Χρονική Διήγησις
Συγγραφέας:
Μανουήλ Κομνηνός - ΤΟΜΟΣ Δ΄ (5)
Το κείμενο ακολουθεί την έκδοση Immanuel Bekker, Βόννη, 1835.


ΜΑΝΟΥΗΛ ΚΟΜΝΗΝΟΣ - ΤΟΜΟΣ Δ΄ (5)

Οὐ πολλαὶ δ’ ἡμέραι παρήλθοσαν ὕστερον, καὶ λογίζονται τῷ Ἀνδρονίκῳ δευτέρου λόγου καὶ πάρεργα ἀνδροκτασίαι καὶ μάχαι καὶ πόλεμοι καὶ σάλπιγξ ἠχοῦσα τὸ ἐνυάλιον Δεῖμός τε Φόβος τε καὶ Ἄρης βροτολοιγός, καὶ ἔργα πολέμια παρωσάμενος τὰ τῆς [91C] Ἀφροδίτης μέτεισιν ὄργια. ἡ δὲ Ἑλένην μὲν οὐχ ὑποβάλλει, οὐδ’ οἷον ὑπ’ ὄψιν παρίστησι καθ’ Ἑλλάδα καὶ μέσον Ἄργους τὴν οἴκησιν ἔχουσαν, καὶ διαχεῖ τῷ κάλλει, καὶ ἐκμαίνει πρὸς ἔρωτα, καὶ πηγνύει σκάφην, καὶ ναύαρχον ἐφίστησι Φέρεκλον, ἐκ γειτόνων δὲ ὂν τὸ τῆς Φιλίππας εἶδος καθυπογράφει καὶ μαστροπεύει τῷ δυσέρωτι Ἀνδρονίκῳ· ἦν γὰρ ἐξ ἀκοῆς ἐρωτόληπτος. ῥίψας οὖν τὴν ἀσπίδα καὶ τὸ κράνος ἀποβαλόμενος καὶ τὸν ὅλον στρατιώτην ἀποσεισάμενος πρὸς τὴν ἐρωμένην αὐτομολεῖ οὖσαν κατὰ πόλιν τὴν Ἀντιόχειαν. ἔνθα δὴ γεγονὼς, καὶ τὴν Ἐρώτων ἀγλαΐαν τῆς Ἄρεος σκευῆς ἀνθελόμενος, μόνον οὐκ ἔξαινεν ἔρια οὐδ’ ἱστῷ προσανεῖχε καὶ συνῇρεν ἠλάκατα, ὡς Ὀμφάλῃ πρὶν Ἡρακλῆς τῇ Φιλίππᾳ δουλεύων. ἡ δ’ ἄρα ἦν τῆς συναφθείσης τῷ τούτου ἐξαδέλφῳ τῷ βασιλεῖ Μανουὴλ πρώην οὔπω πάνυ θυγατρὸς τοῦ Πετεβίνου ἀδελφή. καὶ ὁ μὲν τὴν Ἀντιόχειαν καταλαβὼν τρυφαῖς ἐκεχήνει καὶ καλλωπισμοῖς ὑπελύττα καὶ δορυφόροις ἐπ’ ἀγυιῶν ἀργυροτόξοις ἐπόμπευε, τὴν ἡλικίαν [91D] εὐμήκεσιν, ἰούλῳ τε πρώτῳ λαχνουμένοις καὶ κόμαις πυρσαινομένοις ξανθαῖς, καὶ ἦν ἐντεῦθεν θηρῶν τὴν θηράσασαν, ἣν καὶ εἶχε ταῖς οἰκείαις ἐρωτοδέσμαις καταγοητεύσας Ἀνδρόνικος, καὶ ὅπερ ἐπεπόνθει τοῦτο δράσας φιλοτιμότερον, πλουτῶν μὲν καὶ ἄλλως εἶδος ἀξιάγαστον καὶ ὡς ἔρνος ἀναβαίνων ἐλάτινον, ἐπτοημένος δὲ καὶ περὶ τὰς ἐξάλλους στολάς, καὶ τούτων ὅσαι περὶ γλουτὸν καὶ μηροὺς καταβαίνουσαι διασχίζονται καὶ οἷον εἰσί πως συνυφασμέναι τῷ σώματι, καὶ τοῖς ἄλλοις τῶν τοιούτων ἡγεμὼν καθιστάμενος. οὐκοῦν τὸ μὲν βλοσυρὸν ἐκεχάλαστο καὶ τὸ ἐπὶ συννοίας εἶναι ἀεὶ, καὶ τὸ τοῦ ἤθους ἐμβριθὲς καὶ φροντιστικὸν ἐνδεδώκει, καὶ τὸ ἐπισκύνιον ὁ θὴρ ἀπεβάλετο· ἡ δὲ ὡς ἑάλω κατάκρας, ὑπέκυψεν εἰς εὐνήν, οἴκου τε καὶ πατριᾶς ἐπελάθετο, καὶ τοῦ ἐραστοῦ αὐτῆς ὀπίσω κατηκολούθησεν. ὁ βασιλεὺς δὲ ὡς τοῖς περὶ τούτου κατεβροντήθη ἀκούσμασι, μικροῦ καὶ ἐννεὸς ἦν καὶ πρὸς ἄμφω μεμέριστο· καὶ ὡς ἐρῶντα γὰρ ἔρον ἀξύμφυλον καὶ ἀθεμιτογαμοῦντα ἤχθαιρε τὸν Ἀνδρόνικον, καὶ ὡς αὐτὸν τῶν κατ’ Ἀρμενίων ἐλπίδων ψευσάμενον συλλαβεῖν ἐζήτει καὶ δίκας ἐξ ἐκείνου λαβεῖν. στέλλει τοίνυν τὸν σεβαστὸν Κωνσταντῖνον τὸν Καλαμᾶνον, ἄνδρα καὶ τόλμης λελογισμένης μεστὸν καὶ τὸ γενναῖον εὐτυχοῦντα στάσιμον, καὶ [92A] τοῖς κατ’ Ἀρμενίαν μὲν ἐπιστατήσοντα πράγμασι, καὶ τῇ Φιλίππᾳ δ’ ὅπως συναφθείη, πειραθησόμενον. ὁ δὲ τὰ μὲν πρῶτα εἰς νυμφίον ἑαυτὸν διευθετήσας, καὶ λαμπρυνάμενος, ὡς εἰκὸς καὶ καθ’ ὅσον ᾔδει τὴν ἐρωμένην ὑπαγαγέσθαι, τὴν Ἀντιόχου εἴσεισι. τοσοῦτον δὲ προσέσχεν αὐτῷ Φιλίππα, καὶ οὕτως αὐτὴν τοῦ προτέρου μετέθηκεν ἔρωτος, ὡς μηδὲ βλέμματος γοῦν μεταδοῦναι ἢ προσρήματος ἀξιῶσαι τὸν Καλαμᾶνον, μᾶλλον μὲν οὖν καὶ προσονειδίσαι τἀνδρὶ τὸ τῆς ἡλικίας βραχὺ, καὶ ἐς αὐτὸν ἀποσκῶψαι τὸν αὐτοκράτορα Μανουήλ, εἰ οὕτως ἀμαθῶς καὶ εὐήθως αὐτὴν ἔχειν ᾠήθη ὡς ἀποστατήσει μὲν Ἀνδρονίκου αὕτη τοῦ ἥρωος, οὗ τὸ κλέος εὐρὺ καὶ οὗ τὸ γένος πολύ, προσκολληθήσεται δὲ ἀνδρί ὃς τὸ γένος [92B] ἀπεσβεσμένος καὶ χθὲς καὶ πρώην εἰ ἔστιν ὅλως ἐγνώρισται. ἐπεὶ γοῦν ὁ Κωνσταντῖνος ἀδοξοῦντας αὐτὸν ἑώρα τοὺς τῆς Φιλίππας ἔρωτας καὶ πρὸς ἄλλον λύοντας τὸ πτερὸν, μηλοβολοῦντάς τε καὶ δᾳδουχοῦντας Ἀνδρόνικον, ἐκεῖθεν μεθίσταται, καὶ τὴν Ταρσὸν καταλαβὼν μετὰ τῶν ἀντιπάλων Ῥωμαίοις Ἀρμενίων