Επιτομή εκ των Ταρραίου και Διδύμου παροιμιών συντεθείσα κατά στοιχείον/Α


Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον
Ἑκατοντάς Α΄
Συγγραφέας:


1.1.    Ἀβυδηνὸν ἐπιφόρημα: ἐπὶ τῶν ἀηδῶν τάττεται ἡ παροιμία. Μέμνηται δὲ αὐτῆς Εὔδοξος ἐν Ὑποβολιμαίῳ. Φασὶ δὲ ὅτι τοῖς Ἀβυδηνοῖς ἔθος ἦν μετὰ τὸ δεῖπνον καὶ τὰς σπονδὰς προσάγειν τοὺς παῖδας μετὰ τῶν τιτθῶν τοῖς εὐωχουμένοις· κεκραγόντων δὲ τῶν παίδων καὶ θορύβου γινομένου διὰ τὰς τίτθας, ἀηδίαν εἶναι πολλὴν τοῖς δαιτυμόσιν. Εἴρηται δὲ ἡ παροιμία καὶ ἀπὸ τοῦ ὑπ᾿ αὐτῶν συκοφαντεῖσθαι τοὺς ξένους· ἔνθεν Ἀριστοφάνης τὸν συκοφάντην Ἀβυδοκόμην εἶπεν.


1.2.    Ἀγαθώνιος αὔλησις: ἡ μαλακή, καὶ μήτε πικρὰ μήτε χαλαρά, ἀλλ᾿ εὔκρατος καὶ ἡδίστη. Εἴρηται δὲ ἀπὸ Ἀγάθωνος αὐλητοῦ, ὅς ἐπὶ μαλακίᾳ ἐκωμῳδεῖτο.


1.3.    Ἀγαθὰ Κιλλικῶν: λείπει τὸ ἔχει. Προδότης γὰρ γέγονεν οὗτος ὁ Κιλλικῶν, Μιλήσιος τὸ γένος, ὅς προδοὺς Μίλητον εὐπόρησεν.


1.4.    Ἅβρωνος βίος: ἐπὶ τῶν πολυτελῶν εἴρηται ἡ παροιμία. Ἅβρων γάρ τις ἐγένετο πλούσιος καὶ ἁβροδίαιτος. Δύναται δὲ καὶ ἀπὸ τοῦ ἁβροῦ τὸ ὄνομα γεγονέναι.


1.5.    Ἀγορὰ Κερκώπων: ἐπὶ τῶν πονηρῶν καὶ κακοήθων λέγεται. Κέρκωπες γὰρ ἀπατεῶνες ἐγένοντό τινες, ἐξαπατῆσαι τὸν Δία βουλόμενοι.


1.6.    Ἀγαμεμνόνεια φρέατα: ἐπὶ τῶν μεγάλων ἔργων. Ἱστοροῦσι γὰρ τὸν Ἀγαμέμνονα περὶ τὴν Αὐλίδα καὶ πολλαχοῦ τῆς Ἑλλάδος φρέατα ὀρύξαι.


1.7.    Ἀγέλαστος πέτρα: ἐπὶ τῶν λύπης προξένων πραγμάτων εἴρηται. Ἔστι δὲ ἡ πέτρα αὕτη ἐν τῇ Ἀττικῇ, ἐφ᾿ ἥς ἐκαθέσθη ἡ Δημήτηρ, ὅτε τὴν κόρην ἐζήτει· ἐρασθεὶς γὰρ Περσεφόνης ὁ Πλούτων ἥρπασεν αὐτὴν κρύφα. Δημήτηρ δὲ μετὰ λαμπάδων νυκτός τε καὶ ἡμέρας κατὰ πᾶσαν τὴν γῆν ζητοῦσα περιήρχετο. Μαθοῦσα δὲ παρ᾿ Ἑρμιονέων ὅτι Πλούτων αὐτὴν ἥρπασεν, ὀργιζομένη θεοῖς κατέλιπεν οὐρανόν, καὶ εἰκασθεῖσα γυναικὶ ἧκεν εἰς Ἐλευσῖνα· ἔνθα ἐπὶ πέτραν ἐκάθισε τὴν ἀπ᾿ ἐκείνης κληθεῖσαν Ἀγέλαστον.


1.8.    Ἀγρίου βέβρωκας: οἱονεὶ ζώου ἀγρίου. Εἰώθασι δὲ οἱ βεβρωκότες χασμᾶσθαι.


1.9.    Ἀγαθῶν θάλασσα: ἐπὶ πλήθους ἀγαθῶν εἴρηται.


1.10.    Ἀγαθῶν σωρός: ἐπὶ πολλῆς εὐδαιμονίας εἴρηται.


1.11.    Ἀγαθῶν μυρμηκιά: ἐπὶ πλήθους εὐδαιμονίας.


1.12.    Ἀγαθὴ καὶ μᾶζα μετ᾿ ἄρτον: ἐπὶ τῶν τὰ δευτερεῖά τισι διδόντων.


1.13.    Ἀγαμέμνονος θυσία: ἐπὶ τῶν δυσπειθῶν καὶ σκληρῶν. Ἀγαμέμνονος γὰρ θύοντος ἐν Τροίᾳ ἔφυγεν ὁ βοῦς καὶ μόλις ληφθεὶς ἤχθη.


1.14.    Ἀγαθοὶ δ᾿ ἀριδάκρυες ἄνδρες: ἐπὶ τῶν σφόδρα πρὸς ἔλεον ῥεπόντων.


1.15.    Ἀγροίκου μὴ καταφρόνει ῥήτορος: ὅτι μηδὲ τῶν εὐτελῶν χρὴ καταφρονεῖν, παραινεῖ ἡ παροιμία.


1.16.    Ἀγναμπτότατος βάτος αὖος: ἐπὶ τοῦ σκληροῦ καὶ αὐθάδους τὸν τρόπον.


1.17.    Ἀνενδεὴς ὁ Θεός: παροιμία· παρόσον οὐδενός ἐπιδέεται ο Θεός.


