Επιτομή εκ των Ταρραίου και Διδύμου παροιμιών συντεθείσα κατά στοιχείον/Γ


Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον
Ἑκατοντάς Γ΄
Συγγραφέας:


3.1.    Γεράνδρυον μεταφυτεύειν: ἐπὶ τοῦ ἀδυνάτου. Παρεγγυᾷ δέ, ὅτι μὴ δεῖ τοὺς παρηβηκότας προάγειν εἰς τὰ τῶν ἀκμαζόντων ἔργα.


3.2.    Γόνυ κνήμης ἔγγιον: ἐπὶ τῶν ἑαυτοὺς μᾶλλον τῶν ἐταίρων ἀγαπώντων. Φασὶ γὰρ ὅτι ἐν τῷ κατὰ Χαιρώνειαν πολέμῳ ἰδόντα τινὰ ἀνεψιὸν καὶ ἀδελφὸν καταπονουμένους, ὑπερασπίσαι τὸν ἀδελφόν, εἰπόντα τὸ προκείμενον.


3.3.    Γελλὼ παιδοφιλωτέρα: ἐπὶ τῶν ἀώρως τελευτησάντων, ἤτοι ἐπὶ τῶν φιλοτέκνων μέν, τρυφῇ δὲ διαφθειρόντων αὐτά. Γελλὼ γάρ τις ἦν παρθένος, καὶ ἐπειδὴ ἀώρως ἐτελεύτησε, φασὶν οἱ Λέσβιοι αὐτῆς τὸ φάντασμα ἐπιφοιτᾶν ἐπὶ τὰ παιδία, καὶ τοὺς τῶν ἀώρων θανάτους αὐτῇ ἀνατιθέασι. Μέμνηται ταύτης Σαπφώ.


3.4.    Γηράσκω δ᾿ αἰεὶ πολλὰ διδασκόμενος: ἐπὶ τῶν διὰ τὸ γῆρας ἐμπειροτέρων, Εἵλκυσται μέντοι ἐκ τῶν Σόλωνος ἐλεγείων.


3.5.    Γραῶν ὕθλος: ἐπὶ τῶν μάτην ληρούντων.


3.6.    Γλαὺξ εἰς Ἀθήνας: ἐπὶ τῶν ἀχρήστους ἐμπορίας ἀγόντων, ἐπειδὴ τὸ ζῶον πάνυ ἐπιχωριάζει τοῖς Ἀθηναίοις.


3.7.    Δαιδάλεια ποιήματα: οἱ μὲν ἐπὶ τῶν παραδόξων ἔργων, οἱ δὲ ἐπὶ τῶν ἀκριβούντων τὰς τέχνας φασὶν εἰρῆσθαι τὴν παροιμίαν· ἐπειδὴ τῶν παλαιῶν δημιουργῶν πλαττόντων τὰ ζῶα τυφλά, ὁ Δαίδαλος καὶ τοὺς ὀφθαλμοὺς αὐτοῖς ἀνεπέτασεν, ὡς καὶ δόξαν κατασχεῖν ὅτι καὶ ἔμψυχά ἐστι καὶ κινοῦνται καὶ φθέγγονται. Φασὶ γοῦν τινὰ τῶν δαιδαλουργῶν ἀνδριάντων δεδέσθαι τοῦ ποδός, ὡς μὴ ἀποδράμοι.


3.8.    Διομήδειος ἀνάγκη: ἐπὶ τῶν κατὰ ἀνάγκην τινὰ πραττόντων. Μέμνηται αὐτῆς Ἀριστοφάνης ἐν Βατράχοις. Ὅτε γὰρ λαβόντες τὸ Παλλάδιον Διομήδης καὶ Ὀδυσσεὺς ἐκόμιζον ἐπὶ τὰς ναῦς, τότε βουλόμενος Ὀδυσσεὺς αὐτοῦ μόνου τὴν φιλοτιμίαν γενέσθαι, ἐπεχείρησε φονεῦσαι τὸν Διομήδην μετὰ τοῦ Παλλαδίου προηγούμενον. Προϊδὼν δὲ ἐκεῖνος ὡς ἐν κατόπτρῳ ἀντιστίλβον τὸ ξίφος καὶ συλλαβὼν αὐτὸν καὶ δήσας τὰς χεῖρας πλάτει τοῦ ξίφους ἀκολουθῶν ἔτυπτεν.


3.9.    Δεινῆς ἀνάγκης οὐδὲν ἰσχυρότερον: ἀνάγκη γὰρ καὶ θεοὺς βιάζεται. Καὶ Πλάτων φησίν, Ἀνάγκην δὲ οὐδὲ θεός ἐστι δυνατὸς βιάζεσθαι.


3.10.    Δακτύλου ἡμέρα: ἐπὶ τῶν εὐημερούντων. Δάκτυλος γάρ τις ἀνὴρ γέγονεν Ἀθηναῖος, μεγίστων λαχὼν τιμῶν.


3.11.    Δάτος ἀγαθῶν: πόλεως ὄνομα ἥν ἀπῴκησαν Θάσιοι· ἐφ᾿ ᾗ καὶ παροιμία ἐλέχθη, Δάτος ἀγαθῶν, ὡς οὔσης καλλίστης· ἔχει δὲ καὶ χρύσεα μέταλλα καὶ ἔστιν εὐδαίμων.


