὸν ἄνδρα ζωπύρου φιλίας, καὶ ὡς ἀληθῆ ἐνῆγον τὰ λεγόμενα παραδέχεσθαι· μηδὲ γὰρ πάμπαν τὴν φήμην ἀπόλλυσθαι, μηδὲ εἰκῇ λύουσαν τὸ πτίλον ἀμφιπεριτροχάζειν αὐθάδη καὶ βασιλειῶντα τὸν Ἀνδρόνικον. ὡς ἄρα οὐδέν τι διαβόλου γλώττης χείριστον ἐνέφυ τοῖς ἀνθρώποις ἕτερον κακόν. εἰκότως οὖν καὶ Δαβὶδ ὁ φιλῳδὸς καὶ φιλόψαλμος ἐν πλείστοις τῶν αὐτοῦ θεοπλόκων καὶ ἡδυφραδῶν εἰδυλλίων διασύρει ταύτην καὶ κωμῳδεῖ, στηλογραφῶν ἀτεχνῶς τὴν ἐξ ἐρήμης ταύτης [70B] ἰσχὺν, καὶ ῥυσθῆναι τῶν ἑλίκων αὐτῆς ἐπευχόμενος. τῷ τοι καὶ ὁ Μανουὴλ ὡς ἄρκυσι ληφθεὶς οἷς ἦσαν τοῦ Ἀνδρονίκου πολλάκις οἱ πρὸς γένους αὐτῷ κατεπᾴδοντες, ἑκὼν ἀέκοντί γε θυμῷ τίθησιν αὐτὸν ἐν φρουρᾷ, καὶ ποδοκάκαις σιδηραῖς ἀσφαλίζεται ἀρρήκτοις ὡς ἐνῆν καὶ ἀλύτοις. ἔμενεν οὖν ἐφ’ ἱκανὸν χρόνον τῇ φυλακῇ κακουχούμενος. θερμουργὸς δὲ ὢν καὶ ἀνθρώπων πολυτροπώτατος κἀν τοῖς ἀπόροις ποριστικὸς καὶ εὐμέθοδος, παλαίτατον κατανοήσας ὑπόνομον καθ’ ὃν εἵργνυτο οἰκίσκον (πύργος δὲ οὗτος ἦν ἐκ πλίνθου ἅπας ὀπτῆς) ὕπεισι τοῦτον, ταῖς χερσὶ πρότερον ὡς ἀμάλαις ἢ σκαλίσι διαμησάμενος τὰ πρὸς τὴν εἴσοδον καὶ τὴν ἔξοδον, ὡς εἶεν ἀνύποπτα, καί τι προεκπετάσας ἔπιπλον. ἐνστάσης τοίνυν [70C] ὥρας ἀρίστου αἱ θύραι τοῦ δεσμωτηρίου παρὰ τῶν φρουρῶν ἀνεῴγεσαν καὶ τὸ δεῖπνον εὐτρεπὲς παρεισήγετο, οὐδαμοῦ δὲ φαινόμενος ἦν ὁ δαιτυμών. περιεβλέπετο γοῦν τοῖς φύλαξιν ἡ φρουρά, μή πού τι ταύτης ἀποθραύσας ἢ διατορήσας ὁ πολύμητις Ἀνδρόνικος οἴχοιτο. ὡς δ’ οὐδὲν ὅλως ἦν οὐδαμῶς λυμανθέν, οὐ θαιρός, οὐ φλιά, οὔτε μὴν οὐδὸς τῶν πυλῶν, οὐκ ὄροφος, οὐκ ὀπισθόδομος, οὐδ’ ἡ σιδηρόδετος ἀναφωτίς, οὐκ ἄλλο τι τῶν ἁπάντων οὐθέν, ἀνῴμωζον διωλύγιον, τὴν ὄψιν ὄνυξιν ἔδρυπτον, ὡς ὃν ἐφρούρουν οὐκ ἔχοντες, μηδὲ τὸν τρόπον ἢ τὸν τόπον κατανοοῦντες καθ’ ὅν ἐστιν ἀποδράς. δῆλα ταῦτα ποιοῦσι τῇ βασιλίσσῃ καὶ τοῖς ἐν τέλει καὶ ὅσοι τὴν βασιλικὴν ἀμφεπονοῦντο αὐλήν. οὐκοῦν ὁ μὲν ὡς φυλάξων τὰς αἰγιαλίτιδας πύλας ἐστέλλετο, τῷ [70D] δὲ ἡ τῶν χερσαίων ἐπετέτραπτο φυλακή, ἄλλος τοὺς λιμένας