Επιτομή εκ των Ταρραίου και Διδύμου παροιμιών συντεθείσα κατά στοιχείον/Β


Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον
Ἑκατοντάς Β΄
Συγγραφέας:


2.1.    Ἄνθρακες ὁ θησαυρὸς πέφηνεν: ἐπὶ τῶν ἐφ᾿ οἷς ἤλπισαν διαψευσθέντων. Μέμνηται αὐτῆς Λουκιανός· Τὸ γοῦν τοῦ λόγου ἐκεῖνο, ἄνθρακες ἡμῖν ὁ θησαυρὸς πέφυκε. Καὶ πάλιν, Ἄνθρακάς μου τὸν θησαυρὸν ἀπέφηνας.


2.2.    Ἄξιος τοῦ παντός: ἐπὶ τῶν σφόδρα τιμίων.


2.3.    Ἄξιος εἶ τῆς ἐν Ἄργει ἀσπίδος: ἐπὶ τῶν αἰδημόνων καὶ εὐγενῶν. Παρόσον οἱ ἐν Ἄργει ἀνύβριστοι παῖδες καὶ καθαροὶ κατά τι νόμιμον καὶ παλαιὸν γέρας τὰς ἀσπίδας φοροῦντες πομπεύουσιν.


2.4.    Ἄξιοι τριχός: ἐπὶ τῶν εὐτελῶν καὶ μηδενὸς ἀξίων· παρόσον ἡ θρὶξ οὐδενὸς ἀξία.


2.5.    Ἀπὸ βραδυσκελῶν ὄνων ἵππος ὤρουσεν: ἐπὶ τῶν ἀπὸ εὐτελῶν ἐπὶ τὰ μείζω μεταπηδὠντων.


2.6.    Ἄπληστος πίθος: ἐπὶ τῶν πολλὰ ἐσθιόντων καὶ γαστριμαργούντων. Μετενήνεκται δὲ ἀπὸ τοῦ μύθου τοῦ περὶ τὰς Δαναΐδας, καὶ τοῦ πίθου εἰς ὅν ἀνιμῶσαι ὕδωρ βάλλουσι. Λέγεται γὰρ οὗτος ὁ πίθος ἐν Ἅιδου εἶναι οὐδέποτε πληρούμενος· πάσχουσι δὲ περὶ αὐτὸν αἱ τῶν ἀμυήτων ψυχαί· καὶ κόραι δέ, ἅς Δαναΐδας λέγουσιν, πληροῦσαι ἐν κατεαγόσιν ἀγγείοις ὕδωρ πρὸς αὐτὸν φέρουσι τετρημένον. Δύναται δὲ ἡ παροιμία καὶ ἐπ᾿ αὐτοῦ λέγεσθαι τοῦ Ἅιδου, ὅτι πολλῶν πάντοτε θνησκόντων οὐδέποτε πληροῦται.
            Ἡ δὲ αἰτία, δι᾿ ἥν αἱ Δαναΐδες κατεκρίθησαν τὴν τιμωρίαν ταύτην, οὕτως ἔχει. Αἴγυπτος καὶ Δαναὸς ἀδελφοὶ ὄντες τῆς τῶν Μελαμπόδων ἐκράτουν γῆς, ἥτις νῦν Αἴγυπτος καλεῖται. Σχόντος δὲ Δαναοῦ θυγατέρας πεντήκοντα, καὶ Αἰγύπτου υἱοὺς πεντήκοντα, Δαναὸς τοὺς παῖδας τοῦ Αἰγύπτου δεδοικὼς στασιάσαντας περὶ τῆς ἀρχῆς, ἀναλαβόμενος τὰς θυγατέρας εἰς Ἄργος ἀφίκετο, κἀκεῖ κατῴκισεν. Ὕστερον δὲ οἱ τοῦ Αἰγύπτου παῖδες πρὸς Δαναὸν ἐλθόντες, τῆς τε ἔχθρας παύσασθαι παρεκάλουν, καὶ τὰς θυγατέρας πρὸς γάμον λαβεῖν ἠξίουν. Ὁ δὲ μνησικακῶν αὐτοῦ περὶ τῆς φυγῆς, ὡμολόγει τοὺς γάμους καὶ διεκλήρου τὰς κόρας. Ὡς δὲ ἐκληρώσατο τοὺς γάμους, ἑστιάσας ἐγχειρίδια δίδωσι ταῖς θυγατράσιν. Αἱ δὲ κοιμωμένους τοὺς νυμφίους ἀπέκτειναν, πλὴν Ὑπερμνήστας. Αὕτη γὰρ Λυγκέα διέσωσε, παρθένον αὐτὴν φυλάξαντα. Λέγεται οὖν διὰ τοῦτο τὰς Δαναΐδας, ἄνευ Ὑπερμνήστρας, ἐν Ἅιδου κατακριθῆναι εἰς τετρημένον πίθον ὕδωρ ἀντλεῖν.


2.7.    Ἀπὸ βαλβῖδος: οἷον ἀπ᾿ ἀρχῆς χρὴ ἀγαθὸν εἶναι, ἤ τεχνίτην, ἤ κοινῶς ἐπὶ πάντων.


2.8.    Ἀπήντησε κεραυνοῦ βολὴ πρὸς ὑπέρτατον ἄτης: ἐπὶ τῶν πασχόντων ἄξια ὧν ἔδρασαν.


2.9.    Ἅπαντα τοῖς σοφοῖσιν εὔκολα: ἐπὶ τῶν διὰ φρονήσεως καὶ τῶν δυσκόλων περιγινομένων.


2.10.    Ἀττικὸς εἰς λιμένα: ἡ παροιμία ἐστὶ ἐπὶ τῶν [ἐν τοῖς λιμέσι] τὴν ἀνδρείαν ἐπιδεικνυμένων. Οἱ γὰρ Ἀττικοὶ ναῦται ὁπότε καταπλέοιεν οἴκαδε, προθυμότερον ἤλαυνον τοῖς οἰκείοις ἐπιδεικνύμενοι.


2.11.    Ἀντ᾿ εὐεργεσίης Ἀγαμέμνονα δῆσαν Ἀχαιοί: αὕτη κατὰ τῶν ἀχαρίστων λέγεται. Φασὶ δὲ αὐτὴν ὑπὸ Μαίσωνος τοῦ Μεγαρέως πεποιῆσθαι.


2.12.    Ἁλώνητον ἀνδράποδον: ἶσον τῷ, βάρβαρον καὶ εὐτελές. Εἰς τὴν μεσόγειον γὰρ ἀναβάντες οἱ ἔμποροι ἐκόμιζον ἅλας, ἀνθ᾿ ὧν τοὺς οἰκέτας ἐλάμβανον. Ὅθεν καὶ ὁ κωμικὸς φησί·
                  Θρᾷξ εὐγενὴς εἶ πρὸς ἅλας ἠγορασμένος.