3.12.    Δαφνίνην φορῶ βακτηρίαν: τοῦτο λέγειν εἰώθασιν οἱ ὑπό τινων ἐπιβουλευόμενοι· παρόσον ἀλεξιφάρμακον ἡ δάφνη.


3.13.    Δι᾿ ὀξείας δραμεῖν: ἐπὶ τῶν διακινδυνευόντων. Ὀξεῖαν γὰρ λέγουσι τὴν λόγχην.


3.14.    Δαυλίαν κορώνην: ἀντὶ τοῦ ἀηδόνα. Δαυλία δὲ ἐλέχθη διὰ τὸ τὰ περὶ τὸν Τηρέα ἐν Δαυλίδι τῆς Φωκίδος συστῆναι· οἱ δέ, ὅτι περὶ τὴν Δαυλίαν καταλαμβανόμεναι αἱ περὶ τὴν Πρόκνην μετέβαλον εἰς ὄρνιθας· ἔννιοι δὲ τὴν δασεῖαν ἀκούουσι· δαυλὸν γάρ ἐστι τὸ δασύ.
            Τὰ δὲ περὶ τὸν Τηρέα καὶ τὴν Πρόκνην οὕτως ἔχει· Πανδίων θυγατέρας ἐσχηκὼς δύο, Πρόκνην καὶ Φιλομήλαν, ἠγάγετο νυμφίον ἐπὶ τῇ Πρόκνῃ τὸν Τηρέα· ὁ δὲ τῆς Φιλομήλας ἐρασθεὶς καὶ βιασάμενος αὐτήν, ἵνα μή τινι τὸ γεγονὸς ἐξείπῃ, τὴν γλῶτταν αὐτῆς ἀπέτεμεν. Ἐκείνη δὲ πέπλῳ ὑφάνασα γράμματα, διὰ τούτων ἐμήνυσε Πρόκνῃ τὰς ἰδίας συμφοράς. Μαθοῦσα τοίνυν ἡ Πρόκνη τὰ συμβάντα τῇ Φιλομήλᾳ, Ἴτυν ἀπέκτεινεν, ὅν εἶχε παῖδα ἐκ Τηρέως, καὶ αὐτῷ παρατίθησι τὰ τοῦ παιδὸς μέλη εἰς βρῶσιν. Γνοὺς δὲ τὸ γεγονὸς ὁ Τηρεὺς Πρόκνην καὶ Φιλομήλαν ἀπ᾿ αὐτοῦ φευγούσας ἐδίωκεν. Αἱ δὲ καταλαμβανόμεναι ηὔξαντο ἀφανεῖς γενέσθαι καὶ μετεβλήθησαν, Πρόκνη μὲν εἰς ἀηδόνα, Φιλομήλα δὲ εἰς χελιδόνα. Ὅθεν ἔτι καὶ νῦν αἱ χελιδόνες τετμημένας τὰς γλώσσας ἔχουσι· Τηρεὺς δὲ εἰς ἔποπα μεταβληθεὶς Ἴτυν εἰς δεῦρο θρηνεῖ.


3.15.    Δευτέρων ἀμεινόνων: παροιμία ἐπὶ τῶν θυομένων ἐκ δευτέρου, ὅταν αὐτοῖς τὰ πρότερον ἱερὰ μὴ καυθῇ καὶ ἐπὶ δεύτερα τραπῶσιν.


3.16.    Δικαιότερος σταχάνης: ἐπὶ τῶν τὰ δίκαια ἀγαπώντων. Σταχάνην γὰρ οἱ Δωριεῖς τὴν τρυτάνην καλοῦσιν· ἴσως παρὰ τὴν στάσιν.


3.17.    Δικτύῳ ἄνεμον θηρᾷς: ἐπὶ τῶν μάτην καὶ ἀνοήτως τι ποιούντων.


3.18.    Διὰ δακτυλίου δεῖ σε ἑλκυσθῆναι: ἐπὶ τῶν διὰ νόσον ἤ λύπην λεπτῶν καὶ ἰσχνῶν γινομένων.


3.19.    Διὰ μαχαιρῶν καὶ πυρὸς ῥίπτειν δεῖ: ἐπὶ τῶν παραβαλλομένων καὶ ῥιψοκίνδυνα ποιούντων.


3.20.    Δίκην ὑφέξει κἄν ὄνος δάκῃ κύνα: ἐπὶ τῶν ἐπὶ μικροῖς συκοφαντουμένων.


3.21.    Διὸς Κόρινθος:   παροιμία ἐπὶ τῶν τὰ αὐτὰ λεγόντων καὶ πραττόντων.


3.22.    Δέχεται καὶ βῶλον Ἀλήτης: ἐπὶ τῶν πάντα πρὸς τὸ κρεῖττον ἐκδεχομένων. Ἀλήτην γάρ φασι φεύγοντα κατελθεῖν βουλόμενον εἰς Κόρινθον καὶ βουκόλου τινὸς ἀπαντήσαντος αἰτῆσαι τροφήν· οὐκ ἔχειν δὲ φάσκοντος ἐκείνου, ἄραντος δὲ βῶλον δοῦναι αὐτῷ· τὸν δὲ λαβόντα φάναι,
                  Δέχεται καὶ βῶλον Ἀλήτης.


