Χρονική Διήγησις
Συγγραφέας:
Μανουήλ Κομνηνός - ΤΟΜΟΣ Δ΄ (4)
Το κείμενο ακολουθεί την έκδοση Immanuel Bekker, Βόννη, 1835.


ΜΑΝΟΥΗΛ ΚΟΜΝΗΝΟΣ - ΤΟΜΟΣ Δ΄ (4)

Οὗτος δὲ τὸν Δεσὲ μετελευσόμενος ἑαυτοῦ γενόμενον κακουργότερον τὴν ἐς Σερβίαν ὥρμα τραπέσθαι. ἀλλ’ ὁ Δεσὲ καὶ πόρρωθεν ἐπιτηρῶν τὰ πραττόμενα, μάλιστα δ’ ὅπερ ἦν άληθὲς δεδιώς, μή τι ἀηδὲς πάθοι καὶ ἀπευκταῖον βασιλέως εἰς τὴν ἑαυτοῦ χώραν παρεμβαλόντος, πέμψας εἰς βασιλέα [89D] ἐνδοθῆναί οἱ καθικετεύει τὴν ἐς αὐτὸν ἀπαθῆ ἄφιξιν. ὡς οὖν εἶχεν ὃ ᾔτησεν, ἀφίκετο δορυφορίας μετέχων σατραπικῆς, καὶ εἰς θέαν τῷ βασιλεῖ καταστὰς τὸ δολιόφρον τῆς γνώμης κατονειδίζεται, καὶ οὕτως ὡς ἄσπονδος ἀποπέμπεται. καὶ ἐγγὺς ἐλθὼν τοῦ συλληφθῆναι διαφίεται πάλιν οἴκαδε ἀπελθεῖν, τὴν τοῦ τρόπου μεταβολὴν καὶ τὸ μηκέτι τὰ μὴ δοκοῦντα βασιλεῖ διαπράττεσθαι φρικώδεσιν ὅρκοις ἐμπεδωσάμενος, κἂν οὐκ ἦν τὸν χαμαιλέοντα πρὸς τὴν τῆς ἀληθείας μεταβαλέσθαι λευκότητα, ἐφ’ ἑτέραν πᾶσαν χροιὰν ῥᾳδίως μετατιθέμενον. ἐξιὼν γὰρ ἀπὸ προσώπου τοῦ βασιλέως πολλοῖς ἅμα τὴν ψυχὴν ἐμερίζετο πάθεσιν. ᾐσχύνετο ἐφ’ οἷς τῷ βασιλεῖ προσελήλυθεν, ὠργίζετο ὧν ἕνεκα πέπονθεν, ἐπαθαίνετο οἷς τὰς τῆς γνώμης παρεκτροπὰς θριγγίοις ὅρκων ἑαυτῷ ἐπετείχισε. τέλος δὲ, ὅσα ὀμωμόκει τῷ βασιλεῖ τὴν οἰκείαν ἀποκρύπτων γνώμην καὶ συνέθετο, κατανωτισάμενος τὴν συνήθη παρδαλέην ἑαυτῷ [90A] περιτίθησι, τὸ τοῦ τραγῳδοῦ ὁ βάρβαρος ἐκεῖνος ἐπαινέσας ἄντικρυς, καὶ εἰπὼν «ἡ γλῶσσ’ ὀμώμοχ’, ἡ δὲ φρὴν ἀνώμοτος.»