1.18.    Ἀδμήτου μέλος: τὸ εἰς Ἄδμητον μέλος ᾀδόμενον πένθιμον.
            Οὗτος δὲ ὁ Ἄδμητος βασιλεὺς ἦν τῶν Φερῶν, ᾧτινι Ἀπόλλων ἐθήτευσε δι᾿ αἰτίαν τήνδε. Ἀσκληπιὸς ὁ Ἀπόλλωνος παῖς παρὰ Χείρωνος τὴν ἰατρικὴν παιδευθείς, καὶ παρὰ Ἀθηνᾶς λαβὼν τὸ ἐκ τῶν φλεβῶν τῆς Γοργόνης ῥυὲν αἷμα, δι᾿ αὐτοῦ πολλοὺς ἐθεράπευε. Τῷ μὲν γὰρ ἐκ τῶν ἀριστερῶν φλεβῶν ῥυέντι πρὸς φθορὰν ἀνθρώπων ἐχρῆτο, τῷ δ᾿ ἐκ τῶν δεξιῶν πρὸς σωτηρίαν· ὅθεν καί τινας τεθνεῶτας ἀναστῆσαι μυθολογεῖται. Διὰ γοῦν τὸ μὴ δόξαι τοῦτον παρ᾿ ἀνθρώποις εἶναι θεόν, ὁ Ζεὺς ἐκεραύνωσεν· Ἀπόλλων δὲ ὀργισθεὶς κτείνει Κύκλωπας τοὺς τὸν κεραυνὸν κατασκευάσαντας τῷ Διί. Ζεὺς δὲ ἐμέλλησε ῥίπτειν αὐτὸν εἰς Τάρταρον, ἀλλὰ δεηθείσης Λητοῦς ἐκέλευσεν αὐτῷ ἐνιαυτὸν ἀνδρὶ θητεῦσαι. Ὁ δὲ παραγενόμενος εἰς Φερὰς εἰς Ἄδμητον, τούτῳ λατρεύων ἐποίμαινε, καὶ τὰς θηλείας βοῦς πάσας διδυμοτόκους ἐποίησε. Φιλοφρονηθεὶς δὲ τὰ μέγιστα παρ᾿ αὐτοῦ, ᾐτήσατο τὰς Μοίρας, ἵν᾿ ὅταν ἡ τελευτὴ τῷ Ἀδμήτῳ ἐπικλωσθῇ, ἑτέρου τινὸς ἀντὶ τούτου θνήσκειν προαιρουμένου τὸν Ἄδμητον τοῦ θανάτου ἀπολυθῆναι. Ὡς δὲ ἦλθεν ἡ τοῦ θνήσκειν ἡμέρα, μήτε τοῦ πατρὸς μήτε τῆς μητρὸς ὑπὲρ αὐτοῦ θνήσκειν θελόντων, Ἄλκηστις ὑπεραπέθανεν ἡ τούτου γυνή. Ἔκτοτε οὖν σκολιὰ καὶ πενθήρη πρὸς τὸν Ἄδμητον ᾔδοντο μέλη, μέχρις ἄν ἡ Κόρη ἀνέπεμψεν Ἄλκηστιν. Ὡς δὲ λέγουσιν ἔνιοι, Ἡρακλῆς πρὸς αὐτὸν ἀνεκόμισε μαχεσάμενος Ἅιδῃ.


1.19.    Ἄδειν πρὸς μυῤῥίνην: ἔθος ἦν τὸν μὴ δυνάμενον ἐν τοῖς συμποσίοις ᾆσαι, δάφνης κλῶνα ἤ μυῤῥίνης λαβόντα πρὸς τοῦτον ᾄδειν.


1.20.    Ἀετὸν κάνθαρος μαιεύεται: παροιμία· τὰ γὰρ ὠὰ τοῦ ἀετοῦ ἀφανίζουσιν οἱ κάνθαροι κυλίοντες, ἐπεὶ οἱ ἀετοὶ τοὺς κανθάρους ἀναλέγουσιν.


1.21.    Ἀληλεσμένον βίον καὶ μεμαγμένον βίον: ἐπὶ τοῦ ἑτοίμου καὶ προχείρου καὶ ἀκόπου.


1.22.    Ἄλλος βίος, ἄλλη δίαιτα: ἐπὶ τῶν ἐπ᾿ ἀμείνονα βίον μεταβαλόντων.


1.23.    Ἅλας ἄγων καθεύδεις: ἐπὶ τῶν ἐν μεγάλῳ κινδύνῳ καθευδόντων καὶ ῥᾳστωνευομένων. Ἐμπόρου γάρ τινος τὴν ναῦν ἁλῶν πληρώσαντος καὶ καθεύδοντος, τὴν ἀντλίαν ἐπαναβῆναι συνέβη καὶ ἐκτῆξαι τοὺς ἅλας. Ὅθεν ἡ παροιμία.


1.24.    Ἄλλοτε δ᾿ ἀλλοῖον τελέθειν καὶ χώρᾳ ἕπεσθαι: ὅτι προσήκει ἕκαστον ἐξομοιοῦν ἑαυτὸν τούτοις, ἐν οἷς ἄν καὶ γένηται τόποις· ἐκ μεταφορᾶς τοῦ πολύποδος.


1.25.    Ἅλα καὶ κύαμον: ἐπὶ τῶν εἰδέναι μέν τι προσποιουμένων, οὐκ εἰδότων δέ· ἐπεὶ οἱ μάντεις εἰώθασι τιθέναι τὸν ἅλα καὶ κύαμον πρὸ τῶν μαντευομένων· ὅθεν καὶ τοῖς τῶν ἀποῤῥήτων κοινωνοῦσι κύαμον ἐτίθουν.


1.26.    Αἴξ οὐρανία: Κρατῖνος φησὶ καθάπερ Διὸς αἶγα Ἀμαλθείαν, οὕτω καὶ τῶν δωροδοκούντων αἶγα οὐρανίαν. Οἱ δὲ τοὺς εἰς τὸ ἀργυρίζεσθαί τισιν ἀφθόνως ἀφορμὰς παρέχοντας οὕτως εἰώθασι λέγειν κωμῳδοῦντες, ἐπεὶ καὶ ὁ τῆς Ἀμαλθείας κέρας ἔχων πᾶν ὅ ἐβούλετο εἶχεν.


1.27.    Αἴξ τὴν μάχαιραν: παροιμία ἐπὶ τῶν κακῶς τι καθ᾿ ἑαυτῶν ποιούντων, ἀπὸ ἱστορίας τοιαύτης· Κορίνθιοι θυσίαν τελοῦντες Ἥρᾳ ἐνιαύσιον, τῇ ὑπὸ Μηδείας ἱδρυνθείσῃ καὶ Ἀκραίᾳ καλουμένῃ, αἶγα τῇ θεῷ ἔθυον. Τινὲς δὲ τῶν κομισάντων μισθωτῶν ἔκρυψαν τὴν μάχαιραν, καὶ σκηπτομένων [ἐπιλελῆσθαι] ἔνθα ἀπέθεντο, ἡ αἴξ τοῖς ποσὶν ἀνασκαλεύσασα ἀνέφηνε, καὶ τὴν μὲν σκῆψιν αὐτῶν διήλεγξεν, ἑαυτῇ δὲ τῆς σφαγῆς αἰτία ἐγένετο· ὅθεν ἡ παροιμία.


1.28.    Ἄδακρυς πόλεμος: ἐπὶ τῶν ἔξω κινδύνου παντὸς ῥᾷστα δὲ καὶ παρ᾿ ἐλπίδα τὰ πράγματα κατορθούντων.