συνερρήγνυ πόλεμον. ὡς δέ ποτε τούτῳ ἐπέβρισαν οἱ διάφοροι, ἑάλω τε καὶ ἦν ἐν δεσμοῖς. ὁ δὲ βασιλεὺς ἐλύσατο τοῦτον, ἱκανὰ ζωάγρια καταθέμενος. Ἀνδρόνικος δὲ τὰς ἀπειλὰς τοῦ Μανουὴλ δεδιὼς, καὶ πτοηθείς μή πως συλληφθεὶς τῶν φιλοτήτων Φιλίππας τὴν πρότερον εἱρκτὴν ἀνταλλάξαιτο καὶ ὑποσταίη χρόνιον κάκωσιν, ἄρας ἐκεῖθεν τῆς ἐπὶ τῶν Ἱεροσολύμων εἴχετο, γαλῆ τὸ τοῦ λόγου πρὸς [92C] στέαρ ἐλεγχθείς, κἀπὶ τὰς πρώην ἐπαναδραμὼν δραπετεύσεις, καὶ πρὸς τὰς παλαιτέρας αὐτοῦ μηχανὰς ἀπιδών. ἀδιαφόρως δ’ ἔχων τοῦ βίου, καὶ ὡς ἵππος θηλυμανὴς ταῖς παραλόγοις ἐπιθορνύμενος μίξεσιν, ἐγχρίπτει σαρκικῶς καὶ ἐνασελγαίνει ἀκολάστως τῇ τοῦ πρώτου ἐξαδέλφου θυγατρὶ Θεοδώρᾳ (Ἰσαακίου φημὶ τοῦ σεβαστοκράτορος, τοῦ βασιλέως Μανουὴλ ὁμαίμονος) θανάτῳ ἄρτι ἀποβαλούσῃ τὸν παρθένιον σύνευνον, ὃς ἦρχε πρὸ βραχέος τῆς Παλαιστίνης· Βαλδουῖνος ἦν οὗτος, τὸ γένος ἕλκων ἐξ Ἰταλῶν. ἑτέραν ἐπὶ τούτοις πληγὴν ὁ βασιλεὺς δέχεται Μανουὴλ, καὶ πράττων ἦν πάντα καὶ διατεχνώμενος, εἴ πως εἴη συνειληφὼς Ἀνδρόνικον τῶν οἰκείων ἀμφιβλήστρων ἐντός, ὅθεν ἐρυθροδάνῳ ἐνσημανθὲν ἀφῆκε [92D] γραμμάτιον, ἐνάγων τοὺς κατὰ Κοίλην Συρίαν ἰσχύοντας Ἀνδρόνικον συσχεῖν ὡς ἀντίφρονα καὶ περὶ τὸ γένος ἀκολασταίνοντα, καὶ τοῦ φάους στερῆσαι τῶν ὀφθαλμῶν. καὶ τάχ’ ἂν τοὺς ὀφθαλμοὺς Ἀνδρόνικος ἐξ αἵματος ἠρευθοῦτο, ὦχρός τέ μιν εἷλε παρειὰς συνεχόμενον καὶ δεσμούμενον, ἢ καὶ εἰς πορφύρεον ἐβάπτετο θάνατον, εἰ χεῖρες εἶχον ἑτέρων τὸ τῆς βασιλικῆς ἐκεῖνο βαφῆς δελτάριον· νῦν δὲ τοῦ θεοῦ τηροῦντος αὐτόν, ὡς ἔοικεν, εἰς ἡμέραν ὀργῆς καὶ τοῖς μετόπισθεν κακοῖς ταμιεύοντος, ἅ τε παρὰ τὸ δέον εἰς τὸ ὑπήκοον ἐνεδείξατο, Ῥωμαίων ἄρξας ἐκ τυραννίδος, καὶ οἷς αὐτὸς ἀσυμπαθῶς ἐσέπειτα περιπέπτωκε, χερσὶ τὸ ἐπιστόλιον τῆς Θεοδώρας δίδοται. ἡ δὲ ἀναγνοῦσα τοῦτο, καὶ γνοῦσα τὰ κατ’ Ἀνδρονίκου τυρευόμενα, ἐξαυτῆς