3.23.    Διπλοῦς ἄνδρας: τὰ δισύλλαβα ἀνδρῶν ὀνόματα. Ὅθεν ἐπίγραμμα,
                  Μισῶ τὸν ἄνδρα τὸν διπλοῦν πεφυκότα,
                  χρηστὸν λόγοισι, πολέμιον δὲ τοῖς τρόποις.


3.24.    Δὶς ἑπτὰ πληγαῖς πουλύπους πιλούμενος: ἐπὶ τῶν κολάσεως ἀξίων. Παρόσον ὁ πολύπους θηρευθεὶς τύπτεται πολλάκις πρὸς τὸ πίων γενέσθαι.


3.25.    Δίχολοι γνῶμαι: παρὰ τὸ διχῇ ἰδιότροποι, κατὰ μετάληψιν. Χόλος γὰρ ἡ ὀργή, ὀργὴ δὲ τρόπος. Βακχυλίδης,
                  Ὀργαὶ μὲν ἀνθρώπων διακεκριμέναι μυρίαι.


3.26.    Δόρυ καὶ κηρύκιον: παροιμία, ἥν ἔνιοι πειθανάγκην λέγουσιν. Εἴρηται δὲ ἐπὶ τῶν ἅμα παρακαλούντων καὶ ἀπειλούντων, ἀπὸ τοῦ δόρυ κατέχειν καὶ κηρύκιον.


3.27.    Δραχμὴ χαλαζῶσα: ἐπὶ Διοφάντου τὸ θεωρικὸν ἐγένετο δραχμή· ἐπεὶ δὲ ἔπεσε χάλαζα τότε ἀπὸ τοῦ ἀέρος, χαλαζῶσαν αὐτὴν ἐπέσκωπτον.


3.28.    Δίκη δίκην ἔτικτε καὶ βλάβην βλάβη: ἐπὶ τῶν φιλοδίκων καὶ συνειρόντων δίκας δίκαις.


3.29.    Δὶς πρὸς τὸν αὐτὸν αἰσχρὸν πρσκρούειν λίθον: ἐπὶ τῶν δεύτερον τοῖς αὐτοῖς περιπιπτόντων.


3.30.    Δελφῖνα νήχεσθαι διδάσκεις: ἐπὶ τῶν ἐν ἐκείνοις τινὰ παιδοτριβούντων, ἐν οἷς ἤσκηται.


3.31.    Δέδοται καὶ κακοῖς ἄγρα: ἐπὶ τῶν παρ᾿ ἀξίαν εὖ πραττόντων.


3.32.    Δειλότερος εἶ τοῦ παρακύπτοντος: ἐπὶ τῶν σφόδρα δειλῶν. Ἀνὴρ γάρ τις οὕτως ἐγένετο δειλός, ὥστε διὰ φόβον Ἡρακλέους κατέδυ εἰς σπήλαιον καὶ διὰ δειλίαν ἀπέθανε. Παρακύψας γὰρ ἐκ τοῦ σπηλαίου καὶ ἰδὼν τὸν Ἡρακλέα, ἀπελιθώθη καὶ διέμεινεν ἔτι καὶ νῦν ὁ λίθος ἀνθρωποειδὴς τὴν κεφαλὴν ὑπερέχων τοῦ σπηλαίου.


3.33.    Δὶς καὶ τρὶς τὸ καλόν: ὅτι χρὴ περὶ τῶν καλῶν πολλάκις λέγειν.


3.34.    Διωλύγιον κακόν: ἐπὶ τῶν μέγα τι καὶ δεινὸν ὑφισταμένων. Διωλήγιον γάρ ἐστι τὸ μέγα καὶ πολὺ διῆκον. Οὕτως οὐ μακρὰ καὶ διωλύγιος φλυαρία· Πλάτων


3.35.    Δειλὸν ὁ Πλοῦτος: παρόσον οἱ πλούσιοι τὰς οἰκίας ἀσφαλίζονται καὶ κύνας τρέφουσι καὶ πολλὰς ἑαυτῶν ποιοῦνται φυλακάς.


3.36.    Δεξιὸν εἰς ὑπόδημα, ἀριστερὸν εἰς ποδόνιπτρον: ἐπὶ τῶν ἁρμοδίως τοῖς πράγμασι κεχρημένων.


3.37.    Δεινοὶ πλέκειν τοι μηχανὰς Αὐγύπτιοι: ἐπὶ τῶν σφόδρα κακουργοτάτων· τοιοῦτοι γὰρ οἱ Αἰγύπτιοι.


3.38.    Δελφῖνα πρὸς τοὐραῖον δεῖς: ἐπὶ τοῦ ἀδυνάτου διὰ τὸ εὐκίνητον εἶναι. Πρὸς τοὺς οὐ δυναμένους τηρεῖν τὰ διδόμενα ἤ ἔχειν.


3.39.    Δουλότερος Μεσσήνης: ἐπειδὴ πολλάκις ἀποστάντας τοὺς Μεσσηνίους ἐδουλώσαντο οἱ Λακεδαιμόνιοι καὶ ἐχρῶντο αὐτοῖς χαλεπώτερον ἤ τοῖς ἄλλοις δούλοις.


3.40.    Δοῖδυξ αὔξει: ἐπὶ τῶν μὴ αὐξανομένων φησὶν ὁ Χρύσιππος, ἀλλὰ καὶ [ἐπὶ τῶν] μικρῶν μενόντων εἴρηται ἡ παροιμία. Ὁ γὰρ δοῖδυξ μικρός ἐστι καὶ στρογγύλος.