1.29.    Ἀδύνατα θηρᾷς: ἐπὶ τοῦ ἐγχειροῦντος μείζοσιν ἤ καθ᾿ ἑαυτόν.


1.30.    Ἀδράστεια Νέμεσις: ἀπὸ Ἀδράστου· τάττεται δὲ ἐπὶ τῶν πρότερον μὲν εὐδαιμονησάντων, ὕστερον δὲ δυστυχησάντων.
            Ἐτεοκλῆς γὰρ καὶ Πολυνείκης μετὰ τὴν ἀπώλειαν τοῦ ἰδίου πατρὸς Οἰδίποδος τὴν βασιλείαν Θηβῶν παραλαβόντες, περὶ ταύτης συντίθενται πρὸς ἀλλήλους, καὶ αὐτοῖς δοκεῖ τὸν ἕτερον παρ᾿ ἐνιαυτὸν ἄρχειν, καὶ οὕτως κατ᾿ ἔτος τὴν βασιλείαν ἀμείβεσθαι. Ἄρξαντος οὖν Ἐτεοκλέους καὶ μὴ βουλομένου τῷ ἀδελφῷ τὴν βασιλείαν παραδοῦναι μετὰ τὴν τοῦ χρόνου παρέλευσιν, Πολυνείκης ἐφυγαδεύθη, καὶ πρὸς Ἄργος ἀφικόμενος τοῖς τοῦ Ἀδράστου βασιλείοις προσεπέλασε νύκτωρ, καὶ προστυχὼν ἐκεῖσε τῷ Τυδεῖ φεύγοντι ἐκ Καλυδῶνος δι᾿ ὅν εἰργάσατο φόνον, συνάπτει μάχην. Γενομένης δὲ βοῆς Ἄδραστος ἐπιφανεὶς τούτους διέλυσε. Καὶ λογίου τινὸς ἀναμνησθεὶς λέγοντος αὐτῷ, κάπρῳ καὶ λέοντι τὰς θυγατέρας συζεῦξαι, ἀμφοτέρους εἵλετο νυμφίους· εἶχον γὰρ ἐπὶ τῶν ἀσπίδων ὁ μὲν προτομὴν λέοντος, ὁ δὲ κάπρου. Ὑπέσχετο οὖν καὶ ἀμφοτέρους εἰς τὰς ἰδίας ἀποκαταστῆσαι πατρίδας. Καὶ πρῶτον ἐπὶ Θήβας στρατεύει, ἔνθα τῶν ἀρίστων Ἀργείων πεσόντων μόνος διέφυγεν Ἄδραστος. Τοὺς δὲ νεκροὺς αὐτῶν ἀτάφους τῶν Θηβαίων ῥιψάντων καὶ μὴ διδόντων ταφῇ, οἱ τῶν ἀποθανόντων παῖδες πρὸς τὸν τοῦ Ἐλέου καταφυγόντες βωμὸν τοὺς νεκροὺς ἐξῄτουν. Ἀθηναίων δὲ στρατευσάντων, οἱ νεκροὶ δίδονται. Ὅτε καὶ Εὐάδνη ἡ τοῦ Καπανέως γυνὴ ἑαυτὴν τῇ πυρᾷ βαλοῦσα τῷ τοῦ ἀνδρὸς συγκατεκαύθη νεκρῷ. Μετὰ δὲ χρόνους οἱ τῶν ἀπολομένων Ἀργείων παῖδες ἐπὶ Θήβας ἐστρατεύσαντο, τὸν τῶν πατέρων θάνατον βουλόμενοι τιμωρήσασθαι. Τειρεσίου δὲ τοῦ μάντεως θεσπίσαντος Θηβαίοις τὴν νίκην ἐπ᾿ Ἀργείοις κεῖσθαι, δρασμὸν ἐπενόησαν· καὶ στέλλουσι μὲν πρέσβεις πρὸς Ἄργείους, αὐτοὶ δὲ νυκτὸς τὴν πόλιν καταλιπόντες, φυγάδες ᾤχοντο. Εἰσίασιν οὖν εἰς τὴν πόλιν Ἀργεῖοι, καὶ τὰ ταύτης τείχη καθέλοντες τὴν λείαν συνήθροισαν. Ὅθεν ἡ παροιμία προήχθη λέγεσθαι ἐπὶ τῶν ἄδικα διαπραττομένων καὶ τὴν δίκην μὴ ἐκφευγόντων.


1.31.    Ἁρπαγὰ τὰ Κιννάρου: ταύτης μὲν μέμνηται Καλλίμαχος ἐν ἰάμβοις· Τίμαιος δὲ ἔφη, ὅτι Κίνναρος ἐγένετο πορνοβοσκὸς Σελινούσιος. Πλουσιώτατος γοῦν ἐκ τῆς ἐργασίας γενόμενος, ζῶν μὲν ἐπηγγέλλετο τὴν οὐσίαν ἱερὰν τῇ Ἀφροδίτῃ καταλεῖψαι, τελευτῶν δὲ τὰ ὄντα προὔθηκεν εἰς ἁρπαγήν.


1.32.    Ἀρχή Σκυρία: παροιμία ἐπὶ τῶν εὐτελῶν καὶ μηδὲν λυσιτελὲς ἐχόντων· παρόσον πετρώδης καὶ λυπρά ἐστιν ἡ Σκῦρος.


