AP V 285 Εἰργομένη φιλέειν με κατὰ στόμα δῖα Ῥοδάνθη
Συγγραφέας:
Παλατινή Ανθολογία, V (βιβλίο 5ο, Ερωτικά επιγράμματα)
Εἰργομένη φιλέειν με κατὰ στόμα δῖα Ῥοδάνθη, Αγαθία του Σχολαστικού, Παλατινή Ανθολογία, βιβλίο 5, επίγραμμα 285 (AP V 285)


V 285 Αγαθία

Επεξεργασία
Εἰργομένη φιλέειν με κατὰ στόμα δῖα Ῥοδάνθη ζώνην παρθενικὴν ἐξετάνυσσε μέσην
καὶ κείνην φιλέεσκεν· ἐγὼ δέ τις ὡς ὀχετηγὸς ἀρχὴν εἰς ἑτέρην εἷλκον ἔρωτος ὕδωρ,
αὖ ἐρύων τὸ φίλημα· περὶ ζωστῆρα δὲ κούρης μάστακι ποππύζων τηλόθεν ἀντεφίλουν.
ἦν δὲ πόνου καὶ τοῦτο παραίφασις· ἡ γλυκερὴ γὰρ ζώνη πορθμὸς ἔην χεῖλεος ἀμφοτέρου.