3.41.    Διὸς ἐγκέφαλος: ἐπὶ τῶν ἡδυπαθούντων ἡ παροιμία τέτακται. Κλέαρχος δὲ ἐν τῷ πέμπτῳ περὶ βίων φησί, τὰ πολυτελῆ βρώματα παρὰ τοῖς Πέρσαις Διὸς καὶ βασιλέως ἐγκέφαλον καλεῖσθαι.


3.42.    Δῶρον δ᾿ ὅ τι δῷ τις ἐπαίνει: αὕτη κόμμα ἐστὶ χρησμοῦ τοῦ δοθέντος Μυσκέλλῳ τῷ Ῥυπί, καθ᾿ ὅν δὴ χρόνον Κρότωνα οὐκ ἐβούλετο οἰκίζειν, [ἀλλὰ] Σύβαριν, ὥς φησιν Ἵππυς ἐν τῷ περὶ χρόνων. Φησὶ δὲ οὕτως ἔχειν τὸν χρησμόν·
                  Μύσκελλε βραχύνωτε, παρὲκ θεὸν ἄλλα ματεύων
                  οὔδ᾿ ἅλα θηρεύσεις· δῶρον δ᾿ ὅ τι δῷ τις, ἐπαίνει.


3.43.    Ἐγὼ δὲ καὶ σὺ ταὐτὸν ἕλκομεν ζυγόν: ἐπὶ τῶν ὅμοια καὶ παραπλήσια πασχόντων.


3.44.    Ἐγένετο καὶ Μάνδρωνι συκίνη ναῦς: ἐπὶ τῶν παρ᾿ ἐλπίδα καὶ ἀναξίως εὐπραγησάντων, εἶτα θρυπτομένων ἐπὶ τοῖς παροῦσι. Ναύαρχος γὰρ ὁ Μάνδρων ἐχειροτονήθη πρὸς τὰ ἐν Ἑλλησπόντῳ ἀνάξιος ὤν· φασὶ δὲ καὶ συκίνης ἄρχειν νηός, τουτέστιν, εὐτελεστάτης. Τὰ γὰρ σύκινα ξύλα εὐτελῆ καὶ ἄχρηστα.


3.45.    Ἐν φρεάτι κυσὶ μάχεσθαι: ἐπὶ τῶν μοχθηρῶς τινι προσπαλαιόντων καὶ ἀποφυγεῖν μὴ δυναμένων.


3.46.    Εἰς οὐρανὸν τοξεύεις: ἐπὶ τῶν διακενῆς πονούντων.


3.47.    Ἐκ τριχὸς κρέμαται: ἐπὶ τῶν σφόδρα κινδυνευόντων.


3.48.    Ἐκ λύκου στόματος: ἐπὶ τῶν ἀνελπίστως τι λαμβανόντων.


3.49.    Εἰς θεῶν ὦτα ἦλθεν: ἐπὶ τῶν οὐ λανθανόντων ἐφ᾿ οἷς ἔπραξαν.


3.50.    Εἰς ἀρχαίας φάτνας: ἐπὶ τῶν ἀπολαύσεώς τινος ἐκπεσόντων, εἶτα πάλιν ἐπὶ τὴν ἀρχαίαν ἐλθόντων δίαιταν.


3.51.    Εἷς ἀνήρ, οὐδεὶς ἀνήρ: παρόσον ὑπὸ ἑνὸς οὐδὲν κατορθοῦται.


3.52.    Εἰς πάγας ὁ λύκος: ἀντὶ τοῦ, Εἰς ἠκονημένας μαχαίρας ἡ αἴξ. Ἐπὶ τῶν εἰς κίνδυνον προὖπτον ἡκόντων.


3.53.    Εἰς μελίττας ἐκώμασας: παροιμία ἐπὶ τῶν παρὰ δόξαν κακουμένων ἀθρόως.


3.54.    Εἰ μὴ δύναιο βοῦν, ἔλαυν᾿ ὄνον: ἐπὶ τῶν ὅ κατὰ δύναμιν ἔχουσι πράττειν παρεγγυωμένων.


3.55.    Εἰς ὕδωρ σπείρειν: ἐπὶ τῶν μάτην πονούντων.


3.56.    Εἰς ἀσθενοῦντας ἀσθενῶν ἐλήλυθα: ἐπὶ τῶν ὅμοια καὶ παραπλήσια πασχόντων.


3.57.    Εἴη μοι τὰ μεταξὺ Κορίνθου καὶ Σικυῶνος: ἐπὶ τῶν τὰ κάλλιστα καὶ λυσιτελέστατα ἑαυτοῖς εὐχομένων. Ἐπεὶ γὰρ ἐστὶ τὰ μεταξὺ τούτων τῶν πόλεων ἐυφορώτατα χωρία.


3.58.    Ἐμαυτῷ βαλανεύσω: παροιμία, οἱονεὶ ἐμαυτῷ διακονήσω. Λέγεται δὲ ὅταν ὁ βαλανεὺς νωθρεύηται, καὶ ἑαυτῷ τις λαμβάνῃ τὴν ἀρύταιναν καὶ διακονῇ· ἤ ἀπὸ τῶν τὰς βαλάνους ἐγκρυβόντων εἰς πῦρ.