2.13.    Αἱ Χάρητος ὑποσχέσεις: ἐπὶ τῶν προχείρως ἐπαγγελλομένων πολλά. Χάρης γὰρ ἐγένετο στρατηγὸς Ἀθηναῖος προθύμως ἐπαγγελλόμενος.


2.14.    Ἁλιεὺς πληγεὶς νοῦν οἴσει: αὕτη παραπλήσιόν τι λέγει τῷ Ῥεχθὲν δέ τε νήπιος ἔγνω. Ἁλιεὺς γὰρ, ὡς φασί, τοὺς ἁλισκομένους ἐν τῷ λίνῳ ἰχθῦς μετεχειρίζετο, καὶ πληγεὶς ὑπὸ σκορπίου, ἔφη, Πληγεὶς νοῦν οἴσω, καὶ ταῖς χερσὶν οὐκέτι τῶν νεοθηρεύτων ἰχθύων ἥπτετο. Μέμνηται αὐτῆς Σοφοκλῆς.


2.15.    Ἄειδε τὰ Τέλληνος: οὗτος ὁ Τέλλην ἐγένετο αὐλητὴς καὶ μελῶν ἀνυποτάκτων ποιητής. Μέμνηται αὐτοῦ Δικαίαρχος ὁ Μεσσήνιος.


2.16.    Ἀπωλέσας τὸν οἶνον ἐπιχέας ὕδωρ: ἐν Κύκλωπι δράματι Πολύφημος οὕτως πρὸς Ὀδυσσέα λέγει, ὅθεν εἰς παροιμίαν περιέστη.


2.17.    Ἀληθέστερα τῶν ἐπὶ Σάγρᾳ: ταύτης μέμνηται Μένανδρος καὶ Σώφρων καὶ Ἄλεξις. Λέγουσι δὲ ὅτι οἱ Λοκροὶ οἱ Ἐπιζεφύριοι πόλεμον ἔσχον πρὸς Κροτωνιάτας καὶ ἔπεμψαν εἰς Λακεδαίμονα συμμαχίας δεόμενοι· οἱ δὲ ἀπεκρίναντο αὐτοῖς, ὅτι δύναμιν μὲν οὐ δώσουσι, τοὺς δὲ Διοσκούρους αὐτοῖς ἐπιπέμψουσιν. Ἀναστρέψαντες δὲ οἱ Λοκροὶ μάχης γενομένης ἐνίκησαν τοὺς Κροτωνιάτας, τῶν Διοσκούρων συλλαβομένων· τὴν δὲ νίκην ἐκ τοῦ αὐτομάτου φήμη τις ἤνεγκεν εἰς τὴν Λακεδαίμονα, μηδενὸς ἀφιγμένου ἀγγέλου. Μετὰ δὲ ταῦτα ἐλθόντες τινὲς ἀπήγγειλαν τῇ αὐτῇ ἡμέρᾳ γεγενῇσθαι τὴν μάχην καὶ τὴν νίκην. Ἐπειδὴ οὖν τὰ παρὰ τῆς φήμης ἀγγελθέντα ὑπῆρχον ἀληθῆ, ἡ παροιμία εἴρηται ἐπὶ τῶν πάνυ ἀληθῶν. Σάγρα δ᾿ ἔστι τόπος, ἐν ᾧ τὴν μάχην ἐνίκησαν οἱ Λοκροί.


2.18.    Αἴξ Σκυρία: Χρύσιππος φησὶν ἐπὶ τῶν τὰς εὐεργεσίας ἀνατρεπόντων τετάχθαι τὴν παροιμίαν· ἐπειδὴ πολλάκις τὰ ἀγγεῖα ἀνατρέπει ἡ αἴξ. Ἄλλοι δὲ φασὶν ἐπὶ τῶν ὀνησιφόρων λέγεσθαι, διὰ τὸ πολὺ γάλα φέρειν τὰς Σκυρίας αἶγας. Μέμνηται Πίνδαρος καὶ Ἀλκαῖος.


2.19.    Αὐτόματοι δ᾿ ἀγαθοὶ ἀγαθῶν ἐπὶ δαῖτας ἴενται: οὕτως Ἡράκλειτος ἐχρήσατο τῇ παροιμίᾳ, ὡς Ἡρακλέους ἐπιφοιτήσαντος ἐπὶ τὴν οἰκίαν Κήϋκος τοῦ Τραχινίου, καὶ οὕτως εἰπόντος. Εὔπολις δὲ ἐν Χρυσῷ γένει ἑτέρως φησὶν ἔχειν τὴν παροιμίαν·
                  Αὐτόματοι δ᾿ ἀγαθοὶ δειλῶν ἐπὶ δαῖτας ἴασιν.
Καὶ ὁ Πλάτων ἐν τῷ Συμποσίῳ οὕτως αὐτῇ ἐχρήσατο.


2.20.    Ἁλῶν δὲ φόρτος ἔνθεν ἦλθεν ἔνθ᾿ ἔβη: ἐπειδὴ τίς, ὡς φασίν, ἔμπορος ἔπλει τὴν ναῦν ἁλῶν πληρώσας· ἀποκαθευδησάντων δὲ τῶν ναυτῶν ἐπεισελθοῦσα ἡ θάλασσα τούς τε ἅλας ἐξέτηξε καὶ τὴν ναῦν κατεπόντισεν.


2.21.    Ἀνεπαρίασαν: ἐπὶ τῶν μεταγινωσκόντων καὶ μετατρεπομένων εἴρηται ἡ παροιμία. Ἐπειδὴ οἱ Πάριοι πολεμούμενοι ὑπὸ Ἀθηναίων καὶ ἀνοχὰς παρ᾿ αὐτῶν αἰτήσαντες καὶ τυχόντες ἐπὶ ὑποσχέσει τοῦ παραδώσειν τὴν πόλιν, εἶτα προσδοκήσαντες συμμαχίαν ἥξειν ποθέν, ἔλυσαν τὰ ὁμολογούμενα.


2.22.    Ἀνθ᾿ Ἑρμιόνος: εἴρηται ἡ παροιμία ἐπὶ τῶν σωζόντων τοὺς ἱκέτας· ἐπειδὴ ἐν Ἑρμιόνῃ τῆς Πελοποννήσου ἱερὸν ἦν Κόρης καὶ Δήμητρος, ἀσφάλειαν παρέχον τοῖς καταφεύγουσιν. Μέμνηται ταύτης Ἀριστοφάνης ἐν Βαβυλωνίοις.


2.23.    Ἀνερίναστος εἶ: τάττεται ἡ παροιμία παρ᾿ Ἑρμίππῳ ἐν Στρατιώταις. Φασὶ δὲ ὅτι ἐρινεοῦ τῆς ὀλυνθηφόρου ἐν τῷ καρπῷ φύεται θηρία, ἅ προσαγορεύουσι ψῆνας. Τούτων οἱ γεωργοὶ λαβόντες ἀφάπτουσι τῶν κλάδων ταῖς συκαῖς, ὅπως αὐτῶν ὁ καρπὸς μὴ ἀποῤῥέῃ. Ἐνδυόμενον γὰρ εἰς τοὺς φήληκας τὸ θηρίδιον στερεοῖ τούτους καὶ πεπαίνει. Διόπερ ἐπὶ τῶν ἅπερ ἄν λάβωσι μὴ διακρατούντων εἰρῆσθαι τὴν παροιμίαν.


