Παλατινή Ανθολογία/IV/3 Αγαθίου Σχολαστικού Ασιανού Μυριναίου
< Παλατινή Ανθολογία | IV
(Ανακατεύθυνση από Παλατινή Ανθολογία/IV/3)←Βιβλίο 4o, 2 | Αγαθίου Σχολαστικού Ασιανού Μυριναίου προοίιμιο Συγγραφέας: Παλατινή Ανθολογία, IV (βιβλίο 4ο) |
Βιβλίο 4o, 4→ |
Αγαθίου Σχολαστικού Ασιανού Μυριναίου, Παλατινή Ανθολογία (AP IV 3) |
IV 3 συλλογὴ νέων ἐπιγραμμάτων
Επεξεργασίασυλλογὴ νέων ἐπιγραμμάτων ἐκτεθεῖσα ἐν Κωνσταντίνου πόλει πρὸς Θεόδωρον Δεκουρίωνα τὸν Κοσμᾶ: εἴρηται δὲ τὰ προοίμια μετὰ τὰς συνεχεῖς ἀκροάσεις τὰς κατ᾽ ἐκεῖνο καιροῦ γενομένας.
- οἶμαι μὲν ὑμᾶς, ἄνδρες, ἐμπεπλησμένους
- ἐκ τῆς τοσαύτης τῶν λόγων πανδαισίας,
- ἔτι που τὰ σιτία προσκόρως ἐρυγγάνειν:
- καὶ δὴ κάθησθε τῇ τρυφῇ σεσαγμένοι:
- λόγων γὰρ ἡμῖν πολυτελῶν καὶ ποικίλων
- πολλοὶ προθέντες παμμιγεῖς εὐωχίας,
- περιφρονεῖν πείθουσι τῶν εἰθισμένων.
- τί δὲ νῦν ποιήσω; μὴ τὰ προὐξειργασμένα
- οὕτως ἐάσω συντετῆχθαι κείμενα;
- ἢ καὶ προθῶμαι τῆς ἀγορᾶς ἐν τῷ μέσῳ,
- παλιγκαπήλοις εὐτελῶς ἀπεμπολῶν;
- καὶ τίς μετασχεῖν τῶν ἐμῶν ἀνέξεται;
- τίς δ᾽ ἂν πρίαιτο τοὺς λόγους τριωβόλου,
- εἰ μὴ φέροι πως ὦτα μὴ τετρημένα;
- ἀλλ᾽ ἐστὶν ἐλπὶς εὐμενῶς τῶν δρωμένων
- ὑμᾶς μεταλαβεῖν, κοὐ κατεβλακευμένως:
- ἔθος γὰρ ὑμῖν τῇ προθυμίᾳ μόνῃ
- τῇ τῶν καλούντων ἐμμετρεῖν τὰ σιτία.
- καὶ πρός γε τούτῳ δεῖπνον ἠρανισμένον
- ἥκω προθήσων ἐκ νέων ἡδυσμάτων.
- ἐπεὶ γὰρ οὐκ ἔνεστιν ἐξ ἐμοῦ μόνου
- ὑμᾶς μεταλαβεῖν, ἄνδρες, ἀξίας τροφῆς,
- πολλοὺς ἔπεισα συλλαβεῖν μοι τοῦ πόνου,
- καὶ συγκαταβαλεῖν καὶ συνεστιᾶν πλέον. [p. 118]
- καὶ δὴ παρέσχον ἀφθόνως οἱ πλούσιοι
- ἐξ ὧν τρυφῶσι: καὶ παραλαβὼν γνησίως
- ἐν τοῖς ἐκείνων πέμμασι φρυάττομαι.
- τοῦτο δέ τις αὐτῶν προσφόρως, δεικνὺς ἐμέ,
- ἴσως ἐρεῖ πρὸς ἄλλον
- ἀρτίως ἐμοῦ
- μάζαν μεμαχότος μουσικήν τε καὶ νέαν,
- οὗτος παρέθηκεν τὴν ὑπ᾽ ἐμοῦ μεμαγμένην.
- ταυτὶ μὲν οὖν ἐρεῖ τις † οὐδὲ τῶν σοφωτάτων,
- τῶν ὀψοποιῶν, ὧν χάριν δοκῶ μόνος
- εἶναι τοσαύτης ἡγεμὼν πανδαισίας.
- θαρρῶν γὰρ αὐτοῖς λιτὸν οἴκοθεν μέρος
- καὐτὸς παρέμιξα, τοῦ δοκεῖν μὴ παντελῶς
- ξένος τις εἶναι τῶν ὑπ᾽ ἐμοῦ συνηγμένων.
- ἀλλ᾽ ἐξ ἑκάστου σμικρὸν εἰσάγω μέρος,
- ὅσον ἀπογεῦσαι: τῶν δὲ λοιπῶν εἰ θέλοι
- τυχεῖν τις ἁπάντων καὶ μετασχεῖν εἰς κόρον,
- ἴστω γε ταῦτα κατ᾽ ἀγορὰν ζητητέα.