3.59.    Ἐν Καρὶ τὸν κίνδυνον: ἐπὶ τῶν ἐν εὐτελέσι τὰς πείρας ποιουμένων. Κᾶρες γὰρ ἐμισθοφόρησαν πρῶτοι. Ἄλλοι τὴν παροιμίαν τιθέασι ἐπὶ τῶν εὐκαταφρονήτων· φασὶ γὰρ τοὺς Κᾶρας πρώτους ἀνθρώπων μισθοῦ στρατεύσασθαι· τοὺς οὖν τὸ ἀργύριον διδόντας προτάττειν τοὺς Κᾶρας ἑαυτῶν, ὡς μέλλοντας ἀποθνήσκειν ὑπὲρ τῶν μισθουμένων. Εἴρηται οὖν διὰ τοῦτο ἡ παροιμία.


3.60.    Ἐν κοτύλῃ φέρῃ: παιδιᾶς εἶδος· ὁ γὰρ φέρων τινὰ ἐν κοτύλῃ, ἐποίει ὀπίσω τὰς χεῖρας, καὶ ὁ αἰρόμενος ἐνετίθει τὰ γόνατα, καὶ οὕτως ἐβαστάζετο.


3.61.    Εἰς Τροφωνίου μεμάντευται: ἐπὶ τῶν ἀγελάστων καὶ συνωφρυωμέμων. Φασὶ γὰρ τοὺς εἰς Τροφωνίου καταβαίνοντας ἀφαιρεῖσθαι τὸν γέλωτα.


3.62.    Ἐκτὸς πηλοῦ πόδας ἔχεις: ἐπὶ τῶν ἔξω κινδύνου καθεστώτων· οἷόν ἐστι καὶ τό, Ἔξω βέλους.


3.63.    Ἐν ὅλμῳ εὐνάσω: οἱ μὲν Ὅλμον μάντιν φασίν· οἱ δέ, τοὺς ἐν ὅλμῳ κοιμηθέντας μαντικοὺς γίνεσθαι, ὅθεν καὶ παροιμίαν γενέσθαι. Καὶ Ἀριστοφάνης ὁ γραμματικός φησιν, ὡς οἱ ἐν ὅλμῳ κοιμηθέντες μαντικοί· καὶ τοὺς τρίποδας τοῦ Ἀπόλλωνος ὅλμους καλεῖσθαι, καὶ Ἀπόλλων ὑπὸ Σοφοκλέους ἔνολμος.


3.64.    Ἐν πέντε κριτῶν γούνασι κεῖται: παροιμιῶδες, οἷον, ἐν ἀλλοτρίᾳ ἐξουσίᾳ εἰσίν. Εἴρηται δὲ ἡ παροιμία, παρόσον πέντε κριταὶ τοὺς κωμικοὺς ἔκρινον, ὥς φησιν Ἐπίχαρμος. Σύγκειται οὖν παρὰ τὸ Ὁμηρικόν, Θεῶν ἐν γούνασι κεῖται. Ἐπειδὴ οἱ κριταὶ ἐν τοῖς γόνασιν εἶχον, ἅ νῦν εἰς γραμματεῖα γράφεται.


3.65.    Ἐν πίθῳ τὴν κεραμείαν μανθάνω: παροιμία ἐπὶ τῶν τὰς πρώτας μαθήσεις ὑπερβαινόντων, ἁπτομένων δὲ εὐθέως τῶν μειζόνων. Ὡς εἴ τις μανθάνων κεραμεύειν, πρὶν μαθεῖν πίνακας ἤ ἄλλο τι τῶν μικρῶν πλάττειν, πίθῳ ἐγχειροίη. Δικαίαρχος δέ φησιν ἕτερόν τι δηλοῦν τὴν παροιμίαν, οἱονεὶ τὴν μελέτην ἐν τοῖς ὁμοίοις ποιεῖσθαι, ὡς κυβερνήτης ἐπὶ τῆς νηὸς καὶ ἡνίοχος ἐπὶ τῶν ἵππων.


3.66.    Ἐλάφειος ἀνήρ: ἐπὶ τοῦ δειλοῦ, ἐκ μεταφορᾶς τοῦ ζώου. Δειλὸν γὰρ ἡ ἔλαφος.


3.67.    Ἐλέφας μῦν οὐχ ἁλίσκει: ἐπὶ τῶν τὰ μικρὰ καὶ φαῦλα ὑπερορώντων.


3.68.    Ἐλἐφαντα ἐκ μυίας ποιεῖν: ἐπὶ τῶν τὰ ἐλάχιστα ἐπαιρόντων τῷ λόγῳ καὶ μεγαλοποιούντων. Λουκιανὸς Μυίας ἐγκωμίῳ· Μὴ καὶ δόξω, κατὰ τὴν παροιμίαν, ἐλέφαντα ἐκ μυίας ποιεῖν.


3.69.    Ἐλεύθεραι αἶγες ἀρότρων: ἐπὶ τῶν βάρους τινὸς ἤ κακῶν ἀπηλλαγμένων.


3.70.    Ἔνεστι κἀν μύρμηκι χολή: παρεγγυᾷ μηδὲ τῶν μικρῶν καταφρονεῖν.


3.71.    Ἐν σκότῳ ὀρχεῖσθαι: ἐπὶ τῶν ἀμάρτυρα μοχθούντων, ὧν τὸ ἔργον ἀφανές.