Καὶ εἶχε μὲν οὕτω ταῦτα· μήπω δὲ γεννήσας ὁ Μανουὴλ υἱόν, ἀλλ’ ἐπὶ τῇ θυγατρὶ Μαρίᾳ, ἣν αὐτῷ ἡ ἐξ Ἀλαμανῶν ἀπέτεκεν ἄλοχος, τὰς τοῦ γένους σαλεύων διαδοχάς, ὅρκοις πάντας κατενεπέδωσε μετὰ τὸν αὐτοῦ μόρον αὐτήν τε τὴν Μαρίαν καὶ τὸν μνήστορα ταύτης Ἀλέξιον, ὅς, ὡς εἰρήκειμεν, ἐξ Οὐγγρίας ὥρμητο, κληρονόμους τῆς οἰκείας ἔχειν ἀρχῆς καὶ ὡς Ῥωμαίων ἄναξί σφισι καθυπείκειν καὶ προσκυνεῖν. ἔνθα οἱ μὲν ἄλλοι πάντες τοῖς ἐπιτετραμμένοις [90B] ὑπέκυπτον, καὶ τοὺς ὅρκους ὡς ὁ κρατῶν ἐκέλευεν ἀπεδίδοσαν· μόνος δ’ ἦν ἀποδυσπετῶν Ἀνδρόνικος, φάσκων ὡς ὁ βασιλεὺς εἰς δευτέρους ἀποκλίνας γάμους ἀρρενοτοκήσει δήπουθεν, καὶ πιστουμένους ἡμᾶς τῷ ὑστέρῳ τόκῳ τοῦ βασιλέως τὰ τῆς ἀρχῆς δι’ ὅρκων ἐσέπειτα ἀνάγκη τῇ θυγατρὶ ἀρτίως ὅρκια διδόντας μὴ εὐορκεῖν. καὶ ἄλλως δὲ τίς ἡ τῷ βασιλεῖ θεοβλάβεια, ὡς πάντα μὲν Ῥωμαῖον τοῦ θυγατρίου κρίνειν ἀπόλεκτρον, τὸν δ’ ἀλλογενῆ καὶ παρέγγραπτον τουτονὶ εἰς ὄνειδος Ῥωμαίοις Ῥωμαίων βασιλεύειν προκεκρίσθαι καὶ ὑπερκαθῆσθαι ὅλων ὡς κύριον; ἀλλ’ οὐκ εἶχε λέξας [90C] τὰ χρηστὰ ταῦτα τὸν βασιλέα πειθόμενον, ἀθερίζοντα τὰ λεγόμενα ὡς ἀνδρὸς ἀντιδοξοῦντος καὶ ἰσχυρογνώμονος τερετίσματα. εἰσὶ δ’ οἳ μετὰ τοὺς ὅρκους Ἀνδρονίκῳ γεγόνασι σύμψηφοι, καὶ οἱ μὲν αὐτόθεν τὸ δοκοῦν ἀπεφήναντο, οἱ δὲ καὶ τῷ λέγειν ἀφέντες ἀγωνιστικῶς μετεσκεύασαν, μήθ’ ὅλως τῇ θυγατρὶ τοῦ βασιλέως μήτε μὴν τῷ τῶν Ῥωμαίων ξυνοῖσον εἶναι πληρώματι τὸν ἐκ φυταλιᾶς ἑτεροφύλου ῥάδαμνον εἰς καλλιέλαιον μετεγκεντρίζειν πιότατον καὶ πρὸς τὸ ἀναζώσασθαι τὸ κράτος τῶν ὅλων προτίθεσθαι.