τὸν χάρτην αὐτῷ ἐγχειρίζει. συνεὶς οὖν Ἀνδρόνικος ὡς χωρεῖν ἐκεῖθεν δέον καὶ ἐγκονεῖν, μηδ’ ἕδρας εἶναι τὸ ἀπὸ τοῦδε ἀκμήν, φρίκη τε ὑφέρπεται, καὶ πρὸς ἀπόδρασιν ἐνσκευάζεται. σοφιστὴς δὲ ὢν καὶ ἀπατεὼν καὶ αὐτὴν ἀποπλανᾷ Θεοδώραν, καὶ ὥσπερ Εὐρώπην πάλαι ὁ Ζεὺς τοῦ χοροῦ τῶν παρθένων ἀποβουκολήσας ἧκε φέρων ἐπὶ νώτων, εἰς βοῦν ἑαυτὸν μεταμορφώσας καλλίκερων, οὕτω καὶ οὗτος ἀποστήσας τῶν οἴκοι τὴν γυναῖκα καὶ συμφοιτῆσαί οἱ [93A] σαββάτου ὁδὸν αἰτησάμενος ὡς προπέμψουσαν ἐκεῖθεν καὶ συνταξομένην ἐκείνῳ τὰ ἐξιτήρια, συνέκδημον καὶ συμπλανῆτιν ἑκοῦσαν ἐπεσπάσατο ἄκουσαν. χώραν δ’ ἐκ χώρας ἀμείβων, καὶ ἡγεμόσι καὶ δυνάσταις ἐπιξενιζόμενος πολυπλανὴς, καὶ παρ’ οἷς κατέλυε, τιμήεις ὢν καὶ αἰδέσιμος καὶ φιλοφροσύνης ὅτι πλείστης καταξιούμενος καὶ δωρεῶν ἁδρῶν ἐν μεθέξει γινόμενος, ὀψέ ποτε καὶ μόλις παρὰ τῷ Σαλτούχῳ τῆς πλάνης ἵσταται. ἦν δ’ οὗτος τὰ τῇ Κολωνείᾳ τότε κληρούμενος ὅμορα, καὶ ὅσα τῆς Χαλδαίας πρόσοικά τε καὶ ἔγγιστα καρπιζόμενος. κἀκεῖσε ἦν ἀλύων καὶ συνὼν Θεοδώρᾳ, μεθ’ ὧν ἀπέτεκεν αὕτη τούτῳ παίδων δυοῖν Ἀλεξίου τε καὶ [93B] Εἰρήνης, ἔτι δὲ καὶ Ἰωάννου, ὃν ἐκ τῶν προτέρων καὶ γνησίων οἱ σπερμάτων συνέκδημον ἐκ Βυζαντίου ἐπήγετο, ἕως τῆς ἐς αὐτὸν αὖθις τὸν αὐτοκράτορα Μανουὴλ ἐπαναλύσεως, ἣν κατὰ τὸν οἰκεῖον χρόνον καὶ πρόσφορον ὁ λόγος τῇ ἱστορίᾳ παρέξεται, ὡς εἴη συνημμένα δήπου καὶ συναφῆ τὰ ἐφεξῆς ὑπ’ αὐτοῦ πεπραγμένα καὶ τὰ παρ’ ἡμῶν αὖθις ἐπ’ αὐτῷ ῥηθησόμενα. ἐν πολλοῖς μέντοι καὶ πολλάκις ὁ Μανουὴλ τὴν Ἀνδρονίκου δεσμεύων ψυχὴν, καὶ ζητῶν ταύτην λαβεῖν, τοῖς ἀνηνύτοις ἐγχειρῶν διηλέγχετο· ὁ γὰρ πολύπλαγκτος οὗτος καὶ ταλασίφρων Ἀνδρόνικος τὰς καθ’ αὑτοῦ προσβολὰς εὐμαρῶς ἀπεκρούετο, καὶ τῶν θηράτρων κούφως [93C] ὑπεραλλόμενος, ἅπερ αὐτῷ πολλάκις ὑφηπλοῦτο καὶ ἐξετείνετο, ἀπαγίδευτος ἦν καὶ ἀθήρευτος.