Παλατινή Ανθολογία/IX/643 Αγαθία
< Παλατινή Ανθολογία | IX
←Βιβλίο 9o, 642 | AP IX 643 Τί στενάχεις κεφαλὴν κεκακωμένος; Συγγραφέας: Παλατινή Ανθολογία, IX (βιβλίο 9ο, Επιδεικτικά επιγράμματα) |
Βιβλίο 9o, 644→ |
Τί στενάχεις κεφαλὴν κεκακωμένος;, Αγαθία του Σχολαστικού, Παλατινή Ανθολογία, βιβλίο 9ο επίγραμμα 643 (AP IX 643) |
IX 643 Αγαθία
Επεξεργασία- Τί στενάχεις κεφαλὴν κεκακωμένος; ἐς τί δὲ πικρὰ οἰμώζεις, μελέων πάγχυ βαρυνομένων;
- ἐς τί δὲ γαστέρα σεῖο ῥαπίσμασιν ἀμφιπατάσσεις, ἐκθλίψαι δοκέων μάστακος ἐργασίην;
- μόχθων τοσσατίων οὔ σοι χρέος, εἰ παρὰ δαιτὶ μὴ τοῦ ἀναγκαίου πουλὺ παρεξετάθης.
- ἀλλ' ἐπὶ μὲν στιβάδος φρονέεις μέγα καὶ στόμα τέρπεις βρώμασιν, εὐτυχίην κεῖνα λογιζόμενος·
- ἐνθάδε δ' ἀσχάλλεις, μούνη δ' ἀλιτήματα λαιμοῦ ἡ γαστὴρ τίνει πολλάκι τυπτομένη.