Συγγραφέας:Φίλιππος ο Θεσσαλονικεύς

Συγγραφείς: Φίλιππος ο Θεσσαλονικεύς
(Α΄ μ.Χ. αιώνας)
Δείτε επίσης βιογραφία.



IV 2 Φιλίππου Στέφανος (προοίμιο) Επεξεργασία

ἄνθεά σοι δρέψας Ἑλικώνια, καὶ κλυτοδένδρου Πιερίης κείρας πρωτοφύτους κάλυκας,
καὶ σελίδος νεαρῆς θερίσας στάχυν, ἀντανέπλεξα τοῖς Μελεαγρείοις ὡς ἴκελον στεφάνοις.
ἀλλὰ παλαιοτέρων εἰδὼς κλέος, ἐσθλὲ Κάμιλλε, γνῶθι καὶ ὁπλοτέρων τὴν ὀλιγοστιχίην.
Ἀντίπατρος πρέψει στεφάνῳ στάχυς: ὡς δὲ κόρυμβος Κριναγόρας λάμψει δ᾽ ὡς βότρυς Ἀντίφιλος,
Τύλλιος ὡς μελίλωτον, ἀμάρακον ὣς Φιλόδημος: μύρτα δ᾽ ὁ Παρμενίων: ὡς ῥόδον Ἀντιφάνης:
κισσὸς δ᾽ Αὐτομέδων Ζωνᾶς κρίνα δρῦς δὲ Βιάνωρ: Ἀντίγονος δ᾽ ἐλάη, καὶ Διόδωρος ἴον
Εὔηνον δάφνῃ, συνεπιπλεκτοὺς δὲ περισσοὺς εἴκασον οἷς ἐθέλεις ἄνθεσιν ἀρτιφύτοις

VI 62 Φιλίππου Θεσσαλονικέος Επεξεργασία

Κυκλοτερῆ μόλιβον, σελίδων σημάντορα πλευρῆς, καὶ σμίλαν, δονάκων ἀκροβελῶν γλυφίδα,
καὶ κανονῖδ᾽ ὑπάτην, καὶ τὴν παρὰ θῖνα κίσηριν, αὐχμηρὸν πόντου τρηματόεντα λίθον,
Καλλιμένης Μούσαις, ἀποπαυσάμενος καμάτοιο, θῆκεν ἐπεὶ γήρᾳ κανθὸς ἐπεσκέπετο.

VI 102 Του αυτού (Φιλίππου) Επεξεργασία

Ῥοιὴν ξανθοχίτωνα γεραιόφλοιά τε σῦκα καὶ ῥοδέας σταφυλῆς ὠμὸν ἀποσπάδιον
μῆλόν θ' ἡδύπνουν λεπτῆι πεποκωμένον ἄχνηι καὶ κάρυον χλωρῶν ἐκφανὲς ἐκ λεπίδων
καὶ σίκυον χλοάοντα, τὸν ἐν φύλλοις πεδοκοίτην, καὶ πέρκην ἤδη χρυσοχίτων' ἐλάην
σοί, φιλοδῖτα Πρίηπε, φυτοσκάφος ἄνθετο Λάμων, δένδρεσι καὶ γυίοις εὐξάμενος θαλέθειν.

VII 405 Φιλίππου Επεξεργασία

Ὦ ξεῖνε, φεῦγε τὸν χαλαζεπῆ τάφον τὸν φρικτὸν Ἱππώνακτος, οὗ τε χἀ τέφρα
ἰαμβιάζει Βουπάλειον ἐς στύγος, μή πως ἐγείρῃς σφῆκα τὸν κοιμώμενον,
ὃς οὐδ’ ἐν Ἅιδῃ νῦν κεκοίμικεν χόλον σκάζουσι μέτροις ὀρθὰ τοξεύσας ἔπη.

IX 489 Φιλίππου Επεξεργασία

Θεσσαλίης εύϊππος ο ταυρελάτης χορός ανδρών, χερσίν ατευχήτοις θηρσίν όπλιζόμενος,
κεντροτυπείς πώλους ζεύξε σκιρτήματι ταύρων, αμφιβαλείν σπεύδων πλέγμα μετωπίδιον
ακρότατον δ'ες γην κλίνας άμα κεύροπον άμμα θηρός την τόσσην εξεκύλισε βίην