1.33.    Αἰθὴς πέπλος: ἐπι τῶν ὑπεκκαιόντων καὶ φθειρόντων καὶ διαβολὰς ποιούντων· εἴρηται δὲ παρόσον ἡ Δηϊάνειρα πέπλον ἔπεμψεν Ἡρακλεῖ, ὑφ᾿ οὗ καυθεὶς ἐφθάρη.
            Ἡρακλέους γὰρ τοὺς Κενταύρους καταπολεμήσαντος, εἷς ἐξ αὐτῶν Νέσσος ὀνομαζόμενος διαφυγὼν ἧκεν ἐπὶ ποταμὸν Εὔηνον, ἐν ᾧ καθεζόμενος τοὺς παριόντας διεπόρθμευεν. Ἀπερχόμενος δὲ Ἡρακλῆς πρὸς Κήϋκα εἰς Τραχῖνα ἧκε † μεθ᾿ ἑαυτοῦ καὶ Δηϊάνειραν. Αὐτὸς μὲν οὖν Ἡρακλῆς τὸν ποταμὸν διῄει· Δηϊάνειραν δὲ μισθὸν αἰτηθείς, ἐκέλευε Νέσσῳ διακομίζειν. Ὁ δὲ διαπορθμεύων ἐπεχείρει βιάζεσθαι· τῆς δὲ ἀνακραγούσης αἰσθόμενος Ἡρακλῆς ἐτόξευσε Νέσσον εἰς τὴν καρδίαν. Οὗτος δὲ μέλλων τελευτᾶν προσκαλεσάμενος Δηϊάνειραν εἶπεν, εἰ θέλοι φίλτρον πρὸς Ἡρακλέα ἔχειν, τὸ ῥυὲν ἐκ τοῦ τραύματος τῆς ἀκίδος αἷμα ἐκμάξασθαι. Ἡ δὲ ποιήσασα τοῦτο, ἐφύλαττε παρ᾿ ἑαυτῇ. Ἀπελθὼν οὖν Ἡρακλῆς εἰς Τραχῖνα, κἀκεῖθεν στρατευσάμενος ἐπὶ τὴν Οἰχαλίαν, τὴν πόλιν αἱρεῖ. Καὶ ληΐσας ταύτην, ἦγεν Ἰόλην αἰχμάλωτον. Μέλλων δὲ τῷ Διὶ χαριστήρια θύειν, ἔπεμψε πρὸς Δηϊάνειραν λαμπρὰν ἐσθῆτα ζητῶν. Μαθοῦσα δὲ Δηϊάνειρα τὰ περὶ τὴν Ἰόλην, καὶ δείσασα μὴ ἐκείνην μᾶλλον ἀγαπήσῃ, νομίσασα ταῖς ἀληθείαις φίλτρον εἶναι τὸ ῥυὲν αἷμα Νέσσου, τούτῳ τὸν χιτῶνα ἔχρισεν. Ἐνδυσάμενος οὖν Ἡρακλῆς ἔθυεν. Ὡς δὲ θερμανθέντος τοῦ χιτῶνος ὁ τῆς ὕδρας ἰὸς τοῦ χρωτὸς καθήπτετο, τὸν χιτῶνα ἀπέσπα προσπεφυκότα τῷ σώματι, συναπεσπῶντο δὲ καὶ αἱ σάρκες αὐτοῦ. Τοιαύτῃ συμφορᾷ κατασχεθεὶς Ἡρακλῆς, εἰς Τραχῖνα πρὸς Δηϊάνειραν κομίζεται. Αὕτη μὲν οὖν αἰσθομένη τὸ γεγονὸς ἑαυτὴν ἀνήρτησεν. Ἡρακλῆς δὲ ἐντειλάμενος Ὕλλῳ, ὅς ἦν ἐκ Δηϊανείρας αὐτῷ παῖς πρεσβύτερος, Ἰόλην γῆμαι, παρεγένετο εἰς Οἴτην ὄρος, ἔνθα πυρὰν ἔνησεν, ἧς ἐπιβάς, ὑφάπτειν ἐκέλευσε. Μηδενὸς δὲ τῶν σὺν ἐκείνῳ τοῦτο πράττειν ἐθέλοντος, Ποίας παριὼν κατὰ ζήτησιν ποιμνίων, τὴν πυρὰν ὑφῆψεν· καὶ τούτῳ τὰ τόξα Ἡρακλῆς ἐδωρήσατο. Καιομένης δὲ τῆς πυρᾶς, λέγεται νέφος ὑποστὰν μετὰ βροντῆς αὐτὸν εἰς οὐρανὸν ἀναπέμψαι.


1.34.    Αἵματι κλαίειν: κατὰ ὑπερβολήν, οὐ δάκρυσιν ἀλλ᾿ αἵμασι κλαίειν.


1.35.    Αἱροῦντες ᾑρήμεθα: ἐπὶ τῶν ἐλπισάντων κρατεῖν τινων καὶ ὑπ᾿ ἐκείνων ἁλόντων.


1.36.    Αἱ Χάριτες γυμναί: ἤτοι ὅτι δεῖ ἀφειδῶς καὶ φανερῶς χαρίζεσθαι· ἤ ὅτι οἱ ἀχάριστοι τὸν ἑαυτῶν κόσμον ἀφῄρηνται.


1.37.    Αἱ Ἰβύκου γέρανοι: ἐπὶ τῶν ἀπροσδοκήτως ἀφ᾿ ὧν ἥμαρτον κολασθέντων. Ἴβυκος γὰρ ὑπὸ λῃστῶν ἀναιρούμενος καὶ γεράνους ὑπεριπταμένας ἰδὼν ἐμαρτύρατο. Χρόνου δὲ προϊόντος οἱ λῃσταὶ ἐν θεάτρῳ θεώμενοι γεράνους ἱπταμένας πρὸς ἀλλήλους ἔλεγον, Αἱ Ἰβύκου γέρανοι. Εἶτα ἐκ τούτου ἁλόντες ἐκολάσθησαν.


1.38.    Αἰγιαλῷ λαλεῖς: ἐπὶ τῶν ἀνηκούστων. Ὁμοία δὲ αὕτη καὶ τῇ, Ἀνέμῳ διαλέγῃ.


1.39.    Αἰθέρα νήνεμον ἐρέσσειν: ἐπὶ τῶν μάτην πονούντων.


1.40.    Ἀφ᾿ Ἑστίας ἀρχόμενοι: μετενήνεκται δὲ ἀπὸ τῶν περὶ τὰ ἱερὰ δρωμένων. Ἔθος γὰρ ἦν τῇ Ἑστίᾳ τὰς ἀπαρχὰς ποιεῖσθαι.