2.24.    Ἁ φιλοχρηματία Σπάρταν ἕλοι, ἄλλο δὲ οὐδέν: αὕτη λέλεκται ἐπὶ τῶν ἐξ ἅπαντος κερδαίνειν προαιρουμένων. Μετενήνεκται δὲ ἀπὸ χρησμοῦ δοθέντος Λακεδαιμονίοις, ἐν ᾧ ἔχρησε τότε ὁ θεὸς ἀπολεῖσθαι τοὺς Λακεδαιμονίους, ὅταν ἀργύριον καὶ χρυσίον τιμήσωσι. Μέμνηται τοῦ χρησμοῦ Ἀριστοτέλης ἐν τῇ Λακεδαιμονίων πολιτείᾳ.


2.25.    Ἀθηνᾷ τὸν αἴλουρον: ἐπὶ τῶν κακῶς συγκρινόντων τὰ κρείττονα τοῖς ἥττοσι διὰ σμικρὰν ὁμοιότητα ἡ παροιμία εἴρηται· ὡς εἴ τις διὰ γλαυκότητα τὸν αἴλουρον τῇ Ἀθηνᾷ συγκρίνοι.


2.26.    Ἀττικοὶ τὰ Ἐλευσίνια: ἐλλείπει τὸ καθ᾿ ἑαυτούς. Λέγει δὲ Δοῦρις ὅτι ὅταν καθ᾿ ἑαυτοὺς συλλεγέντες τινὲς πράττωσί τι, ἐπιλέγουσιν ἑαυτοῖς, Ἀττικοὶ τὰ Ἐλευσίνια.


2.27.    Αὐτῷ μελητέον, ἀλλ᾿ ἐπὶ τὸν οἶκον: μέμνηται αὐτῆς Ἀριστοφάνης ἐν Γεωργοῖς, καὶ Πλάτων ὁ κωμικός. Ἦν δὲ οὗτος ὁ οἶκος μέγας εἰς ὑποδοχὴν μισθουμένων.


2.28.    Ἀττικὸς πάροικος: Δοῦρις [καὶ] περὶ αὐτῆς λέγει, ὅτι ἐπειδὴ Ἀθηναῖοι τοὺς περιοικοῦντας αὐτοῖς καὶ γειτνιῶντας ἐξέβαλον, ἡ παροιμία ἐκράτησε. Κρατερὸς δὲ ἀπὸ τῶν εἰς Σάμον πεμφθέντων Ἀθήνηθεν ἐποίκων τὴν παροιμίαν εἰρῆσθαι. Ἀττικοὶ γὰρ μεταπεμφθέντες εἰς Σάμον κἀκεῖ κατοικήσαντες τοὺς ἐγχωρίους ἐξέωσαν.


2.29.    Αὐτοὶ χελώνας ἔσθεθ᾿ οἵπερ εἵλετε: ἁλιεῖς ποτε χελώνας ἀνασπάσαντες διὰ τῶν δικτύων, διένειμον τοῖς παριοῦσιν. Οἱ δὲ μὴ βουλόμενοι λαμβάνειν εἶπον τοῖς ἁλιεῦσιν, Αὐτοὶ χελώνας ἐσθίετε, οἵπερ εἵλετε. Ὅθεν εἰς παροιμίαν ὁ λόγος περιέστη.


2.30.    Ἀσπένδιος κιθαριστής: Ζήνων ὁ Μύνδιος ἐπὶ τῶν φιλοχρημάτων φησὶ τετάχθαι τὴν παροιμίαν, λέγων· "Καθάπερ οἱ Ἀσπένδιοι τῶν κιθαριστῶν οὐδεμίαν φορὰν ἔξω φέρουσι, πάσας δὲ ἐν τῷ ὀργάνῳ, οὕτως καὶ ὁ φιλοχρήματος οὐδὲν τῶν πέλας ἕνεκα οἰκονομεῖ, ἕλκει δὲ ἐφ᾿ ἑαυτὸν πάντα".


2.31.    Αὐτῶ κανῷ: αὕτη τάττεται κατὰ τῶν ἄρδην ὁτιοῦν λυμαινομένων. Φησὶ γὰρ ὁ Δίδυμος ὅτι τὰ δεῖπνα ἐπὶ κανῶν ἐκομίζετο. Καθάπερ ἐν Γρυψὶ λέγει καὶ Πλάτων·
                  Ἀνηρπάκασ᾿ ἁπαξάπαντ᾿ αὐτῷ κανῷ.


2.32.    Ἀφύα πῦρ: ἐπὶ τῶν τὸ τέλος ὀξὺ λαμβανόντων ἡ παροιμία, παρόσον καὶ τὴν ἀφύαν τάχιστα ἕψεσθαι συμβαίνει μόνον ἰδοῦσαν τὸ πῦρ.


2.33.    Ἀφ᾿ ἵππων ἐπ᾿ ὄνους: τὴν παροιμίαν ταύτην ἐροῦμεν ἐπὶ τῶν ἀπὸ τῶν σεμνῶν ἐπὶ τὰ ἄσεμνα ἡκόντων· οἷον ἀπὸ γραμματικῶν ἐπὶ πραγματικά, ἤ εἰς ἄλλο τι τῶν ἀτιμοτάτων.


2.34.    Ἀτρέως ὄμματα: οἱονεὶ ἄτρεπτα καὶ σκληρά. Εἴρηται ἀπὸ τῆς Ἀτρέως παρανομίας, ὅς ὑπονοήσας ἐκ διαβολῆς τὸν ἀδελφὸν Θυέστην μοιχεύειν Ἀερόπην τὴν γυναῖκα αὐτοῦ, τὰ τέκνα του Θυέστου συγκόψας καὶ ἑψήσας, δειπνοῦντι παρέθηκε τῷ πατρί, αἴσθησιν παρασχὼν τῆς συμφορᾶς ἐκ τοῦ τελευταῖα τὰ ἄκρα παραθεῖνα.


2.35.    Ἄφωνος Ἱππαρχίων: κατὰ τοὺς προπάτορας ἡμῶν δύο κιθαρωδοὶ διάσημοι ἐγένοντο, Ἱππαρχίων καὶ Ῥουφῖνος. Καὶ δὴ ἀγῶνος ἐνστάντος πενταετηρικοῦ ἀγομένου ἐν Ἡλιουπόλει κατὰ τὸ ἔθος, Ἱππαρχίων ἀχανὴς ἔστη ταραχῇ τῇ περὶ τὸ θέατρον.