- κόσμον δὲ προσθεὶς τοῖς ἐμοῖς πονήμασι,
- ἐκ τοῦ Βασιλέως τοὺς προλόγους ποιήσομαι:
- ἅπαντα γάρ μοι δεξιῶς προβήσεται.
- καί μοι μεγίστων πραγμάτων ὑμνουμένων
- εὑρεῖν γένοιτο καὶ λόγους ἐπηρμένους.
- μή τις ὑπαυχενίοιο λιπὼν ζωστῆρα λεπάδνου
- βάρβαρος ἐς Βασιλῆα βιημάχον ὄμμα τανύσσῃ:
- μηδ᾽ ἔτι Περσὶς ἄναλκις ἀναστείλασα καλύπτρην
- ὄρθιον ἀθρήσειεν ἐποκλάζουσα δὲ γαίῃ,
- καὶ λόφον αὐχήεντα καταγνάμπτουσα τενόντων,
- Αὐσονίοις ἄκλητος ὑποκλίνοιτο ταλάντοις.
- ἑσπερίη θεράπαινα, σὺ δ᾽ ἐς κρηπῖδα Γαδείρων,
- καὶ παρὰ πορθμὸνἼβηρα καὶ Ὠκεανίτιδα Θούλην,
- ἤπιον ἀμπνεύσειας, ἀμοιβαίων δὲ τυράννων
- κράατα μετρήσασα τεῇ κρυφθέντα κονίῃ,
- θαρσαλέαις παλάμῃσι φίλην ἀγκάζεο Ῥώμην
- Καυκασίῳ δὲ τένοντι καὶ ἐν ῥηγμῖνι Κυταίῃ,
- ὁππόθι ταυρείοιο ποδὸς δουπήτορι χαλκῷ
- σκληρὰ σιδηρείης ἐλακίζετο νῶτα κονίης,
- σύννομον Ἀδρυάδεσσιν ἀναπλέξασα χορείην
- Φασιὰς εἱλίσσοιτο φίλῳ σκιρτήματι νύμφη,
- καὶ καμάτους μέλψειε πολυσκήπτρου βασιλῆος,
- μόχθον ἀπορρίψασα γιγαντείου τοκετοῖο.
- μηδὲ γὰρ αὐχήσειεν Ἰωλκίδος ἔμβολον Ἀργοῦς,
- ὅττι πόνους ἥρωος ἀγασσαμένη Παγασαίου
- οὐκέτι Κολχὶς ἄρουρα, γονῇ πλησθεῖσα Γιγάντων,
- εὐπτολέμοις σταχύεσσι μαχήμονα βῶλον ἀνοίγει.
- κεῖνα γὰρ ἢ μῦθός τις ἀνέπλασεν, ἢ διὰ τέχνης
- οὐχ ὁσίης τετέλεστο, πόθων ὅτε λύσσαν ἑλοῦσα
- παρθενικὴ δολόεσσα μάγον κίνησεν ἀνάγκην
- ἀλλὰ δόλων ἔκτοσθε καὶ ὀρφναίου κυκεῶνος
- Βάκτριος ἡμετέροισι Γίγας δούπησε βελέμνοις.
- οὐκέτι μοι χῶρός τις ἀνέμβατος, ἀλλ᾽ ἐνὶ πόντῳ
- Ὑρκανίου κόλποιο καὶ ἐς βυθὸν Αἰθιοπῆα
- Ἰταλικαῖς νήεσσιν ἐρέσσεται ἥμερον ὕδωρ.
- ἀλλ᾽ ἴθι νῦν, ἀφύλακτος ὅλην ἤπειρον ὁδεύων,
- Αὐσόνιε, σκίρτησον, ὁδοιπόρε: Μασσαγέτην δὲ
- ἀμφιθέων ἀγκῶνα καὶ ἄξενα τέμπεα Σούσων,
- Ἰνδῴης ἐπίβηθι κατ᾽ ὀργάδος, ἐν δὲ κελεύθοις
- εἴποτε διψήσειας, ἀρύεο δοῦλον Ὑδάσπην:
- ναὶ μὴν καὶ κυανωπὸν ὑπὲρ δύσιν ἄτρομος ἕρπων
- κύρβιας Ἀλκείδαο μετέρχεο: θαρσαλέως δὲ
- ἴχνιον ἀμπαύσειας ἐπὶ ψαμάθοισιν Ἰβήρων,
- ὁππόθι, καλλιρέεθρον ὑπὲρ βαλβῖδα θαλάσσης,
- δίζυγος ἠπείροιο συναντήσασα κεραίη
- ἐλπίδας ἀνθρώποισι βατῆς εὔνησε πορείης.