1.41.    Ἄϊδος κυνῆ: πρὸς τοὺς ἐπικρύπτοντας ἑαυτοὺς διά τινων μηχανημάτων. Τοιαύτη γὰρ ἡ τοῦ Ἅιδου κυνῆ, ᾗ Περσεὺς χρησάμενος τὴν Γοργόνα ἐδειροτόμησεν.
            Ἡ δὲ ἱστορία ἔχει οὕτως. Ἀκρισίῳ περὶ παίδων γενέσεως ἀῤῥένων χρηστηριαζομένῳ, ὁ θεὸς ἔφη γενέσθαι παῖδα ἐκ τῆς θυγατρός, ὅς αὐτὸν ἀποκτείνῃ. Δείσας δὲ ὁ Ἀκρίσιος, ὑπὸ γῆν θάλαμον χάλκεον κατασκευάσας, Δανάην τὴν αὑτοῦ θυγατέρα ἐφρούρει. Ταύτης ὁ Ζεὺς ἐρασθείς, καὶ εἰς χρυσὸν μεταμορφωθείς, διὰ τῆς ὀροφῆς εἰς τοὺς αὐτῆς κόλπους ἐῤῥύη. Αἰσθόμενος δὲ ὁ Ἀκρίσιος ἐξ αὐτῆς γεγεννημένον Περσέα, μετὰ τοῦ παιδὸς εἰς λάρνακα βαλὼν ἔῤῥιψεν αὐτὴν εἰς θάλασσαν. Προσενεχθείσης δὲ τῆς λάρνακος ἐν Σερίφῳ νήσῳ, Δίκτυς ἄρας ἀνέτρεφε Περσέα. Βασιλεύων δὲ τῆς Σερίφου Πολυδέκτης ἀδελφὸς Δίκτυος, Δανάης ἐρασθείς, καὶ ἠνδρωμένου Περσέως μὴ δυνάμενος τελέσαι τὸν ἔρωτα, συνεκάλει τοὺς φίλους, μεθ᾿ ὧν καὶ Περσέα, λέγων, ἔρανον συνάγειν ἐπὶ τοὺς Ἱπποδαμείας τῆς Οἰνομάου γάμους. Τοῦ δὲ Περσέως εἰπόντος καὶ ἐπὶ τῇ κεφαλῇ τῆς Γοργόνος οὐκ ἀντερεῖν, παρὰ μὲν τῶν ἄλλων ᾔτησεν ἵππους, παρὰ δὲ τοῦ Περσέως οὐ λαβὼν τοὺς ἵππους, ἐπέταξε τῆς Γοργόνος τὴν κεφαλὴν κομίζειν. Ὁ δὲ Ἑρμοῦ καὶ Ἀθηνᾶς προκαθηγουμένων ἐπὶ τὰς Φόρκου παραγίνεται θυγατέρας, Ἐννυώ, Πεμφρηδὼ καὶ Δεινώ. Ἦσαν δὲ αὗται γραῖαι ἐκ γενετῆς, ἕνα τε ὀφθαλμὸν αἱ τρεῖς καὶ ἕνα ὀδόντα εἶχον, καὶ ταῦτα παρὰ μέρος ἀλλήλαις ἤμειβον. Ὧν κυριεύσας ὁ Περσεύς, ὡς ἀπῄτουν, ἔφη δώσειν, ἄν ὑφηγήσωνται τὴν ὁδὸν τὴν ἐπὶ τὰς Νύμφας φέρουσαν. Αὗται δὲ αἱ Νύμφαι πτηνὰ εἶχον πέδιλα, καὶ τὴν κίβισιν, ἥν φασιν εἶναι πήραν· εἶχον δὲ καὶ τὴν Ἄϊδος κυνῆν, ἥν ὁ ἔχων οὕς μὲν ἤθελε ἔβλεπεν, ὑπ᾿ ἄλλων δὲ οὐχ ὡρᾶτο. Ἀπελθὼν οὖν ὁ Περσεύς, καὶ ἀναλαβόμενος ταῦτα, πτηνὸς διὰ τῶν πεδίλων πρὸς τὰς Γοργόνας ἐφέρετο. Ἦσαν δὲ αἱ Γοργόνες ἀδελφαὶ τρεῖς, Εὐρυάλη, Σθενώ, Μέδουσα· κεφαλὰς μὲν ἔχουσαι περιεσπειραμένας φολίσι δρακόντων, ὀδόντας δὲ μεγάλους ὡς συῶν, καὶ χεῖρας καὶ πτέρυγας δι᾿ ὧν ἐφέροντο· τοὺς δὲ ἰδόντας, λίθους ἐποίουν. Μόνη δὲ τῶν τριῶν θνητὴ ἦν ἡ Μέδουσα. Πρὸς ταύτην ὁ Περσεὺς ἀπεστραμμένος, καὶ βλέπων εἰς ἀσπίδα χαλκῆν, δι᾿ ἧς τὴν εἰκόνα τῆς Γοργόνος ἔβλεπε, τὴν χεῖρα ἔτεινεν, Ἀθηνᾶς αὐτὴν κατευθυνούσης. Καὶ καρατομηθείσης τῆς Μεδούσης, αἱ ταύτης ἀδελφαὶ ἀναπτᾶσαι τὸν Περσέα ἐδίωκον. Συνιδεῖν δὲ αὐτὸν μὴ δυνάμεναι διὰ τὴν κυνῆν, ὑπέστρεψαν. Περσεὺς δὲ παραγενόμενος εἰς Σέριφον, καὶ καταλαβὼν Πολυδέκτην συγκαλέσαντα τοὺς φίλους αὐτοῦ πρὸς τὰ βασίλεια, ἀπεστραμμένος τὴν κεφαλὴν τῆς Γοργόνος ἔδειξε· τῶν δὲ ἰδόντων ἕκαστος ἀπελιθώθη. Καὶ καταστήσας τῆς Σερίφου βασιλέα Δίκτυν τὴν κεφαλὴν τῆς Γοργόνος Ἀθηνᾷ δίδωσι, τὴν δὲ κυνῆν Ἑρμῇ, ὡσαύτως δὲ καὶ τὰ πέδιλα καὶ τὴν κίβισιν· ὁ δὲ πάλιν ἀπέδωκε ταῖς Νύμφαις. Ἀναλαβόμενος οὖν Περσεὺς τὴν μητέρα πρὸς Ἄργος ἔσπευδεν, ἵνα τὸν Ἀκρίσιον θεάσηται. Ὁ δὲ τοῦτο μαθὼν καὶ δεδοικὼς τὸν χρησμόν, ἀπολιπὼν Ἄργος εἰς Λάρισσαν παραγίνεται. Τοῦ δὲ τῶν Λαρισσαίων βασιλέως γυμνικὸν ἀγῶνα διατιθέντος ἐπὶ κατοιχομένῳ τῷ πατρί, παρεγένετο καὶ ὁ Περσεὺς ἀγωνίσασθαι θέλων. Ἀγωνιζόμενος δὲ πένταλθον τὸν δίσκον ἐπὶ τὸν Ἀκρισίου πόδα βαλὼν ἀπέκτεινεν αὐτὸν. Καὶ οὕτω πέρας εἴληφεν ὁ χρησμός.


1.42.    Αἴξ οὔπω τέτοκεν, ἔριφος δ᾿ ἐπὶ δώματι παίζει: ἐπὶ τῶν οὔπω τεχθέντων καὶ ὁμοίως λεγομένων.


1.43.    Αἰάντειος γέλως: ἐπὶ τῶν παραφρόνως γελώντων. Ὁ Αἲας γὰρ παραφροσύνην νοσήσας καὶ μανεὶς διὰ τὸ προτιμηθῆναι τὸν Ὀδυσσέα εἰς τὴν τῶν Ἀχιλλείων ὅπλων κατοχήν, κατὰ τῶν Ἑλλήνων ξιφήρης ὥρμησε καὶ κατὰ τῶν βοσκημάτων προνοίᾳ θεῶν τραπεὶς ὡς Ἀχαιοὺς ταῦτα φονεύει. Δύο δὲ μεγίστους κριοὺς κατασχὼν ὡς Ἀγαμέμνονα καὶ Μενέλαον δεσμεύσας ἐμάστιξε καὶ κατεγέλα τούτων μαινόμενος. Ὕστερον δὲ σωφρονήσας ἑαυτὸν κτείνει.


1.44.    Ἄχρι κόρου: παροιμία ἦν, ὅτι, ἄχρι κόρου ἐκεῖνος ἀναίσθητος ἐστίν· καὶ· οὗτος ἂχρι κόρου ἐφενάκισεν.