2.36.    Ἄρκτου παρούσης, ἴχνη μὴ ζήτει: ἐπὶ τῶν δειλῶν κυνηγῶν εἴρηται ἡ παροιμία. Μέμνηται δὲ αὐτῆς Βακχυλίδης ἐν Παιᾶσιν.


2.37.    Ἄιδεις ὥσπερ εἰς Δῆλον πλέων: ἐπὶ τοῦ ἀφροντίστου καὶ φιληδονοῦντος. Εὐχερὴς γὰρ ὁ πρὸς τὴν Δῆλον πλοῦς, καὶ οἱ ἐκεῖσε καταίροντες ἀφροντίστως πλέοντες ᾖδον.


2.38.    Ἀετοῦ γῆρας, κορύδου νεότης: παρόσον καὶ γηράσκων ἀετὸς ἀμείνων ἐστὶ παντὸς νεάζοντος ὄρνιθος. Λέγεται δὲ τὸν βίον ἀετὸς καταστρέφεσθαι, τῆς καμπῆς τοῦ ἄνω χείλους πρὸς τὸ κάτω συγκαμψάσης.


2.39.    Ἀράβιος αὐλητής: φασὶ τοὺς Ἀραβίους ἐν ταῖς νυκτεριναῖς φυλακαῖς κεχρῆσθαι αὐλῷ ἐπιμήκει· τὸν δὲ αὐλὸν τοῦτον διαδέχεσθαι ἄλλον ἀπ᾿ ἄλλου, καὶ αὐλεῖν πῦρ ἀνακαίοντας ἄχρις ἄν γένηται ἡμέρα.


2.40.    Ἅλις δρυός: ἐπὶ τῶν ἐκ φαυλοτέρας διαίτης ἐρχομένων ἐπὶ βελτίονα εἴρηται ἡ παροιμία. Ἐπειδὴ τὸ ἀρχαῖον οἱ ἄνθρωποι βαλάνοις δρυὸς τρεφόμενοι, ὕστερον εὑρεθεῖσι τῆς Δήμητρος καρποῖς ἐχρήσαντο.


2.41.    Ἄλλην δρῦν βαλάνιζε: ἐπὶ τῶν συνεχῶς αἰτούντων ἤ παρὰ τῶν αὐτῶν δανειζομένων εἴρηται ἡ παροιμία. Ἐπεὶ βαλάνοις ἔζων τὸ πρὶν οἱ ἄνθρωποι· καὶ Βαλανιστὰς ἐκάλουν τοὺς μισθῷ τὸν καρπὸν τοῦτον συλλέγοντας. Πρὸς τοίνυν τοὺς τῆς συλλογῆς ἤδη πεπληρωμένης περισκοποῦντας εἴτινες εἶεν ἐν τῇ δρυῒ βάλανοι, οἱ παριόντες ἔλεγον σκώπτοντες, Ἄλλην δρῦν βαλάνιζε.


2.42.    Ἀεί τις ἐν Κύδωνος: ἐπὶ τῶν φιλοξένων, καὶ πρὸς ὑποδοχὴν ἑτοίμων· παρόσον ὁ Κορίνθιος Κύδων φιλοξενώτατος ἐγένετο.


2.43.    Ἀεὶ γεωργὸς εἰς νέωτα πλούσιος: ἐπὶ τῶν ἐλπίδι μὲν ἀεὶ τρεφομένων ἀπαλλάττεσθαι τῶν δεινῶν, τοῖς αὐτοῖς δὲ πάλιν περιπιπτόντων.


2.44.    Ἀεὶ γὰρ εὖ πίπτουσιν οἱ Διὸς κύβοι: ἐπὶ τῶν εἰς πάντα εὐδαιμονούντων. Οἱ δέ, ἐπὶ τῶν ἀξίως τιμωμένων.


2.45.    Ἀγὼν πρόφασιν οὐκ ἐπιδέχεται, οὔτε φιλία: ὁ Μύλων ὁ παροιμιογράφος Ἰβύκειον τὴν παροιμίαν ταύτην φησίν, ὡς πρώτου χρησαμένου τοῦ Ἰβύκου.


2.46.    Ἀκλητὶ κωμάζουσιν ἐς φίλων φίλοι: παροιμία ὁμοία τῇ,
                  Αὐτόματοι δ᾿ ἀγαθοὶ ἀγαθῶν ἐπὶ δαῖτας ἴασιν.


2.47.    Ἀεὶ κολοιὸς ποτὶ κολοιὸν ἱζάνει: ἐπὶ τῶν τοῖς ὁμοίοις προσομιλούντων. Ἐπειδὴ οὐ μόνον ἐστὶ τὸ ζῶον φιλάλληλον καὶ συνδυαστικὸν καὶ ἀγεληδὸν πετόμενον, ἀλλὰ καὶ ἁλίσκεται διὰ τὴν αὐτοῦ σκιάν, προσερχόμενον αὐτῇ καθ᾿ ὕδατος ὁραθείσῃ.


2.48.    Ἀμαλθείας κέρας: ἡ παροιμία αὕτη ὁμοία ἐστὶ τῇ, Αἴξ οὐρανία.
            Εἴρηται δὲ ἐντεῦθεν. Ἡ Ῥέα τὸν Δία τεκοῦσα ἐν Κρήτῃ, δίδωσι τοῦτον τρέφεσθαι ταῖς Μελισσέως παισὶ Νύμφαις Ἀδραστείᾳ τε καὶ Ἴδῃ. Αὗται μὲν οὖν τὸν παῖδα ἔτρεφον τῷ τῆς Ἀμαλθείας αἰγὸς γάλακτι· αὐξηθεὶς δὲ ὁ Ζεὺς τὴν μὲν αἶγα κατηστέρισεν, ὅθεν Αἴξ οὐρανία λέγεται, θάτερον δὲ τῶν ταύτης κεράτων ταῖς Νύμφαις δίδωσι, δεδωκὼς αὐτῷ χάριν, ἵν᾿ ὅπερ αἱ Νύμφαι θέλωσιν, αὐταῖς ἀναβλύζῃ. Τοῦτο ὕστερον Ἀχελῶος λαβών, Ἡρακλεῖ δέδωκεν ἀντίλυτρον περιάξαντι θάτερον τῶν κεράτων αὐτοῦ, ὅτε περὶ τοῦ γάμου τῆς Δηϊανείρας πρὸς ἀλλήλους ἐμάχοντο. Εἴρηται οὖν ἡ παροιμία ἐπὶ τῶν ἀφθόνως τισὶ παρεχομένων τὰς τοῦ πλουτεῖν ἀφορμάς· ἐπεὶ καὶ ὁ τὸ κέρας τῆς Ἀμάλθείας ἔχων, πᾶν ὅ ἐβούλετο ἀφθόνως ἐλάμβανεν.