Ὁ δὲ λόγος προσθήσει τῇ ἱστορίᾳ καί τι ἕτερον τοῦ λαθεῖν ὑπέρτερον ὄν. τῷ βασιλεῖ τούτῳ πολλή τις ἦν ἡ μελεδὼν τῶν κατὰ Κιλικίαν πόλεων καὶ φρουρίων, ὧν ἡ λαμπρὰ καὶ περιφανὴς Ταρσὸς ὡς μητρόπολις προκαθέζεται. ὅθεν [90D] πολλῶν τῶν ἐπὶ δόξης καὶ τοῦ ἐπισήμου αἵματος ἡγεμόνων ἐκεῖσε ἀφικομένων, ἐφεξῆς ἡ ψῆφος περιελήλυθεν ἐς τὸν Κομνηνὸν Ἀνδρόνικον καὶ ὡς γένει μέγαν καὶ ὡς ἐν ἀνδράσιν ἀξιοθέατον. τῷ τοι ἀφιγμένος ἐκεῖσε καὶ τὴν τῆς Κύπρου δασμολογίαν προσειληφώς, ὡς ἔχοι τὰς δαπάνας ἐκεῖθεν ἀντλεῖν, πολλάκις μὲν τῷ Τορούσῃ πρὸς μάχην ἀντικατέστη καὶ ἀνεκήρυξε πόλεμον, ἐχθρά οἱ νοῶν καὶ ὑπ’ ἐκείνου πάλιν ἀποστυγούμενος, οὐδὲν δέ τι γενναῖον κατώρθωσε πώποτε, οὐδ’ ἧς ἔτρεφε πολυτρόπου πείρας περὶ πολέμους καὶ πανουργίας εἰργάσατο ἄξιον. τελευταῖον δὲ ἡττηκότος αὐτὸν αἰσχρῶς τοῦ Τορούση καὶ τρόπαιον στήσαντος, βουλεύεταί τι παραβολώτατον, ὁποῖον ὁ λόγος λέξων ἔρχεται. ὡς γὰρ τὰς οἰκείας δυνάμεις ἑκάτερος κατ’ ἀλλήλων ἐξήνεγκαν, Ἀνδρόνικος μὲν ὅσα καὶ ζῶον τὴν στρατιὰν εἰς κεφαλὴν καὶ μέρος τὸ κατόπιν καὶ μέλη ἀνάλογα τῷ παντὶ συνδιαθέμενος εἶχεν, ὁ δὲ Τορούσης εἰς πολλὰ καταδιεῖλε τμήματα καὶ διασπείρας ἦν εἰς σπείρας καὶ λόχους τὸ οἰκεῖον στρατόπεδον. ἐπεὶ δὲ συμβαλόντες ἐμάχοντο, ἡ νίκη καὶ πάλιν ἐπεφοίτα τῷ Τορούσῃ λαμπρά· τοῖς γὰρ ἀεὶ ἐπιβοηθοῦσιν ἀκμῆσι καὶ [91A] τοῖς ἐκ τῶν λόχων λαθρηδὸν ἐκπηδῶσιν Ἀρμενίοις αἱ τοῦ Ἀνδρονίκου ἐνέδωκαν φάλαγγες καὶ εἰς τροπὴν ἐνέκλιναν ἄκοσμον. διὰ ταῦτα τῇ λύπῃ καταποθεὶς Ἀνδρόνικος, καὶ μὴ ἔχων ὅπως ἢ τὴν ἧτταν ἀναμαχέσαιτο ἢ γοῦν ἐξ ὑπογυίου δράσειέ τι γενναῖον κατὰ τῶν θυόντων ἤδη πολεμίων τὰ νικητήρια, τοῖς ἐγγὺς ἀνεφίκτων ἐπιχειρεῖ. κατοπτεύσας γὰρ τὸν Τορούσην μετὰ τῶν δορυφορούντων αὐτὸν ἔτι που ἱστάμενον ἔφιππον, τὴν τῶν ταγμάτων συλλογὴν ἀναμένοντα ἐξ ἧς εἴχοντο ἐπιδιώξεως, ὅλῳ ῥυτῆρι τὸν ἵππον ἀνεὶς ἐνσείει κατ’ ἐκείνου τὸ δόρυ, καὶ δὴ κατὰ τοῦ θυρεοῦ βαλὼν ἀνατρέπει τοῦτον τοῦ ἵππου, καὶ διεκπαίσας τὸ περὶ ἐκεῖνον ἐπίλεκτον, ὡς πτηνὸς [91B] ἱππότης ἢ ὀλισθηρά τις ἐγχέλυς, τὰς τῶν ἁπάντων χεῖρας ἐξήλυξεν. ἀλλ’ ἕως τούτου σεμνὸν τὸ τοῦ Ἀνδρονίκου κατόρθωμα· τὸ δὲ παθεῖν τὸν Τορούσην κακῶς ἀπεκώλυσαν οἵ τε σιδήρεοι χιτῶνες, οὓς ἐνεδέδυτο, καὶ θυρεὸς ἐπιμήκης παρὰ πλευρὸν καταβαίνων τοῦ ἵππου πλάγιος.