1.45.    Ἂειδε τὰ Τέλληνος: ἐπὶ τῶν σκωπτικῶν τίθεται ἡ παροιμία. Τέλλην γὰρ αὐλητὴς ἐγένετο καὶ μελῶν ποιητής, παίγνιά τε κατέλιπεν εὐρυθμότατα καὶ χάριν ἒχοντα πλείστην καὶ σκώμματα κομψότατα.


1.46.    Αἰθίοπα σμήχων: ἐπὶ τῶν μάτην ἀνήνυτον ἔργον ἐπιτελούντων.


1.47.    Αἰσώπειον αἷμα: ἐπὶ τῶν δυσαπονίπτοις ὀνείδεσι καὶ κακοῖς συνεχομένων· ἐπειδὴ τοῖς [Δελφοῖς] ἀδίκως τὸν Αἲσωπον ἀνελοῦσιν ὠργίσθη τὸ δαιμόνιον· καὶ διὰ τοῦτο τὴν Πυθίαν φασὶν ἀνῃρηκέναι αὐτοῖς, ἱλάσκεσθαι τὸ ἐπὶ Αἰσώπῳ μύσος. Οὕτω γὰρ θεοφιλὴς ἐγένετο ὁ Αἲσωπος, ὡς μυθεύεται αὐτὸν ἀναβιῶναι ὡς Τυνδάρεων καὶ Ἡρακλῆν καὶ Γλαῦκον.


1.48.    Αἰγιέες οὒτε τρίτοι οὒτε τέταρτοι: ἐπὶ τῶν εὐτελῶν καὶ μηδενὸς ἀξίων. Οἱ γὰρ Αἰγιεῖς οἱ ἐν Ἀχαίᾳ νικήσαντες Αἰτωλοὺς τὴν Πυθίαν ἐξηρώτων, τίνες εἰσὶ κρείττονες τῶν Ἑλλήνων· ἡ δὲ εἶπεν,
                  Ὑμεῖς δ᾿ Αἰγιέες οὒτε τρίτοι οὒτε τέταρτοι.


1.49.    Ἀκαρπότερος εἶ Ἀδώνιδος κήπων: ἐπὶ τῶν μηδὲν γενναῖον τεκεῖν δυναμένων εἲρηται ἡ παροιμία· μέμνηται αὐτῆς Πλάτων ἐν Φαίδρῳ. Γίνονται δὲ οὗτοι οἱ κῆποι τοῦ Ἀδώνιδος εἰς ἀγγεῖα κεράμεια σπειρόμενοι ἄχρι χλόης μόνης· ἐκφέρονται δὲ ἅμα τελευτῶντι τῷ θεῷ καὶ ῥιπτοῦνται εἰς κρήνας.


1.50.    Ἄκαιρος εὔνοι᾿ οὐδὲν ἔχθρας διαφέρει: ταύτην φασὶν Ἱππόλυτον εἰπεῖν πρὸς Φάιδραν φάσκουσαν φιλεῖν τε καὶ στέργειν αὐτὸν μάλιστα ὑπὲρ πάντας ἀνθρώπους.


1.51.    Ἀκάνθιος τέττιξ: ἐπὶ τῶν ἀφώνων καὶ ἀμούσων λέγεται, παρόσον οἱ ἀκάνθιοι τέττιγες οὐκ ᾄδουσιν.


1.52.    Ἀκεσίας ἰάσατο: ἐπὶ τῶν ἐπὶ τὸ χεῖρον ἰωμένων. Ὅλην δὲ Ἀριστοφάνης ἐν τετραμέτροις † ἐκφέρει λέγων, Ἀκεσίας τὸν πρωκτὸν ἰάσατο. Ἀκεσίας γάρ τις ἐγένετο ἰατρὸς ἀφυής, ὅς τὸν πόδα τινὸς ἀλγοῦντος κακῶς ἐθεράπευσεν.


1.53.    Ἀκκώ: ἐπὶ τῶν μωραινόντων. Ἡ γὰρ Ἀκκὼ γυνὴ γέγονεν ἐπὶ μωρίᾳ διαβεβοημένη, ἥν φασιν ἐσοπτριζομένην τῇ εἰκόνι ὡς ἑτέρᾳ διαλέγεσθαι· ἔνθεν καὶ τὸ Ἀκκίζεσθαι περὶ ταύτην λελέχθεναι.


1.54.    Ἄκουε τοῦ τὰ τέσσερα ὦτα ἔχοντος: ἐπὶ τῶν ἀπειθούντων. Χρησμὸς γὰρ ἐδόθη Ἐντίμῳ τῷ Κρητὶ καὶ Ἀντιφήμῳ τῷ Ῥοδίῳ, φυλάξασθαι τὸν τετράωτον· ἦν δὲ οὗτος λῃστὴς Φοῖνιξ· οἱ δὲ τοῦ χρησμοῦ ἀμελήσαντες ἀπώλοντο. Ἤ ἐπὶ τοῦ πολλὰ ἰδόντος καὶ πολλὰ ἀκούσαντος, ὡς Ἀριστοφάνης φησίν. Ἄλλοι δέ, τὴν παροιμίαν παραγγέλλειν τῶν ἀληθευόντων ἀκούειν· οὐδεὶς γὰρ ἀψευδέστερος τοῦ Ἀπόλλωνος, ὅν τετράχειρα καὶ τετράωτον ἱδρύσαντο Λακεδαινόνιοι, ὥς φησι Σωσίβιος, ὅτι τοιοῦτος ὤφθη τοῖς περὶ Ἀμύκλαν μαχομένοις.


1.55.    Ἀκίνητα κινεῖν: καθ᾿ ὑπερβολήν, ὅτι μὴ δεῖ κινεῖν μήτε βωμούς, μήτε τάφους ἤ ἡρῷα.


1.56.    Ἀκεσέως καὶ Ἑλικῶνος ἔργα: ἐπὶ τῶν θαύματος ἀξίων. Οὗτοι γὰρ πρῶτοι τὸν τῆς Πολιάδος Ἀθηνᾶς πέπλον ἐδημιούργησαν, ὁ μὲν Ἀκεσεὺς γένος ὤν Παταρεύς, ὁ δὲ Ἑλικὼν Καρύστιος.


1.57.    Ἄκρον λάβε, καὶ μέσον ἕξεις: ἐπὶ τῶν δυσφράστων καὶ δυσνοήτων. Οἱ γὰρ τὴν Αἴγιναν οἰκήσαντες, πολέμῳ ἐκπεσόντες τῆς πατρίδος, ἐχρήσαντο τῷ θεῷ· ὁ δὲ τὸ εἰρημένον αὐτοῖς ἀνεῖλεν· οἱ δὲ συμβαλόντες τὸν χρησμόν, ἀκρωτήριόν τι κατασχόντες κατὰ μέσον ᾤκησαν. Ἀπὸ δὲ ταύτης τῆς αἰτίας ὅταν τι δυσνόητον θέλωμεν αἰνίττεσθαι, χρώμεθα τῷ προειρημένῳ.