- ἐσχατιὴν δὲ Λίβυσσαν ἐπιστείβων Νασαμώνων
- ἔρχεο καὶ παρὰ Σύρτιν, ὅπῃ νοτίῃσι θυέλλαις
- ἐς κλίσιν ἀντίπρωρον ἀνακλασθεῖσα Βορῆος,
- καὶ ψαφαρὴν ἄμπωτιν ὕπερ, ῥηγμῖνι ἁλίπλῳ
- ἀνδράσι δῖα θάλασσα πόρον χερσαῖον ἀνοίγει.
- οὐδὲ γὰρ ὀθνείης σε δεδέξεται ἤθεα γαίης,
- ἀλλὰ σοφοῦ κτεάνοισιν ὁμιλήσεις Βασιλῆος,
- ἔνθα κεν ἀίξειας, ἐπεὶ κυκλώσατο κόσμον
- κοιρανίῃ: Τάναϊς δὲ μάτην ἤπειρον ὁρίζων
- ἐς Σκυθίην πλάζοιτο καὶ ἐς Μαιώτιδα λίμνην.
- τοὔνεκεν, ὁππότε πάντα φίλης πέπληθε γαλήνης,
- ὁππότε καὶ ξείνοιο καὶ ἐνδαπίοιο κυδοιμοῦ
- ἐλπίδες ἐθραύσθησαν ὑφ᾽ ἡμετέρῳ Βασιλῆι,
- δεῦρο, μάκαρ Θεόδωρε, σοφὸν στήσαντες ἀγῶνα
- παίγνια κινήσωμεν ἀοιδοπόλοιο χορείης.
- σοὶ γὰρ ἐγὼ τὸν ἄεθλον ἐμόχθεον εἰς σὲ δὲ μύθων
- ἐργασίην ἤσκησα, μιῇ δ᾽ ὑπὸ σύζυγι βίβλῳ
- ἐμπορίην ἤθροισα πολυξείνοιο μελίσσης,
- καὶ τόσον ἐξ ἐλέγοιο πολυσπερὲς ἄνθος ἀγείρας,
- στέμμα σοι εὐμύθοιο καθήρμοσα Καλλιοπείης,
- ὡς φηγὸν Κρονίωνι καὶ ὁλκάδας Ἐννοσιγαίῳ,
- ὡς Ἄρεϊ ζωστῆρα καὶ Ἀπόλλωνι φαρέτρην,
- ὡς χέλυν Ἑρμάωνι καὶ ἡμερίδας Διονύσῳ.
- οἶδα γὰρ ὡς ἄλληκτον ἐμῆς ἱδρῶτι μερίμνης
- εὖχος ἐπιστάξειεν ἐπωνυμίη Θεοδώρου.
- πρῶτα δέ σοι λέξαιμι, παλαιγενέεσσιν ἐρίζων,
- ὅσσαπερ ἐγράψαντο νέης γενετῆρες ἀοιδῆς
- ὡς προτέροις μακάρεσσιν ἀνειμένα: καὶ γὰρ ἐῴκει
- γράμματος ἀρχαίοιο σοφὸν μίμημα φυλάξαι.
- ἀλλὰ πάλιν μετ᾽ ἐκεῖνα % παλαίτερον εὖχος ἀγείρει
- ὅσσαπερ ἢ γραφίδεσσι χαράξαμεν ἤ τινι χώρῳ,
- εἴτε καὶ εὐποίητον ἐπὶ βρέτας, εἴτε καὶ ἄλλης
- τέχνης ἐργοπόνοιο πολυσπερέεσσιν ἀέθλοις.
- καὶ τριτάτην βαλβῖδα νεήνιδος ἔλλαχε βίβλου
- ὅσσα θέμις, τύμβοισι τάπερ Θεὸς ἐν μὲν ἀοιδῇ
- ἐκτελέειν νεύσειεν, ἐν ἀτρεκίῃ δὲ διώκειν.
- ὅσσα δὲ καὶ βιότοιο πολυσπερέεσσι κελεύθοις
- γράψαμεν, ἀσταθέος δὲ τύχης σφαλεροῖσι ταλάντοις,
- δέρκεό μοι βίβλοιο παρὰ κρηπῖδα τετάρτην.
- ναὶ τάχα καὶ πέμπτοιο χάρις θέλξειεν ἀέθλου,
- ὁππόθι κερτομέοντες ἐπεσβόλον ἦχον ἀοιδῆς
- γράψαμεν. ἑκταῖον δὲ μέλος κλέπτουσα Κυθήρη
- εἰς ὀάρους ἐλέγοιο παρατρέψειε πορείην
- καὶ γλυκεροὺς ἐς ἔρωτας. ἐν ἑβδομάτῃ δὲ μελίσσῃ
- εὐφροσύνας Βάκχοιο, φιλακρήτους τε χορείας,
- καὶ μέθυ, καὶ κρητῆρα, καὶ ὄλβια δεῖπνα νοήσεις.