2.49.    Ἀετὸν ἵπτασθαι διδάσκεις: ἐπὶ τῶν ἐγχειρούντων διδάσκειν τινὰς ἅ ἐπίστανται μᾶλλον τῶν θελόντων διδάσκειν.


2.50.    Ἀετὸς ἐν νεφέλαις: ἔστι μὲν οὖν χρησμός· εἴρηται δὲ ἐπὶ τῶν δυσαλώτων, παρόσον ὁ ἀετὸς ἐν νεφέλαις ὤν οὐχ ἁλίσκεται.


2.51.    Ἀεὶ φέρει τὶ Λιβύη καινὸν κακόν: ἐπὶ τῶν κακουργοτάτων, καὶ ἀεὶ προσεξευρισκόντων νεώτερον τι κακόν.


2.52.    Ἀεί με τοιοῦτοι πόλεμοι διώκοιεν: ἐπὶ τῶν ἀνάνδρων καὶ μηδενὸς ἀξίων.


2.53.    Ἀετὸς θρίπας ὁρῶν: ἐπὶ τοῦ ἀφροντιστοῦντος καὶ καταφρονοῦντος τῶν μικρῶν.


2.54.    Ἀζάνια κακά: ἐπὶ τῶν κακοῖς προσπαλαιόντων. Ἀζάναι γὰρ τόπος ἐστὶ τῆς Ἀρκαδίας λεπτόγεως, σκληρὸς καὶ ἄκαρπος, περὶ ὅν πονοῦντες γεωργοὶ οὐδὲν κομίζονται.


2.55.    Ἀνάγυρον κινεῖν: ἔστιν ὁ Ἀνάγυρος (Ἀναγυροῦς) δῆμος Ἀττικός, ἔνθα δυσῶδες φυτὸν φύεται, οὕτω καλούμενον Ἀνάγυρος. Εἴρηται οὖν ἡ παροιμία ἐντεῦθεν ἐπὶ τῶν κινούντων τινὰ ἐπὶ κακῷ ἑαυτῶν. Τινὲς δὲ λέγουσιν ὅτι Ἀνάγυρος ἥρως γέγονεν, ὅστις τοὺς οἴκους τῶν γειτονούντων αὐτῷ ἐκ βάθρων ἀνέστρεψεν, ἐπειδὴ τὸ ἡρῷον αὐτοῦ ὑβρίσαι ἐπεχείρησαν. Μέμνηται ταύτης Ἀριστοφάνης ἐν Λυσιστράτῃ.


2.56.    Ἄνω ποταμῶν ἱερῶν χωροῦσι πηγαί: παρομία ἐπὶ τῶν ὑπεναντίως λεγομένων ἤ γινομένων· οἷον εἰ ὁ πόρνος τὸν σώφρονα ἔλεγε πόρνον. Ἐπειδὴ οἱ ποταμοὶ ἄνωθεν κάτω ῥέουσιν, οὐ κάτωθεν ἄνω.


2.57.    Ἀπ᾿ ὄνου καταπεσών: ἡ παροιμία τέτακται ἐπὶ τῶν μειζόνων καὶ ἀδυνάτων· ὡς Ἀριστοφάνης· Ἀπὸ τύμβου πεσών. Καὶ Εὔπολις, Ὥσπερ ἀπὸ χθονὸς πεσών.


2.58.    Ἀράβιος ἄγγελος: παροιμία παρὰ τὸ Ἀράβιος αὐλητὴς παραλαμβανομένη ἐπὶ τῶν ἀπαύστως διαλεγομένων. Εἴρηται δὲ ἐπὶ τοῦ Ἀραβίου αὐλητοῦ, ὡς ηὔλει μὲν δραχμῆς, ἐπαύετο δὲ τεττάρων.


2.59.    Ἀρκάδας μιμούμενος: παροιμία ἐπὶ τῶν ἄλλοις πονούντων καὶ μοχθούντων. Οἱ γὰρ Ἀρκάδες πολλὰ πολεμήσαντες οὐδεμίαν νίκην ἰδίαν ἔσχον, ἀλλ᾿ ἐπὶ μισθῷ ὑπὲρ ἀλλοτρίων ἐμάχοντο.


2.60.    Βόκχορις: οὗτος Αἰγύπτιος ὤν ἐπὶ δικαιοσύνῃ καὶ ἐπινοίᾳ κρίσεων ἀπομνημονεύεται. Εἴρηται δὲ ἡ παροιμία ἐπὶ τῶν δικαιότατα καὶ παρευρημένως κρινόντων.


2.61.    Βάλλ᾿ εἰς Μακαρίαν: οἱ μὲν κατὰ εὐφημισμὸν ἐξεδέξαντο λέγεσθαι, ἀντὶ τοῦ, Βάλλε εἰς δειλαιότητα. Μακαρίαν γὰρ ἐν Ἅιδου χωρίον διατυποῦσιν. Οἱ δὲ τὴν Μακαρίαν θυγατέρα φασὶν Ἡρακλέους, καὶ κατὰ χρησμὸν εἰς ἑκούσιον θάνατον ἑαυτὴν ἐπιδοῦναι, κατὰ τὴν Εὐρυσθέως ἐπὶ τὰς Ἀθήνας στρατείαν. Μετὰ θάνατον γὰρ Ἡρακλέους, διώκοντος Εὐρυσθέως τοὺς ἐκείνου παῖδας, καὶ πρὸς τὸν τοῦ Ἐλέου βωμὸν τῶν Ἡρακλειδῶν προσπεφευγότων, Ἀθηναῖοι μὴ ἐκδιδόντες αὐτούς, πρὸς Εὐρυσθέα πόλεμον ὑπέστησαν· (καὶ) χρησμοῦ δοθέντος, ἀπαλλαγήσεσθαι τῆς Εὐρυσθέως καταδρομῆς, εἴ τις τῶν Ἡρακλειδῶν πρὸς θάνατον ἑκούσιον ἐκδῷ ἑαυτόν, ἡ Μακαρία πρὸς θάνατον ἑαυτὴν ἐξέδοτο, καὶ συμβαλόντες Ἀθηναῖοι νικῶσιν Εὐρυσθέα, καὶ πολλῶν πεσόντων, Εὐρυσθέα Ὕλλος ἀπέκτεινε παῖς Ἡρακλέους, καὶ αὐτοῦ τὴν κεφαλὴν πρὸς Ἀλκμήνην ἐκόμισεν· ἡ δὲ κερκίσι τοὺς ὀφθαλμοὺς ἐξώρυξεν αὐτοῦ. Τὸν οὖν τάφον τῆς Μακαρίας ἄνθεσι καὶ στεφάνοις τιμῶντες οἱ Ἀθηναῖοι ἐπέλεγον, Βάλλ᾿ εἰς Μακαρίαν. Τὸ μὲν οὖν πρῶτον ἐπὶ τῶν κατ᾿ ἀρετὴν διδόντων ἑαυτοὺς εἰς θάνατον ἡ παροιμία ἐλέγετο· ὕστερον δὲ καταχρηστικῶς ἐπὶ πάσης ἀφοσιώσεως.