1.58.    Ἀκόνην σιτίζειν: ἐπὶ τῶν τροφῇ μὲν πολλῇ χρωμένων, μηδὲν δὲ εἰς τὸ σῶμα ἐπιδιδόντων.


1.59.    Ἀκέφαλος μῦθος: ἐπὶ τῶν ἀτελῆ λεγόντων. Πλάτων· Ἐὰν μῦθον ἀκέφαλον ἑκὼν καταλίποιμι.


1.60.    Ἀκαρπότερος ἀγρίππου: ἐπὶ τῶν πάνυ πενομένων εἴρηται. Λάκωνες γὰρ τὴν ἀγρίαν ἐλαίαν ἄγριππον καλοῦσιν.


1.61.    Ἄκρῳ ἅψασθαι τῷ δακτύλῳ: ἐπὶ τῶν οὐκ ἀκριβῶς ἠσκημένων· οἷον· Οὐδὲ κατὰ τὴν παροιμίαν ἄκρῳ τῷ δακτύλῳ ἁψάμενος.


1.62.    Ἅλας καὶ τράπεζαν μὴ παραβαίνειν: ἐπειδὴ τοῖς κονωνήσασι τούτων φίλοις χρῆσθαι δεῖ.


1.63.    Ἅλμη οὐκ ἔνεστ᾿ αὐτῷ: ἐπὶ τοῦ ἁλυκοῦ καὶ ἀηδοῦς κατ᾿ εἰρωνείαν εἴρηται.


1.64.    Ἀλλ᾿ ὥσπερ ἥρως ἐν ἀσπίδι ξενίσαι σε βούλομαι: ἐπὶ τούτων εἴρηται, οἱ τοῖς αὐτῶν ἔργοις ἤ τέχναις χρώμενοι τοὺς φίλους εὐεργετοῦσι· παρόσον οἱ ἥρωες τὸ παλαιὸν ἔνοπλοι ὄντες ἐξενίζοντο.


1.65.    Ἄλλοι κάμον, ἄλλοι ὤναντο: ἐπὶ τῶν παρ᾿ ἐλπίδα κληρονομησάντων τὰ ἀλλότρια.


1.66.    Ἀλλ᾿ οὐδὲν δεῖ παρὰ τὸν βωμόν σε βουλεύειν: ὅτι μὴ χρὴ ἐν αὐτοῖς τοῖς πράγμασι βουλεύεσθαι, ἀλλὰ πρὸ τῶν πραγμάτων· παρόσον καὶ οἱ τὰ ἱερεῖα προσάγοντες πρὸ τοῦ καλλιερῆσαι βουλεύονται.


1.67.    Ἀλλ᾿ οὐκ αὖθις ἀλώπηξ: πάγαις ἁλώσεται λείπει· παρόσον ἅπαξ διαφυγοῦσα πάγας, δεύτερον οὐκ ἐμπεσεῖται. Εἴρηται δὲ ἡ παροιμία ἐπὶ τῶν πονηρὸν συκοφάντην ἐκφυγόντων.


1.68.    Ἀλεκτρυόνων μέμφεσθαι κοιλίαν: ἐπὶ τῶν περὶ τὸν βίον πολυτελῶν καὶ ἁβροδιαίτων.


1.69.    Ἄλλο γλαὺξ, ἀλλο κορώνη φθέγγεται: ἐπὶ τῶν τοῖς κρείττοσιν ἐριζόντων· ἤτοι ἐπὶ τῶν ἀλλήλοις οὐ συμφωνούντων.


1.70.    Ἀλωπεκίζειν πρὸς ἑτέραν ἀλώπεκα: ἐπὶ τῶν ἐξαπατᾶν ἐγχειρούντων τοὺς ὁμοίους.


1.71.    Ἀλώπηξ οὐ δωροδοκεῖται: ἐπὶ τῶν οὐ ῥαδίῳς δώροις ἁλισκομένων.


1.72.    Ἄλλως ᾄδεις: ἐπὶ τῶν μάτην πονούντων.


1.73.    Ἄλλοισι μὲν γλῶττα, ἄλλοισι δὲ γόμφιοι: παρόσον οἱ μὲν λάλοι, οἱ δὲ φάγοι.


1.74.    Ἄλλα μὲν Λεύκων λέγει, ἄλλα δὲ Λεύκωνος ὄνος φέρει: λέγεται μὲν ἐπὶ τῶν ἀσυμφώνως τοῖς ἔργοις τοὺς λόγους παρεχομένων. Λεύκων γάρ τις γεωργὸς μέλιτος ἀσκοὺς εἰς φορμοὺς ἐμβαλών, ἐκόμιζεν Ἀθήναζε. Κριθὰς οὖν τοῖς φορμοῖς ἐμβαλών, ὡς ὑπὲρ κριθῶν ὀλίγον εἰσπραχθησόμενος τέλος, ἐκόμιζε. Τοῦ δ᾿ ὄνου πεσόντος, οἱ τελῶναι βοηθῆσαι βουλόμενοι, ἔμαθον ὅτι μέλι ἐστί, καὶ ἀπηνέγκατο αὐτὸ ὡς ἀτελώνητον.


1.75.    Ἄλλην μὲν ἐξηντλοῦμεν, ἡ δ᾿ ἐπεισρέει: ἐπὶ τῶν πονούντων καὶ οὐδὲν πλέον ἀνυόντων. Ἐπειδὰν γὰρ τῆς νεὼς ῥεούσης ἐξαντλῶσι τὸ ἐν τῇ ἀντλίᾳ ὕδωρ καὶ πλέον εἰσρέῃ, μάτην πονεῖν οἱ ναῦται δοκοῦσιν.


1.76.    Ἀμεινόνων οἰωνῶν τυχεῖν: ἐπὶ τῶν ἐκ κακῶν εἰς ἀγαθὰ μεταβαινόντων.


1.77.    Ἅμ᾿ ἔπος, ἅμ᾿ ἔργον: ἐπὶ τῶν ταχέως τε καὶ ὀξέως ἀνυομένων.


1.78.    Ἀμελοῦς γωνία: ἐπὶ τῶν ἀργῶς καὶ ῥαθύμως καθημένων. Ἔστι δὲ καὶ χωρίον Λιβύης Ἀμελοῦς γωνία καλούμενον.


1.79.    Ἀμουσότερος Λειβηθρίων: ἐπὶ τῶν ἀμούσων καὶ ἀπαιδεύτων. Λειβήθριοι γὰρ ἔθνος Πιερικόν ἐστιν, οὔτε μέλους ἁπλῶς οὔτε ποιήματος ἔννοιαν λαμβάνον. Λέγονται δὲ ἀμουσότατοι εἶναι, ἐπειδὴ παρ᾿ αὐτοῖς ὁ τοῦ Ὀρφέως ἐγένετο θάνατος.