3.72.    Ἐν θέρει τὴν χλαῖναν κατατρίβεις: ἐπὶ τῶν μὴ καθ᾿ ὥραν τοῖς ἀναγκαίοις χρωμένων.


3.73.    Ἔνεισιν ἐν δειλοῖσι κἄνανδροι λόγοι: ὅτι φησὶ καὶ οἱ λόγοι ταῖς ψυχαῖς συσχηματίζονται καὶ τυποῦνται.


3.74.    Ἐν ἅλῳ δρασκάζεις: ἀντὶ τοῦ, ἐν ἅλῳ κρύπτῃ. Ἐπὶ τῶν μὴ δυναμένων λαθεῖν, παρόσον περίοπτός ἐστιν ἡ ἅλως.


3.75.    Ἐνδύεταί μοι τὴν λεοντῆν: ἐπὶ τῶν μεγάλοις ἐγχειρούντων πράγμασιν. Ἐκ μεταφορᾶς τοῦ Ἡρακλέους.


3.76.    Ἐνδυμίωνος ὕπνος: ἐπὶ τῶν πολλὰ κοιμωμένων. Ἐνδυμίωνος γὰρ κάλλει διενεγκόντος ἠράσθη Σελήνη, καὶ Ζεὺς αὐτῷ δίδωσι ταύτης αἰτησαμένης ὅ βούλεται ἑλέσθαι· ὁ δὲ αἱρεῖται κοιμᾶσθαι διαπαντὸς ἀθάνατος καὶ ἀγήρως μένων. Ἐκ τούτου τὴν παροιμίαν γενέσθαι φασί.


3.77.    Ἐν δὲ διχοστασίῃ καὶ Ἀνδροκλέης πολεμοχαρεῖ: ἐπὶ τῶν εὐτελῶν τῶν διὰ περιπέτειάν τινα τιμῆς ἀξιουμένων. Τοιαύτη δὲ ἐστὶ καὶ ἡ λέγουσα·
                  Ἐν γὰρ ἀμηχανίῃ καὶ Καρκίνος ἔμμορε τιμῆς.
                  Ἐν δὲ διχοστασίῃ καὶ ὁ πάγκακος ἔμμορε τιμῆς.
καί·
                  Ἐν γὰρ ἀμούσοις
                  καὶ κορυδὸς [κύκνου]φθέγγετ᾿ [ἀοιδότερος].


3.78.    Ἐν τριόδῳ εἰμί: ἐπὶ τῶν ἀδήλων πραγμάτων. Ἐπειδὴ ὁ ἐν τριόδῳ γενόμενος οὐκ οἶδε ποίᾳ χρήσεται ὁδῷ.


3.79.    Ἐντὸς ἑβδόμης: ἀπείρητο Ἀθήνησι στρατιὰν ἐξάγειν πρὸ τῆς τοῦ μηνὸς ἑβδόμης.


3.80.    Ἐπακτὸς ὅρκος: οὐκ ἐγχώριος, ἀλλ᾿ ἀπὸ ξένης ἐπηγμένος· ἤ ὅν ἕτερος ἐπάγει, οὐκ αὐθαίρετος.


3.81.    Ἐπειοῦ δειλότερος: οὕτως ἐλέγετο Κρατῖνος ὁ κωμικός· ἴσως διὰ τὸ ταξιαρχῆσαι τῆς Οἰνηΐδος φυλῆς καὶ δειλότερος φανῆναι· καὶ γὰρ ὁ Ἐπειὸς δειλὸς ἦν.


3.82.    Ἐπὶ τὰ Μανδραβόλου: αὕτη τέτακται κατὰ τῶν ἐπὶ τὸ χεῖρον προκοπτόντων ἀεί. Ὁ γὰρ Μανδράβολος οὗτος εὑρών ποτε θησαυρὸν ἐν Σάμῳ, [τὸ πρῶτον] πρόβατον χρυσοῦν ἀνέθηκε τῇ Ἥρᾳ· τῷ δὲ δευτέρῳ ἔτει ἀργυροῦν, καὶ τῷ τρίτῳ χαλκοῦν.


3.83.    Ἐρεβίνθινος Διόνυσος: παροιμία ἐπὶ τῶν μηδενὸς ἀξίων.


3.84.    Ἐρήμη δίκη: ὅταν μὴ ἀπαντήσας ὁ διωκόμενος ἐπὶ τὴν κρίσιν καταδικασθῇ.


