Χρονική Διήγησις
Συγγραφέας:
Μανουήλ Κομνηνός - ΤΟΜΟΣ Γ΄ (1)
Το κείμενο ακολουθεί την έκδοση Immanuel Bekker, Βόννη, 1835.


ΤΟΜΟΣ ΤΡΙΤΟΣ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ

ΜΑΝΟΥΗΛ ΤΟΥ ΚΟΜΝΗΝΟΥ


ΜΑΝΟΥΗΛ ΚΟΜΝΗΝΟΣ - ΤΟΜΟΣ Γ΄ (1)

Τοιοῦτον μὲν εἰλήφει πέρας τὰ κατὰ Σικελίαν τε καὶ Καλαβρίαν τοῦ βασιλέως Μανουὴλ ἀγωνίσματα, λαμπρὰ [67A] μὲν καὶ πλεῖστα τῶν χρημάτων ἐκεῖσε μετηγγικότα, εἰς οὐδὲν δὲ τέλος εὔχρηστον Ῥωμαίοις κατηντηκότα ἢ εὐσπούδαστον τοῖς ὕστερον αὐτοκράτορσιν. ἀλλὰ τί ἔχοι τις εἰπεῖν πρὸς ἄνθρωπον οὕτω προθύμως ἀγωνισάμενον πρὸς τὸ τὰ βασιλείας εἰς τὸ κρεῖττον ἀποκαταστῆσαι πράγματα καὶ τὸ ἀλλόφυλον ὑποτάξαι, μὴ δυνηθέντα δέ; ἀλλ’ οὗτος αὖθις κατὰ Παιόνων, οὓς Οὔγγρους καὶ Οὔννους φασί, στρατείαν ἐκήρυξε, καὶ τοῖς κατὰ δυσμὴν ἔχουσι τὰς οἰκήσεις ὁπλίταις ἁμάξας ἐπέταξεν ἄγειν εἰς τὸ στρατόπεδον, δι’ ὧν καὶ οὗτοι ἐφοδιάσονται τὰ βιώσιμα, καὶ τῷ λοιπῷ δὲ οὕτω συναροῦνται στρατεύματι, ὅσοι τοιούτων σκευαγωγημάτων σπανίζειν [67B] ἤμελλον. ὡς οὖν εἰς ἓν συνήθροιστο τὰ στρατεύματα, εἶχε καὶ αὐτὸν παρόντα τὸν βασιλέα πόλις ἡ Σαρδική, ἣ νῦν Τριάδιτζα ὀνομάζεται. καιρὸν δ’ οὐχὶ πολὺν ἐκεῖσε προσμείνας, ἐπεὶ ἵκετο πρεσβεία ἐκ τῶν Παιόνων καὶ λόγοι συμβατικοί, ἑτέραν τραπόμενος πρὸς τὸν τῶν Σέρβων μεταβαίνει σατράπην· καὶ διαθροήσας τοῦτον ὁδοῦ πάρεργον, καὶ πείσας αὐτὸν μόνον εἰδέναι βασιλέα καὶ δεδιέναι, τῶν δὲ μετὰ τῶν Οὔννων ἀφεστάναι σπονδῶν, πρὸς μὲν τὰ οἰκεῖα ἤθη τὸ πολὺ τῆς στρατιᾶς διαφῆκεν, αὐτὸς δὲ τὴν τῶν Θετταλῶν καταλαβὼν ἐπαρχίαν, κακεῖσε προσδιατρίψας ἐφ’ ὅσον αὐτῷ ἐδόκει καίριον, τὴν βασιλίδα εἴσεισι πόλιν.