1.80.    Ἄμμον μετρεῖν: ἐπὶ τῶν ἀδυνάτων καὶ ἀνεφίκτων.


1.81.    Ἅμ᾿ ἠλέηται, καὶ τέθνηκεν ἡ χάρις: ἐπὶ τῶν εὐεργετουμένων καὶ παραχρῆμα τῆς χάριτος ἐπιλανθανομένων.


1.82.    Ἄμμες ποτ᾿ ἦμες: λακωνικὴ ἡ παροιμία. Οἱ γὰρ πρεσβύτεροι ἐν Λακεδαίμονι χορεύοντες τοῦτο ἐπέλεγον, Ἄμμες ποτ᾿ ἦμες· ἀντὶ τοῦ, Ἡμεῖς ποτε ἦμεν.


1.83.    Ἄμας ἀπῄτουν, οἱ δ᾿ ἀπηρνοῦντο σκάφας: ἐπὶ τῶν ἄλλα μὲν ἀπαιτουμένων, ἄλλα δὲ μὴ ἔχειν ἀρνούμενων.


1.84.    Ἄν μὴ παρῇ κρέας, τάριχον στερκτέον: παρεγγυᾷ ὅτι δεῖ τοῖς παροῦσιν ἀρκεῖσθαι.


1.85.    Ἀνάγκῃ οὐδὲ θεοὶ μάχονται:


1.86.    Ἀνὴρ δὲ φεύγων οὐ μένει λύρας κτύπον: ἐπὶ τῶν ταχέως καὶ ὀξέως ὀφειλόντων ἕκαστα πράττειν.


1.87.    Ἀνδρὶ Λυδῷ πράγματ᾿ οὐκ ἦν, ἀλλ᾿ αὐτὸς ἐξελθὼν ἐπρίατο: ἐπὶ τῶν κακὰ ἑαυτοῖς ἐπισπωμένων· παρόσον Κροῖσος πολέμιον ἑαυτῷ ἐπεσπάσατο Κῦρον.


1.88.    Ἀντὶ πέρκης σκορπίον: ἐπὶ τῶν τὰ χείρω αἱρουμένων ἀντὶ βελτιόνων.


1.89.    Ἀνεῳγμέναι Μουσῶν θύραι: ἐπὶ τῶν ἐξ ἑτοίμου λαμβανόντων τὰ κάλλιστα τῶν ἐν παιδείᾳ.


1.90.    Ἀνδρὸς κακῶς πράσσοντος ἐκποδὼν φίλοι: ἐπὶ τῶν ἐν τοῖς κακοῖς μηδεμίαν εὑρισκόντων βοήθειαν φευγόντων τῶν φίλων.


1.91.    Ἄνθρωπος ἀνθρώπου δαιμόνιον: ἐπὶ τῶν ἀπροσδοκήτως ὑπὸ ἀνθρώπου σωζομένων ἤ καὶ διά τινα εὐδαιμονούντων.


1.92.    Ἄν οἶνον αἰτῇ, κόνδυλον αὐτῷ δίδου: ἐπὶ τῶν ἀγαθὰ μὲν αἰτούντων, δεινὰ δὲ λαμβανόντων. Ἡ δὲ ἱστορία ἀπὸ τοῦ Κύκλωπος, παρόσον αἰτήσας οἶνον τὸν Ὀδυσσέα, τῶν ὀφθαλμῶν ἐστερήθη. Ὀδυσσέα γὰρ ἐν τῷ σπηλαίῳ κατασχὼν ὁ Κύκλωψ καὶ τοὺς ἑταίρους αὐτοῦ ἀρξάμενος κατεσθίειν, οἶνον παρ᾿ αὐτοῦ λαβὼν ἔπιε καὶ ταύτην αὐτῷ τὴν χάριν δίδωσιν, ὕστατον αὐτὸν καταφαγεῖν· μεθυσθεὶς δὲ μετὰ τὸ πιεῖν καὶ ὑπνώττων παρ᾿ ἐκείνου ἐξετυφλώθη.


1.93.    Ἄν ἡ λεοντῆ μὴ ἐξίκηται, τὴν ἀλωπεκῆν πρόσαψον: ἄν μὴ φανερῶς δύνῃ βλάψαι, πανουργίᾳ χρῆσαι. Ἄν μὴ κατὰ ῥώμην τὸ προκείμενον ἐξανύοιτο, μηχανῇ καὶ τέχνῃ περαινέσθω τὸ λειπόμενον. Τάττεται ἡ παροιμία ἐφ᾿ ὧν σοφίᾳ μᾶλλον ἤ τῇ δυνάμει προσήκει χρῆσθαι, ὡς ὁ ποιητής φησι, Ἤ δόλῳ, ἠὲ βίηφι· ἤ ἀμφαδόν, ἠὲ κρυφηδόν.


1.94.    Ἀντιπελαργεῖν: ἐπὶ τῶν τὰς χάριτας ἀνταποδιδόντων. Λέγονται γὰρ οἱ πελαργοὶ γεγηρακότας τοὺς γονεῖς τρέφειν, καὶ μὴ δυναμένων ἵπτασθαι, φέρειν ἐπὶ τῶν ὤμων.


1.95.    Ἀνίπτοις ποσὶν ἀναβαίνων ἐπὶ τὸ στέγος: ἐπὶ τῶν ἀμαθῶς ἐπί τινα ἔργα καὶ πράξεις ἀφικομένων.


1.96.    Ἀνδρὸς γέροντος ἀσταφὶς τὸ κρανίον: ἐπὶ τῶν εἰς μηδὲν χρησιμευόντων, παρόσον ἅπαν τὸ σῶμα τῶν γερόντων ἀσθενές.


1.97.    Ἀνδρὸς γέροντος μήποτ᾿ ἐς πυγὴν ὁρᾶν: ἐπὶ τῶν πρὸς ἔνια μὴ χρησίμων.


1.98.    Ἀντλεῖν ἀμφοτέραις: λείπει τὸ χερσίν. Ἐπὶ τῶν σπουδῇ τι ποιούντων. Ὁμοία τῇ, Πάντα κάλων σεῖε.


1.99.    Ἀνέμους γεωργεῖς: πρὸς τοὺς πονοῦντας καὶ μηδενὸς μεταλαγχάνοντας. Ἐπειδὴ ὁ ἀνεμος πάντα μὲν φύει καὶ αὔξει, οὐδενὸς δὲ τυγχάνει, ἤ μόνην ἄχνην ἀποφέρεται.


1.100.    Ἀντὶ κακοῦ κυνὸς ὗν ἀπαιτεῖς: ἐπὶ τῶν καλὰ ἀντὶ τῶν κακῶν ἀπαιτούντων.