2.62.    Βάκηλος εἶ: ἐπὶ τῶν ἐκλύτων καὶ ἀνάνδρων. Βάκηλος δὲ κυρίως λέγεται ὁ ἀπόκοπος.


2.63.    Βυζίνη παῤῥησία: ἐπὶ τῶν σφόδρα πεπαῤῥησιασμένων. Ἀπό Βυζίνου τοῦ Ποσειδῶνος μετὰ παῤῥησίας ἀεὶ διαλεγομένου.


2.64.    Βίος ἐξηυλημένος: ἐπὶ τῶν ἀχρήστων· ἐκ μεταφορᾶς τῶν ἀρχείων αὐλῶν.


2.65.    Βοιώτιος νόμος: ἐπὶ τῶν τὰς μὲν ἀρχὰς ἠρεμούντων, ὕστερον δὲ τοῖς κακοῖς ἐπιτεινόντων, ὡς φησὶ Σοφοκλῆς·
                  Ὅταν τις ᾄδῃ τὸν Βοιώτιον νόμον.
Εἴρηται δὲ ἡ παροιμία, παρόσον Βοιωτοὶ πρότερον βίον ἄλυπον καὶ ἤρεμον ἔχοντες, μετὰ τελευτὴν Λαΐου πολλοῖς κακοῖς περιέπεσον.


2.66.    Βοῦθος περιφοιτᾷ: ταύτης μέμνηται Κρατῖνος ἐν Χείρωσι. Τέτακται δὲ ἐπὶ τῶν εὐήθων καὶ παχυφρόνων, ἀπό τινος Πυθιονίκου Βούθου μετενεχθεῖσα.


2.67.    Βούνας δικάζει: αὕτη λέγεται ἐπὶ τῶν τὰς κρίσεις ἀναβαλλομένων ἀεὶ καὶ ὑπερτιθεμένων. Βούνας γὰρ Ἀθηναῖος ἐγένετο, ὥς φησι Μνασέας· τούτῳ δὲ Ἠλεῖοι πρὸς Καλυδωνίους διαφερόμενοι ἐπέτρεψαν τὴν δίκην, νομίσαντες ἀναμένειν ἕως ἄν ἀποφήνηται. Γνοὺς δὲ ὁ Βούνας τοῦτο, ἤκουσε μὲν ἀμφοτέρων, ἀνεβάλλετο δὲ μέχρι τελευτῆς τὴν ἀπόφασιν.


2.68.    Βοιώτια αἰνίγματα: ἐπὶ τῶν ἀσυνέτων, ἐκ μεταφορᾶς τῆς Σφιγγός. Παρόσον Θηβαίοις ἡ Σφὶγξ αἰνίγματα προὔθηκεν· Τετράπους, δίπους, καὶ πάλιν τρίπους. Ὅπερ ἐφευρὼν Οἰδίπους, τὴν τοῦ πατρὸς βασιλείαν εἴληφε, καὶ τὴν ἰδίαν μητέρα ἔγημεν ἀγνοῶν. Λαΐῳ γὰρ τῷ Θηβῶν βασιλεῖ χρηστηριαζομένῳ περὶ γενέσεως ἀῤῥένων παίδων ἀνεῖλεν ὁ θεός·
                  Λάϊε Λαβδακίδη
                  μὴ σπεῖρε τέκνων ἄλοκα δαιμόνων βίῃ·
                  κτενεῖ γάρ σ᾿ ὁ φύς.
Ἐπιλαθόμενος δὲ τοῦ χρησμοῦ Λάϊος συνῆλθε τῇ γυναικὶ αὐτοῦ Ἰοκάστῃ. Ὡς δὲ ᾔσθετο παιδίον ἄῤῥεν ἐξ αὐτῆς γεννηθέν, τὸν χρησμὸν ἐννοήσας, τὰ τούτου σφυρὰ διέτρησε, καὶ εἰς ὄρος ἐξέθετο. Βουκόλος δέ τις παριὼν καὶ τὸ βρέφος ἀνειληφώς, τῇ ἰδίᾳ γυναικὶ ἀπεκόμισεν. Ἡ δὲ τὰ σφυρὰ τοῦ παιδὸς θεραπεύσασα, Οἰδίπουν αὐτὸν καλεῖ· τοῦτο θεμένη τὸ ὄνομα διὰ τὸ τοὺς πόδας ἀνοιδῆσαι. Τελειωθεὶς δὲ Οἰδίπους, καὶ τῶν ἡλίκων ἐπὶ ῥώμῃ διαφέρων, κατὰ φθόνον ὠνειδίζετο ὑπόβλητος εἶναι. Ἀφικόμενος οὖν εἰς Δελφοὺς περὶ τῶν ἰδίων ἐπυνθάνετο γονέων, καὶ χρήσαντος τοῦ θεοῦ πρὸς τὴν πατρίδα μὴ πορεύεσθαι, τὸν μὲν γὰρ πατέρα φονεύσειν, τῇ μητρὶ δὲ μιγήσεσθαι, νομίσας ἐξ ὧν ἐλέγετο γεγεννῆσθαι, πρὸς Θήβας ἠπείγετο, καὶ συντυχὼν Λαΐῳ ἐφ᾿ ἅρματος ὀχουμένῳ, κελεύοντος τοῦ κήρυκος κοιράνοις ἐκποδὼν μεθίστασθαι, μὴ πειθόμενος παρὰ τοῦ ἡνιοχοῦντος τῷ πατρὶ ἐτύφθη· ὀργισθεὶς δὲ καὶ τὸν ἡνίοχον καὶ τὸν Λάϊον ὑπερμαχοῦντα τοῦ ἡνιόχου ἀπέκτεινεν. Ἐλθὼν δὲ εἰς Θήβας, καὶ τὴν βασιλείαν ἐφευρὼν Λαΐου γέρας προκειμένην σὺν τῇ γυναικὶ Ἰοκάστῃ τῷ λύσοντι τὸ αἴνιγμα τῆς Σφιγγός, τοῦτο λύσας τὴν τοῦ πατρὸς βασιλείαν παραλαμβάνει, καὶ τῇ μητρὶ προσομιλεῖ ἀγνοῶν, ἐξ ἧς Ἐτεοκλέα καὶ Πολυνείκην ἐγέννησεν. Ὕστερον δὲ παρὰ τῆς μητρὸς ἀναγνωρισθείς, ἑαυτὸν ἐτύφλωσεν· Ἰοκάστη δὲ τῶν τειχῶν τῆς πόλεως ἑαυτὴν ἀνήρτησεν.


2.69.    Βοῦς ἐφ᾿ ἑαυτῷ κονιεῖται: ἐπὶ τῶν εὐχερῶς ἐπὶ κακῷ σφῶν ἑπομένων. Οἱ γὰρ βόες πρᾷοι ὄντες, ῥᾳδίως τοῖς δεσμοῖς ὑπακούουσι. Τινὲς δέ, ἐπὶ τῶν εἰς προὖπτον κίνδυνον ἑαυτοὺς ἐμβαλλόντων.