Ἡλίου δ’ ἄρτι τὰς χειμερινὰς τροπὰς παρελαύνοντος εἰς Πελαγονίαν ἔξεισιν αὖθις, ὁρμητήριον αὐτὴν κρίνων ἱκανὸν [67C] ὑποδέξασθαι στρατόπεδον εἰς πεδία ἱππήλατα ὑπτιάζουσαν, καὶ πρὸς τὰς πεύσεις εὖ ἔχειν καὶ τὴν τῶν δρωμένων κατάληψιν ὑπὸ τῶν ἐθνῶν μεθ’ ὧν ἀντεπαλαμᾶτο καὶ διεφέρετο. ἔτι γὰρ τὰ κατὰ Σικελίαν μεθεῖλκον αὐτὸν καὶ ὑπέθραττον, μήπω κατασιγασθέντα τέλεον. καὶ ὁ τῶν Οὔννων τὴν ἀρχὴν ἐζωσμένος πρὸς ξιφουλκίαν ἔβλεπεν, ὡς ἔδειξεν ἐξ ὧν ἔδρασεν. ἐπειδὴ γὰρ παρελύθη τῆς δουκικῆς ἀρχῆς Βρανιτζόβης καὶ Βελεγράδων ὁ Κομνηνὸς Ἀνδρόνικος, ὁ καὶ ὕστερον τυραννεύσας Ῥωμαίων, οἷα κρύβδην κατὰ Ῥωμαίων, ὥς ᾔδετο, τοῖς Παίοσι συντιθέμενος καὶ περὶ τοῦ παραλυθῆναι μὲν τὸν Μανουὴλ τῆς ἀρχῆς αὐτὸν δ’ ἐπιβήτορα ταύτης γενέσθαι τῷ τούτων κοινολογούμενος ἄρχοντι, καὶ μετάπεμπτον τοῦτον [67D] εἶχε εὐθὺς ἡ Πελαγονία, ὁπόσα μὴ εὐθὺν ἐκεῖνον εἰς τὸν ἐξάδελφον καὶ βασιλέα διήλεγχον, κἀκεῖθεν ἡ πόλις ἀναπεμπόμενον δέσμιον καὶ ἐν μιᾷ τῶν τοῦ μεγάλου παλατίου φρουρῶν καθειργνύμενον τὸν κατὰ Ῥωμαίων εὐθὺς ὁ Οὐννάρχης ἐξέφερε πόλεμον, καὶ ἦν πολιορκῶν Βρανίτζοβαν καὶ κατατρέχων τὰ ἐκεῖ πάντα, λεηλατῶν τε καὶ ἄγων ὡς ᾕρητο. στέλλεται γοῦν παρὰ βασιλέως στρατηγὸς κατ’ αὐτοῦ ὁ χαρτουλάριος Βασίλειος ὁ Τζιντζιλούκης. καὶ ὃς τὰς συνειλεγμένας δυνάμεις παραλαβὼν καὶ εἰς τάξεις καταστήσας καὶ φάλαγγας, καὶ δόξας ἄξιον νίκης ἔχειν στρατόν, τοῖς Οὔννοις συμπλέκεται. Καὶ πρὸς βραχὺ μὲν κατηγωνίσατο τὸ πολέμιον· ἐπαναστραφὲν δὲ ὥς ἀσυντάκτως ὑπὸ Ῥωμαίων καταδιωκόμενον, [68A] ὃ πέπονθεν ἔδρασε γενναιότερον. βασιλεὺς τοίνυν ἐνωτισάμενος ταῦτα τὴν ἐκεῖσε πορείαν ἐπέτεινεν, εἴ πως οἱ Παίονες πρὸς τὴν αὐτοῦ διαταραχθέντες ἄφιξιν τῶν ἐκεῖθι χώρων ἀπανασταῖεν· ὃ καὶ ἦσαν διαπραξάμενοι, συμβιβασθέντες μετὰ τοῦ βασιλέως, ὡς ὁ καιρὸς τότε ἔδωκεν. αὐτὸς δὲ ὡς εἶχε τὰ κατὰ Βρανίτζοβαν καὶ Βέλγραδα καταστησάμενος πράγματα, εἰς τὴν βασιλίδα πόλιν μετασκηνοῖ.


Οὐκοῦν καὶ τῶν δυσμικῶν ἐχθρῶν ἠρεμησάντων ἐπὶ βραχὺ δι’ ὁμολογίας καὶ φιλιώσεως, καὶ οὐδένα ἔχων τῷ τέως ἀνθέλκοντα ἐξ ἑσπέρας ἀντίμαχον ἀξιόμαχον, κυροῖ τὴν εἰς Ἀρμενίαν ἀνάβασιν. ἀπάρας οὖν ἐς Ταρσὸν καὶ ἀφιγμένος εἰς Ἄδαναν [68B] καὶ ὅσα τῇ κάτω Ἀρμενίᾳ πρόσχωρα, καὶ ταῦτα κακοδαιμονοῦντα ὑπὸ τοῦ Τορούση διαθάλψας καὶ ἀσφαλείας τῆς δεούσης ἠξιωκὼς, καὶ καταπλήξας τῇ παρουσίᾳ τὸν οὐχ ἁπλοῦν τὴν γνώμην ἀλλὰ κρυψίνουν καὶ ὕφαλον Ἀρμένιον, σχάζει τὸ πρόθυμον, οὐδὲ περὶ τῆς ὅλης Ἀρμενίας διαγωνίζεται, τὸν οἰκεῖον πατέρα ἐζηλωκώς, ἢ γοῦν, ὅσα ἐκεῖνος ὑπηγάγετο φρούρια πολεμῶν, ταῦτα ὡς ἐκ φάρυγγος λύκου ποιμὴν λοβὸν ἥπατος προσαπαιτῶν καὶ λαμβάνων ἐκ τοῦ τῶν Ἀρμενίων κατάρχοντος• ἀλλὰ τῇ διπλόῃ καὶ ἀπάτῃ τῶν λόγων τοῦ Τορούση φενακισθεὶς καὶ τῇ αἱμυλίᾳ τῶν συνθηκῶν ἁπαλυνθεὶς τὴν διάνοιαν, τὰ χαλινὰ μεταστρέψας εἰς Ἀντιόχειαν παραγίνεται, τὴν τῆς ἁπάσης Συρίας προκαθημένην καλλίπολιν.