3.85.    Ἑρμώνειος χάρις: Πελασγοί τινες τὴν Λῆμνον οἰκοῦντες ἦλθον ἐν ναυσὶν ἐς Βραυρῶνα τῆς Ἀττικῆς, καὶ τὰς γυναῖκας ἐκεῖθεν ἥρπασαν. Λοιμῷ δὲ περιπεσόντες προσετάχθησαν δίκας διδόναι τοῖς Ἀθηναίοις, καὶ οὕτως ἀπαλλαγήσεσθαι τοῦ λοιμοῦ. Κελευόντων δὲ τῶν Ἀθηναίων ἐκλιπεῖν τὴν Λῆμνον εἶπον οἱ Πελασγοί, εἴ τις αὐθημερὸν Ἀθήνηθεν Βορέᾳ χρησάμενος καταπλεύσειεν εἰς τὴν Λῆμνον, ἐκστήσονται τῆς χώρας αὐτῶν. Ὕστερον δὲ Δαρείου τοῦ Πέρσου περὶ Θρᾴκην ὄντος καὶ πάντα χειρουμένου τὰ πέριξ, Μιλιτιάδης Ἀθηναῖος ἐκ τῆς Χεῤῥονήσου ἀφεὶς ἐς τὸ πέλαγος καταλαμβάνει τὴν Λῆμνον, καὶ πρὸς τοὺς Πελασγοὺς ἔφη, Βορέᾳ χρησάμενος αὐθημερὸν ἥκειν. Ἕρμων δὲ βασιλεύων τῶν Πελασγῶν ἐξέστη τῆς χὠρας, τῇ μὲν ἀληθείᾳ τοῦ Δαρείου τὴν δύναμιν φοβηθείς, προσποιησάμενος δὲ ἑκὼν διδόναι τοῖς Ἀθηναίοις τὴν χάριν. Εἴρηται οὖν ἡ παροιμία ἐπὶ τῶν κατὰ ἀνάγκην τισὶ προσποιουμένων χαρίζεσθαι.


3.86.    Εἰς Μακάρων νήσους: ὁ Ἡσίοδός φησι Μακάρων νήσους εἶναι περὶ τὸν Ὠκεανόν, κἀκεῖ τοὺς εὐδαίμονας οἰκεῖν ὑπὸ Κρόνου βασιλευομένους. Ὅθεν ἐπὶ τῶν μακαρίων εἰρῆσθαι τὴν παροιμίαν.


3.87.    Ἐς κόρακας: ἐν Θεσσαλίᾳ τόπος ἐστὶ Κόρακες, ὅπου τοὺς κακούργους ἐνέβαλλον· ὅθεν ἡ παροιμία. Μέμνηται δὲ ταύτης Μένανδρος συνεχῶς. Λέγουσι δέ, ὅτι Βοιωτοῖς Ἄρνην ποτὲ διοικοῦσι προείρετο ὑπὸ τοῦ θεοῦ ἐκπεσεῖσθαι τῆς χώρας λευκῶν κοράκων φανέντων. Νεανίσκοι δέ ποτε μεθυσθέντες, καὶ συλλαβόντες κόρακας, γυψώσαντες ἀφῆκαν πέτεσθαι· ἰδόντες δὲ οἱ Βοιωτοὶ ἐταράχθησαν, ὡς τῆς μαντείας λαβούσης τὸ τέλος. Καὶ φοβηθέντες οἱ νεανίσκοι τὸν θόρυβον, φυγόντες ᾤκησάν τινα τόπον, ὅν ἐκάλεσαν Κόρακας. Μετὰ δὲ ταῦτα ἐκβαλόντες τοὺς Βοιωτοὺς οἱ Αἰολεῖς, ἔσχον τὴν Ἄρνην οἰκείαν οὖσαν, καὶ τοὺς ἁμαρτάνοντας μεθιστᾶσιν εἰς τοὺς Κόρακας κολουμένους.


3.88.    Ἑτερομόλιος δίκη: εἰς ἥν ἀντίδικοι οὐκ ἦλθον.


3.89.    Ἔξω βελῶν καθῆσθαι: παροιμία παραινοῦσα μακρὰν ἑαυτὸν τῶν βελῶν τῶν ἐναντίων ποιεῖν.


3.90.    Ἕκητι Συλοσῶντος εὐρυχωρίη: Συλοσῶν Σάμιος φίλος ἐγένετο Δαρείῳ τῷ Περσῶν βασιλεῖ, καὶ δι᾿ αὐτοῦ τὴν ἐν Σάμῳ δυναστείαν παρέλαβε τελευτήσαντος Πολυκράτους. Ἐπεὶ δὲ πικρῶς καὶ χαλεπῶς ἦρχεν, ἐκλιπόντες τὴν νῆσον οἱ πλείους μετῴκησαν. Ὅθεν ἡ παροιμία.


3.91.    Εἰς τὸ δέον: Περικλῆς, ὥς φασιν, ἔδωκε χρήματα τῷ βασιλεῖ τῶν Λακεδαιμονίων Πλειστοάνακτι, καὶ συνέπεισεν αὐτὸν ἀναχωρῆσαι ἐκ τῆς Ἀττικῆς ἐπὶ πολέμῳ προαχθέντα. Διδοὺς οὖν λόγον τῶν χρημάτων μετὰ ταῦτα τοῖς Ἀθηναίοις, καὶ μὴ θελήσας φανερῶς λογίσαθαι, εἶπεν, Εἰς τὸ δέον ἀνήλωσα τοσάδε τάλαντα.


3.92.    Εἰς Ἀφάννας: Συβαρῖται νίκην τὸν θεὸν ᾐτοῦντο κατὰ Κροτωνιατῶν, παρόντων ἐκείνων. Ἑνὸς δὲ τῶν Κροτωνιατῶν χλευάσαντος καὶ εἰπόντος ὅτι τεύξεσθε ταύτης ἐν Ἀφάνναις, τὴν πρόῤῥησιν τοῦ θεοῦ ἐθαύμασαν. Λέγεται δὲ ἡ παροιμία ἐπὶ τῶν δοκούντων ἀνυποστάτων εἶναι.