2.70.    Βοῦς ἐπὶ γλώττης: παροιμία ἐπὶ τῶν μὴ δυναμένων παῤῥησιάζεσθαι, ἤτοι διὰ τὸ ἄφωνον τοῦ ζώου, ἤ διὰ τὸ τῶν Ἀθηναίων τὸ νόμισμα ἔχειν βοῦν ἐγκεχαραγμένον· ὅπερ ἐκτίνειν ἔδει τοὺς πέρα τοῦ δέοντος παῤῥησιαζομένους.


2.71.    Βαλὼν φεύξεσθαι οἴει; πρὸς τοὺς κακόν τι δράσαντας καὶ οἰομένους φυγεῖν.


2.72.    Βάλλ᾿ εἰς ὕδωρ: ἐπὶ τῶν ὀλέθρου ἀξίων· οἷον, Καταπόντισον.


2.73.    Βύβλου δὲ καρπὸς οὐ κρατεῖ στάχυν: ἐπὶ τῶν οὐ δυναμένων τοῖς ἰδίοις χρῆσθαι καλοῖς· παρόσον ἀσθενὴς ἡ βύβλος πρὸς τὸ φέρειν σῖτον. Στάχυας γὰρ ἀνατέλλουσα οὐκ ἐκτρέφει.


2.74.    Βῶλος ἄρουραν: ἐπὶ τῶν μεγάλοις τὰ μικρὰ πρσφιλοτιμουμένων. Ὅμοιόν ἐστιν εἴ τις θαλάττῃ ἐκ χαράδρας ὕδωρ ἐπεισάγει, καὶ χαρίζεσθαι δοκεῖ.


2.75.    Βοῦς ἐπὶ σωρῷ: ἐπὶ τῶν ἡδυπαθούντων.


2.76.    Βορβόρῳ ὕδωρ λαμπρὸν μιαίνων, οὔποθ᾿ εὑρήσεις ποτόν: ἐπὶ τῶν τὰ κάλλιστα μιγνύντων τοῖς αἰσχίστοις.


2.77.    Βάλλ᾿ εἰς ὄλεθρον, ἤ, Βάλλ᾿ ἐς κόρακας: ἐπὶ τῶν ὀλέθρου ἀξίων.


2.78.    Βατράχοις οἰνοχοεῖς: πρὸς τοὺς ταῦτα παρέχοντας ὧν οὐ χρῄζουσιν οἱ λαμβάνοντες.


2.79.    Βατράχῳ ὕδωρ: ὡς Γαλῇ στέαρ: ἐπὶ τῶν ταῦτα διδόντων οἷς χαίρουσιν οἱ λαμβάνοντες. Εἴρηται δὲ καί, Βοῦς εἰς ἄμητον, ἐπὶ τῶν μέγα ὠφελουμένων.


2.80.    Βομβύλιος ἄνθρωπος: ἐπὶ τοῦ ἀκάρπου· παρόσον ὁ βομβύλιος καρπὸν οὐ φέρει. Ἔστι δὲ μελίττης εἶδος ἐκ πηλοῦ τὰ κηρία πλαττούσης.


2.81.    Βοῦς ἀλλότριος τὰ πολλὰ ἔξω βλέπει: ἐπὶ τῶν ἀμελουμένων παρ᾿ ἀλλοτρίων, καὶ διὰ τοῦτο πρὸς τοὺς ἰδίους δεσπότας, ὡς ἐπιμελουμένους, ἀφορώντων.


2.82.    Βοῦς ἄμητον ἐπιτηροῦντες: ἐπὶ τῶν μετὰ ἐπιμελείας καμνόντων.


2.83.    Βοῦς ὁ Μολοττῶν: αὕτη λέγεται ἐπὶ τῶν εἰς πολλὰ διαιρουμένων πράγματα καὶ κατακοπτομένων. Οἱ γὰρ Μολοττοὶ ἐν τοῖς ὁρκωμοσίοις κατακόπτοντες εἰς μικρὰ τοὺς βοῦς, τὰς συνθήκας ἐποιοῦντο.


2.84.    Βοιωτοῖς μαντεύσαιο: αὕτη καταρατική ἐστιν. Ἡρακλείδης γὰρ φησί, μαντευομένοις τοῖς Θηβαίοις περὶ πολέμου ἀπεκρίνατο ἡ προφῆτις ἡ ἐν Δωδώνῃ, νίκην αὐτοῖς ἀσεβήσασιν ἔσεσθαι. Εἷς δὲ τῶν θεωρῶν ἁρπάσας Μυρτίλαν τὴν προφῆτιν, ἐνέβαλεν εἰς θερμοῦ παρακείμενον λέβητα. Ἄλλοι δὲ φασίν, ὅτι Θηβαίοις πολεμοῦσι Βόμβος μάντις πλείους ἔφη νικήσειν, εἰ προθύσαιεν τῶν ἡγεμόνων ἕνα. Οἱ δὲ ἀποκτείναντες τὸν Βόμβον ἐνίκησαν.


2.85.    Βέβληκ᾿ Ἀχιλλεὺς δύο κύβω καὶ τέτταρα: τοῦτο Εὐριπίδου ἐστί. Καὶ Ἀριστόξενος δὲ φησίν, ὅτι Ευριπίδης διορθῶν τὸν Τήλεφον ἐξεῖλε τὴν πεττείαν. Λέγεται δὲ ἐπὶ τῶν ἀδιανοήτων.


2.86.    Βουλίας δικάζει: ἐπὶ τῶν τὰς κρίσεις ὑπερτιθεμένων δικαστῶν, ἀπὸ Βουλίου τινὸς Ἀθηναίου· ὅς ἐπὶ τοσοῦτον ἀνεβάλλετο τὴν δίκην, ὥστε φθάσαι τελευτῆσαι πρότερον ἤ τὴν δίκην ἀποφήνασθαι.