διηρευνᾶτο, ἕτερος ἄλλο τι τῆς πόλεως μέρος ἀπολαβὼν ἀνεζήτει[1] τὸν δραπέτην Ἀνδρόνικον. οὐδὲ αἱ ἄμφοδοι ἦσαν ἀδιασκόπητοι, οὐδ’ ἀφύλακτοι αἱ τρίοδοι. συχνὰ δὲ καὶ κατὰ πᾶσαν χώραν τὰ βασίλεια διίπτατο γράμματα, ἄφαντον ἀπαγγέλλοντα τὸν Ἀνδρόνικον καὶ σχολὴν ἐπίμονον ἐπιτάττοντα, ὅπως ἁλοὺς ἐπαναπεμφθῇ. ἐπὶ δὴ τούτοις καὶ ἡ τούτου συλληφθεῖσα γυνὴ ὡς τῆς φυγῆς συνίστωρ τῷ δεσμωτηρίῳ παραρριπτεῖται ἐν ᾧπερ καθεῖρκτο Ἀνδρόνικος, ὡς ἐκεῖσε τίνῃ δίκας τῆς φιλανδρίας ἔνθα ὁ ταύτης συνείληπτο σύζυγος, ᾧ ὑπέθετο τὴν δραπέτευσιν. ἐλάνθανον δὲ ἄρα καὶ Ἀνδρόνικον πεδήτην ὡς πρότερον ἔχοντες καὶ μάτην εἰς γυναῖκα ταλαίπωρον τὸν χόλον ἐκχέοντες καὶ τὰ πρὸς χάριν Ἀνδρονίκῳ ποιοῦντες· ἐξαναδὺς γὰρ οὗτος τοῦ θόλου καὶ τὸν ὑπόνομον ἀπολελοιπὼς τῇ γυναικὶ ἐντυγχάνει, δόξας ὅσα καὶ δαίμων τὰ πρῶτα ὑποταρτάριος ἢ νεκύων ἀμενηνὸν ἴνδαλμα, καὶ διαταράξας τῷ ἀέλπτῳ τῆς θέας τὴν ἄνθρωπον. [71A] καὶ προσπλακεὶς ἐδάκρυσε μέν, πλὴν οὐχ ὅσον ἤθελον αἱ συμφοραὶ καὶ τὰ τότε δυστυχῆ συναντήματα, φειδοῖ τοῦ μὴ τὸν θρῆνον ἀναβῆναι εἰς ὦτα τοῖς δεσμοφύλαξι. καὶ δὴ ἐφ’ ἱκανὸν συγγεγονὼς τῇ εὐνέτιδι κατὰ τὴν φρουρὰν, καὶ ἐγκύμονα ταύτην ἐκ τῆς τότε συνουσίας ἀπεργασάμενος, ἐξ ἧς καὶ παιδὸς ἄρρενος ἀκούσοι πατήρ, τὸν Ἰωάννην λέγω, ᾧ καὶ βασιλείας Ἀνδρόνικος μετέδωκεν ἔπειτα, ὡς ὁ λόγος εἴπῃ κατὰ καιρόν, ἐκεῖθεν ἀναχωρεῖ, οἷα τῶν φυλάκων μηκέτι κἀπὶ τῇ γυναικὶ οἵαν καὶ ἐπ’ αὐτῷ τῆς φρουρᾶς παρεχομένων ἀκρίβειαν. γενόμενος δὲ κατὰ τὰ μελάγγεια συλλαμβάνεται παρά του στρατιώτου, ὅτῳ ἦν Νικαίας ἐπίκλησις· καὶ εἶχε πάλιν αὐτὸν κουστωδία μείζων καὶ χείρων τῆς προτέρας [71B] φρουρὰ καὶ ποδοπέδαι σιδηραῖ διπλαῖ. ταῦτα οὖν ὡς ἠγγέλθη τῷ Μανουὴλ κατ’ Ἀρμενίαν ἔτι στρατοπεδεύοντι, στέλλεται ὁ λογοθέτης τοῦ δρόμου Ἰωάννης ὁ καματηρός, καὶ τὴν τοῦ ἄνακτος μὲν ὅσον οὐδέπω παρουσίαν εὐαγγελισόμενος, καὶ τὰ συμβάντα δὲ κρειττόνως διασκεψόμενος καὶ παραδηλώσων βασιλεῖ σαφέστερον.
- ↑ Στο κείμενο του Bekker διαβάζουμε: ἀνετον ζήτει