3.93.    Εὐμεταβολώτερος κοθόρνου: κόθορνός ἐστιν ὑποδήματος εἶδος ἐφαρμόζοντος καὶ δεξιῷ καὶ ἀριστερῷ ποδί· ὅθεν καὶ Θηραμένην, τὸν ἐπὶ τῶν λ΄, κόθορνον ἐκάλουν οἱ Ἀθηναῖοι. Ἐπὶ τῶν στρεφομένων οὖν συνεχῶς ἡ παροιμία εἴρηται.


3.94.    Εὔνους ὁ σφάκτης: αὕτη ἡ παροιμία προηνέχθη ἀπὸ τοῦ Ὀρέστου, ὡς καὶ Ὅμηρος ἐδήλωσεν· ἀποκτείνας γὰρ τὴν μητέρα, περίδειπνον ἐποίησεν. Ὁμοίως δὲ καὶ ἀπὸ Ἀντιγόνου τοῦ βασιλέως, ὅς Σεμέλην φονεύσας, τὰ ὀστᾶ αὐτῆς μετὰ πολλῆς φροντίδος ἔπεμψε τῇ μητρί. Ἔτι δὲ μᾶλλον ἀπὸ Πτολεμαίου τοῦ Φιλοπάτορος· τὴν γὰρ μητέρα Βερενίκην καθείρξας ἐν μεγάροις, καὶ παραδοὺς Σωσιβίῳ φυλάσσειν, ἡνίκα ἐκείνη οὐ φέρουσα τὴν κόλασιν ἔπιε θανάσιμον βοτάνην καὶ τὸ φάρμακον πιοῦσα ἀπέθανε, διὰ τὰς ἀπ᾿ αὐτῶν τῶν ὀνείρων ταραχὰς ἐν μέσῃ τῇ πόλει μνῆμα οἰκοδομήσας, ὅ νῦν Σῆμα καλεῖται, πάντας ἐκεῖ τοὺς προπάτορας σὺν αὐτῇ κατέθετο, καὶ Ἀλέξανδρον τὸν Μακεδόνα. Καὶ ἐπὶ τῶν αἰγιαλῶν δὲ ἱερὸν αὐτῇ ἱδρύσαντο, ὅ ἐκάλουν Βερενίκης σωζούσης.


3.95.    Ἐξάντης λεύσσω τοὐμὸν κακὸν ἄλλον ἔχοντα: τὸ ἐξάντης τὸν ὑγιῆ δηλοῖ τὸν ἔξω ἄτης, ὅ ἐστι βλάβης, ὡς Πλάτων φησί.


3.96.    Εὐδάιμων ὁ Κόρινθος, ἐγὼ δ᾿ εἴην Τενεάτης: κώμη ἐστὶ πλησίον τῆς Κορίνθου Τενέα, κατάφυτος. Ὡς οὖν τῶν ἐν τῇ κώμῃ ὁμολογούντων μὲν Κόρινθον εἶναι εὐδαίμονα, αἱρουμένων δὲ ἥττονα κώμην ἔχειν, οὕτως εἴρηται.


3.97.    Ἐν νυκτὶ βουλή: ἡ παροιμία οὕτως εἴρηται, ἐπειδὴ ἡσυχίαν ἔχει ἡ νὺξ καὶ δίδωσι κατὰ σχολὴν λογισμοὺς τοῖς περὶ τῶν ἀναγκαίων βουλευομένοις.


3.98.    Ἔφυγον κακόν, εὗρον ἄμεινον: αἵτη τάττεται ἐπὶ τῶν μεταβολὴν ἐν ἑαυτοῖς κρείττονα οἰωνιζομένων. Ἀθήνησι γὰρ ἐν τοῖς γάμοις ἔθος ἦν, ἀμφιθαλῆ παῖδα ἀκάνθας μετὰ δρυΐνων καρπῶν στέφεσθαι, καὶ λίκνον ἄρτων πλῆρες περιφέροντα λέγειν,
                  Ἔφυγον κακόν, εὗρον ἄμεινον.
Ἐσήμαινον δὲ ὡς ἀπώσαντο μὲν τὴν ἀγρίαν καὶ παλαιὰν δίαιταν, εὑρήκασι δὲ τὴν ἥμερον τροφήν.


3.99.    Ἐκκέκοφθ᾿ ἡ μουσική: φασίν, ὅτι τῶν παλαιῶν ἐν τοῖς συμποσίοις φιλολόγῳ ζητήσει χρωμένων, οἱ ὕστερον τὰς μουσουργοὺς καὶ κιθαριστρίας καὶ ὀρχηστρίας ἐπεισήγαγον.


3.100.    Εἴποις τὰ τρία παρὰ τῇ αὐλῇ: τοῖς ἐπὶ θάνατον ἀπαγομένοις τὴν παῤῥησίαν ταύτην ἐδίδουν, ὥστε τροφῆς καὶ οἴνου πληρωθεῖσι τρία λέγειν ἅ βούλονται· μεθ᾿ ἅ φιμωθέντες ἀπήγοντο πρὸς τὴν κόλασιν· τὸ δὲ νῦν ἀρχεῖον λαγόμενον αὐλὴ ἐκαλεῖτο, ὅπου ἀπήγοντο, καὶ τοὺς ἐν αὐτῷ διαιτωμένους αὐλικοὺς ὠνόμαζον. Ὡς ἐκ τούτου φανερὰν τὴν παροιμίαν εἶναι.