Παλατινή Ανθολογία/IV/1 Μελεάγρου Στέφανος

Μελεάγρου Στέφανος
Συγγραφέας:
Παλατινή Ανθολογία, IV (βιβλίο 4ο)
Μελεάγρου Στέφανος, Παλατινή Ανθολογία (AP IV 1)


IV 1 Μελεάγρου Στέφανος

Επεξεργασία
Μοῦσα φίλα, τίνι τάνδε φέρεις πάγκαρπον ἀοιδάν; ἢ τίς ὁ καὶ τεύξας ὑμνοθετᾶν στέφανον;
ἄνυσε μὲν Μελέαγρος, ἀριζάλῳ δὲ Διοκλεῖ μναμόσυνον ταύταν ἐξεπόνησε χάριν,
πολλὰ μὲν ἐμπλέξας Ἀνύτης κρίνα, πολλὰ δὲ Μοιροῦς λείρια, καὶ Σαπφοῦς βαιὰ μέν, ἀλλὰ ῥόδα:
νάρκισσόν τε τορῶν Μελανιππίδου ἔγκυον ὕμνων, καὶ νέον οἰνάνθης κλῆμα Σιμωνίδεω:
σὺν δ᾽ ἀναμὶξ πλέξας μυρόπνουν εὐάνθεμον ἶριν Νοσσίδος, ἧς δέλτοις κηρὸν ἔτηξεν Ἔρως:
τῇ δ᾽ ἅμα καὶ σάμψυχον ἀφ᾽ ἡδυπνόοιο Ῥιανοῦ, καὶ γλυκὺν Ἠρίννης παρθενόχρωτα κρόκον,
Ἀλκαίου τε λάληθρον ἐν ὑμνοπόλοις ὑάκινθον, καὶ Σαμίου δάφνης κλῶνα μελαμπέταλον
ἐν δὲ Λεωνίδεω θαλεροὺς κισσοῖο κορύμβους, Μνασάλκου τε κόμας ὀξυτόρου πίτυος:
βλαισήν τε πλατάνιστον ἀπέθρισε Παμφίλου οἴμης, σύμπλεκτον καρύης ἔρνεσι Παγκράτεος,
Τύμνεὼ τ᾽ εὐπέταλον λεύκην, χλοερόν τε σίσυμβρον Νικίου, Εὐφήμου τ᾽ ἀμμότροφον πάραλον
ἐν δ᾽ ἄρα Δαμάγητον, ἴον μέλαν, ἡδύ τε μύρτον Καλλιμάχου, στυφελοῦ μεστὸν ἀεὶ μέλιτος,
λυχνίδα τ᾽ Εὐφορίωνος, ἰδ᾽ ἐν Μούσαις κυκλάμινον, ὃς Διὸς ἐκ κούρων ἔσχεν ἐπωνυμίην.
τῇσι δ᾽ ἅμ᾽ Ἡγήσιππον ἐνέπλεκε, μαινάδα βότρυν, Πέρσου τ᾽ εὐώδη σχοῖνον ἀμησάμενος,
σὺν δ᾽ ἅμα καὶ γλυκὺ μῆλον ἀπ᾽ ἀκρεμόνων Διοτίμου, καὶ ῥοιῆς ἄνθη πρῶτα Μενεκράτεος,
σμυρναίους τε κλάδους Νικαινέτου, ἠδὲ Φαέννου τέρμινθον, βλωθρὴν τ᾽ ἀχράδα Σιμμίεω:
ἐν δὲ καὶ ἐκ λειμῶνος ἀμωμήτοιο σελίνου βαιὰ διακνίζων ἄνθεα Παρθενίδος,
λείψανὰ τ᾽ εὐκαρπεῦντα μελιστάκτων ἀπὸ Μουσέων, ξανθοὺς ἐκ καλάμης Βακχυλίδεω στάχυας:
ἐν δ᾽ ἄρ᾽ Ἀνακρείοντα, τὸ μὲν γλυκὺ κεῖνο μέλισμα, νέκταρος, εἰς δ᾽ ἐλέγους ἄσπορον ἀνθέμιον
ἐν δὲ καὶ ἐκ φορβῆς σκολιότριχος ἄνθος ἀκάνθης Ἀρχιλόχου, μικρὰς στράγγας ἀπ᾽ ὠκεανοῦ:
τοῖς δ᾽ ἅμ᾽ Ἀλεξάνδροιο νέους ὄρπηκας ἐλαίης, ἠδὲ Πολυκλείτου πορφυρέην κύανον.
ἐν δ᾽ ἄρ᾽ ἀμάρακον ἧκε, Πολύστρατον, ἄνθος ἀοιδῶν, φοίνισσάν τε νέην κύπρον ἀπ᾽ Ἀντιπάτρου:
καὶ μὴν καὶ Συρίαν σταχυότριχα θήκατο νάρδον, ὑμνοθέταν, Ἑρμοῦ δῶρον ἀειδόμενον
ἐν δὲ Ποσείδιππόν τε καὶ Ἡδύλον, ἄγρι᾽ ἀρούρης, Σικελίδεὼ τ᾽ ἀνέμοις ἄνθεα φυόμενα. [p. 114]
ναὶ μὴν καὶ χρύσειον ἀεὶ θείοιο Πλάτωνος κλῶνα, τὸν ἐξ ἀρετῆς πάντοθι λαμπόμενον
ἄστρων τ᾽ ἴδριν Ἄρατον ὁμοῦ βάλεν, οὐρανομάκεως φοίνικος κείρας πρωτογόνους ἕλικας,
λωτὸν τ᾽ εὐχαίτην Χαιρήμονος, ἐν φλογὶ μίξας Φαιδίμου, Ἀνταγόρου τ᾽ εὔστροφον ὄμμα βοός,
τάν τε φιλάκρητον Θεοδωρίδεω νεοθαλῆ ἕρπυλλον, κυάμων τ᾽ ἄνθεα Φανίεω,
ἄλλων τ᾽ ἔρνεα πολλὰ νεόγραφα: τοῖς δ᾽ ἅμα Μούσης καὶ σφετέρης ἔτι που πρώιμα λευκόια.
ἀλλὰ φίλοις μὲν ἐμοῖσι φέρω χάριν ἔστι δὲ μύσταις κοινὸς ὁ τῶν Μουσέων ἡδυεπὴς στέφανος.