Παλατινή Ανθολογία/IX/642 Αγαθία

AP IX 642 Πᾶν τὸ βροτῶν σπατάλμα καὶ ἡ πολύολβος ἐδοδὴ
Συγγραφέας:
Παλατινή Ανθολογία, IX (βιβλίο 9ο, Επιδεικτικά επιγράμματα)
Πᾶν τὸ βροτῶν σπατάλμα καὶ ἡ πολύολβος ἐδοδὴ, Αγαθία του Σχολαστικού, Παλατινή Ανθολογία, βιβλίο 9ο επίγραμμα 642 (AP IX 642)



IX 642 Αγαθία Επεξεργασία

Πᾶν τὸ βροτῶν σπατάλμα καὶ ἡ πολύολβος ἐδοδὴ ἐνθάδε κρινομένη τὴν πρὶν ὄλεσσε χάριν.
οἱ γὰρ φασιανοί τε καὶ ἰχθύες ἅ θ' ὑπὲρ ἴγδιν τρίψιες ἤ τε τόση βρωματομιξαπάτη
γίνεται ἐνθάδε κόπρος· ἀποσσεύει δ' ἄρα γαστήρ ὁππόσα πειναλέη δέξατο λαυκανίη.
ὀψὲ δὲ γινώσκει τις ὅτ' ἄφρονα μῆτιν ἀείρων χρυσοῦ τοσσατίου τὴν κόνιν ἐπρίατο.