Παλατινή Ανθολογία/IV/2 Φιλίππου Στέφανος
< Παλατινή Ανθολογία | IV
←Βιβλίο 4o, 1 | Φιλίππου Στέφανος (προοίμιο) Συγγραφέας: Παλατινή Ανθολογία, IV (βιβλίο 4ο) |
Βιβλίο 4o, 3→ |
Φιλίππου Στέφανος (προοίμιο), Παλατινή Ανθολογία (AP IV 2) |
IV 2 Φιλίππου Στέφανος (προοίμιο)
Επεξεργασία- ἄνθεά σοι δρέψας Ἑλικώνια, καὶ κλυτοδένδρου Πιερίης κείρας πρωτοφύτους κάλυκας,
- καὶ σελίδος νεαρῆς θερίσας στάχυν, ἀντανέπλεξα τοῖς Μελεαγρείοις ὡς ἴκελον στεφάνοις.
- ἀλλὰ παλαιοτέρων εἰδὼς κλέος, ἐσθλὲ Κάμιλλε, γνῶθι καὶ ὁπλοτέρων τὴν ὀλιγοστιχίην.
- Ἀντίπατρος πρέψει στεφάνῳ στάχυς: ὡς δὲ κόρυμβος Κριναγόρας λάμψει δ᾽ ὡς βότρυς Ἀντίφιλος,
- Τύλλιος ὡς μελίλωτον, ἀμάρακον ὣς Φιλόδημος: μύρτα δ᾽ ὁ Παρμενίων: ὡς ῥόδον Ἀντιφάνης:
- κισσὸς δ᾽ Αὐτομέδων Ζωνᾶς κρίνα δρῦς δὲ Βιάνωρ: Ἀντίγονος δ᾽ ἐλάη, καὶ Διόδωρος ἴον
- Εὔηνον δάφνῃ, συνεπιπλεκτοὺς δὲ περισσοὺς εἴκασον οἷς ἐθέλεις ἄνθεσιν ἀρτιφύτοις