2.87.    Βελλεροφόντης τὰ γράμματα: Βελλεροφόντης ἀνελὼν Βέλλερον, ἤ, ὥς τινες φασί, Πείρην, εἰς Τίρυνθα φυγὰς ἐξ Ἄργους παραγίνεται πρὸς τὸν Προῖτον. Τούτου ἔρωτα ἴσχει Ἄντεια ἡ τοῦ Προίτου γυνή· τοῦ δὲ ἀπαρνουμένου, λέγει πρὸς τὸν Προῖτον, ὅτι Βελλεροφόντης ἐρωτικοὺς αὐτῇ προσεπέμψατο λόγους. Προῖτος δὲ πιστεύσας, ἔδωκεν αὐτῷ ἐπιστολὰς πρὸς Ἰοβάτην κομίσαι· ἐν αἷς ἀνεγέγραπτο, Βελλεροφόντην ἀποκτεῖναι. Ὁ δὲ ἀγνοῶν, τὰ γεγραμμένα καθ᾿ ἑαυτοῦ κομίζει. Ἰοβάτης δὲ ἀναγνοὺς ἐπέταξεν αὐτῷ κτεῖναι τὴν πυρίπνουν Χίμαιραν, νομίζων αὐτὸν ὑπὸ τοῦ θηρίου διαφθαρήσεσθαι. Τριῶν γὰρ ζώων εἶχε φύσιν σύνθετον, προτομὴν μὲν λέοντος, οὐρὰν δράκοντος, καὶ τρίτην κεφαλὴν μέσην αἰγός, δι᾿ ἧς πῦρ ἀνίει. Ἀναβὰς οὖν ὁ Βελλεροφόντης ἐπὶ τὸν Πήγασον, ὅν εἶχεν ἵππον πτηνόν, κατετόξευσε τὴν Χίμαιραν. Μετὰ δὲ τὸν ἀγῶνα τοῦτον Ἀμαζόσιν ἐπέταξεν ἀγωνίσασθαι, ὡς δὲ καὶ ταύτας ἀπέκτεινε, τοὺς τότε ῥώμῃ νεότητας διαφέροντας ἐπιλέξας, ἐπέταξεν ἀποκτεῖναι λοχήσαντας. Ὡς δὲ καὶ τοῦτον ἐνίκησεν τὸν ἀγῶνα, θαυμάσας τὴν δύναμιν αὐτοῦ ὁ Ἰοβάτης, τό τε γράμμα ἔδειξε, καὶ παρ᾿ αὐτῷ μένειν ἠξίωσε·δοὺς δὲ αὐτῷ τὴν θυγατέρα, καὶ τὴν βασιλείαν τελευτῶν κατέλιπεν.


2.88.    Γενναῖος εἶ ἐκ βαλαντίου: ἐπὶ τῶν διὰ τὸν πλοῦτον εὐγενῶν εἶναι δοκούντων.


2.89.    Γλαῦξ ἵπταται: ἡ πτῆσις τῆς γλαυκὸς νίκης σύμβολον τοῖς Ἀθηναίοις ἐνομίζετο.


2.90.    Γέρων ἀλώπηξ οὐχ ἁλίσκεται πάγῃ: ἐπὶ τῶν διὰ χρόνου πλῆθος οὐχ ἁμαρτανόντων.


2.91.    Γλαύκου τέχνη: ἤ ἐπὶ τῶν ῥαδίως κατεργαζομένων, ἤ ἐπὶ τῶν πάνυ ἐπιμελῶς καὶ ἐντέχνως εἰργασμένων. Ἵππασος γάρ τις κατεσκεύασε χαλκοῦς τέτταρας δίσκους οὕτως, ὥστε τὰς μὲν διαμέτρους αὐτῶν ἴσας ὑπάρχειν, τὸ δὲ τοῦ πρώτου δίσκου πάχος ἐπίτριτον μὲν τοῦ δευτέρου, ἡμιόλιον δὲ τοῦ τρίτου, διπλάσιον δὲ τοῦ τετάρτου, καὶ κρουομένους ἐπιτελεῖν συμφωνίαν τινά. Καὶ λέγεται Γλαῦκον ἰδεῖν τοὺς ἐπὶ τῶν δίσκων φθόγγους πρῶτον.


2.92.    Γλυκὺς ἀγκών: τὴν παροιμίαν φησὶν εἰρῆσθαι ἀπὸ τοῦ λεγομένου μακροῦ ἀγκῶνος ἐν τῷ Νείλῳ· κατὰ ἀντίφρασιν ἀντὶ τοῦ δυσχερής.


2.93.    Γαλῇ χιτώντον: ὁμοία ἡ παροιμία αὕτη τῇ· Οὐ πρέπει γαλῇ κροκωτόν. Ἐπειδὴ γαλῆ κατὰ πρόνοιαν Ἀφροδίτης γυνὴ γενομένη ἐν χιτῶνι κροκωτῷ οὖσα ἐπέδραμε μυί. Μέμηνται ταύτης Στράττις.


2.94.    Γραῦς Σέριφος: Ἀπολλόδωρος φησίν, ὅτι ἔστι τις παροιμιώδης λεγομένη Σεριφία γραῦς, ἡ ἐν παρθενίᾳ γεγηρακυῖα. Οἱ δὲ ἀπὸ τῆς ἀκρίδος· τὴν γὰρ ἀρουραίαν ἀκρίδα ὑπό τινων μάντιν λεγομένην κατὰ Σικελίαν γραῦν σέριφον καλεῖσθαι ἤ γραῦν σερίφην. Λέγουσι δὲ ὅτι εἴ τινι ἐμβλέψειε ζώῳ, κακόν τι ἐκείνῳ γίνεται.


2.95.    Γυμνότερος λεβηρίδος: Ἀριστοφάνης φησὶ Τυφλότερος λεβηρίδος. Λεβηρὶς δὲ ἐστὶ τὸ σῦφαρ καὶ ἔκδυμα τοῦ ὄφεως καὶ τοῦ τέττιγος. Κυρίως δὲ λεβηρίς, ᾧ περιέχεται τὸ ἔμβρυον τοῦ βοός· τελέως ἐστὶ δὲ καὶ τοῦτο τυφλόν· τὰς γὰρ ὀπὰς μόνας ἔχει τῶν ὀφθαλμῶν. Τάττουσι δὲ τὴν λέξιν καὶ ἐπὶ τέττιγος, καὶ συνόλως ἐπὶ τῶν ἀποδυομένων τὸ γῆρας. Τριχῇ δὲ ἀναγράφουσι τὴν παροιμίαν, καὶ οἱ μὲν τυφλότερος λεβηρίδος, οἱ δὲ κενότερος, οἱ δὲ γυμνότερος.


2.96.    Γραῦς βακχεύει: ἐπὶ τῶν παρ᾿ ὥραν τὶ διαπραττομένων. Ταῖς γὰρ νέαις πρέπει τὸ χορεύειν.


2.97.    Γέρων βοῦς ἀπένθητος δόμοισιν: ἐπὶ τῶν καθ᾿ ὥραν τελευτησάντων.


2.98.    Γυμνῷ φυλακὴν ἐπιτάττεις: παροιμία ἐπὶ τῶν μὴ δυναμένων τὰ προστάγματα πληροῦν, διὰ τὸ ἀναγκαῖον αὐτὸ γίνεσθαι.


2.99.    Γλῶσσα ποῖ πορεύῃ; πόλιν ἀνορθώσασα καὶ πόλιν καταστρέψουσα: ἐπὶ τῶν διὰ λόγων ἤ ὠφελούντων ἤ βλαπτόντων.


2.100.    Γέλως συγκρούσιος: Ἄκοσμος καὶ ἄτακτος· παρόσον τινὲς γελῶντες τὰς χεῖρας ἤ τοὺς πόδας