Παλατινή Ανθολογία/IX/644 Αγαθία
< Παλατινή Ανθολογία | IX
(Ανακατεύθυνση από Παλατινή Ανθολογία/IX/644)←Βιβλίο 9o, 643 | AP IX 644 Εὖγε, μάκαρ τλήθυμε γεωπόνε· σοὶ βίος αἰεὶ μίμνειν Συγγραφέας: Παλατινή Ανθολογία, IX (βιβλίο 9ο, Επιδεικτικά επιγράμματα) |
Βιβλίο 9o, 645→ |
Εὖγε, μάκαρ τλήθυμε γεωπόνε· σοὶ βίος αἰεὶ μίμνειν, Αγαθία του Σχολαστικού, Παλατινή Ανθολογία, βιβλίο 9ο επίγραμμα 644 (AP IX 644) |
IX 644 Αγαθία
Επεξεργασία- Εὖγε, μάκαρ τλήθυμε γεωπόνε· σοὶ βίος αἰεὶ μίμνειν καὶ σκαπάνης ἄλγεα καὶ πενίης·
- λιτὰ δέ σοι καὶ δεῖπνα καὶ ἐν ξυλόχοισι καθεύδεις, ὕδατος ἐμπλήσας λαιμὸν ἀμετροπότην.
- ἔμπης ἀρτίπος ἐσσὶ καὶ ἐνθάδε βαιὰ καθεσθεὶς αὐτίκα γαστέρα σὴν θῆκας ἐλαφροτάτην·
- οὐδὲ καταψήχεις ἱερὴν ῥάχιν οὐδέ τι μηροὺς τύπτεις, αὐτομάτως φόρτον ἀπωσάμενος.
- τλήμονες οἱ πλουτοῦντες, <ἀεὶ> πυκινοῖσι συνόντες, οἷς πλέον ἀρτεμίης εὔαδεν εἰλαπίνη.