Χρονική Διήγησις
Συγγραφέας:
Μανουήλ Κομνηνός, Β΄ (7)
Το κείμενο ακολουθεί την έκδοση Immanuel Bekker, Βόννη, 1835.


ΜΑΝΟΥΗΛ ΚΟΜΝΗΝΟΣ - ΤΟΜΟΣ Β΄ (7)

Βασιλεὺς δὲ αὐτὸς αὖθις μαθὼν κακουργεῖν τὸν Σερβίας δυναστεύοντα οὔρεσιν καὶ χείρονα δρᾶν τῶν προτέρων, ὡς καὶ σπείσασθαι κατὰ Ῥωμαίων τοῖς γείτοσι Παίοσι, δισσεύει κατ’ αὐτῶν, ὡς μὴ ἀξιομάχων ἀφροντιστῶν. οἱ δὲ καὶ ὑπὲρ δόξαν χεῖρας ἀντῆραν, καὶ τὸν κατ᾿ ὀφθαλμὸν ἐθάρρησαν πόλεμον, πλεῖστον συμμαχικὸν Οὐννικὸν ἐπαγόμενοι, ὅτε καὶ ὁ Καντακουζηνὸς Ἰωάννης συμπλακεὶς τοῖς βαρβάροις καὶ μέχρι τοῦ δοῦναι καὶ λαβεῖν ἐγκαρτερήσας πληγὰς τοὺς δακτύλους τῶν χειρῶν ἀπεβάλετο, πολλῶν ἐπιβρισάντων ἐκείνῳ Σέρβων. καὶ βασιλεὺς δὲ αὐτὸς κατὰ μονομαχίαν τῷ ἀρχιζουπάνῳ Βακχίνῳ προσέμιξεν, ἡρωϊκὸν προφαίνοντι σῶμα καὶ αὐτουργοὺς χεῖρας ἐξ ὤμων φύοντι· καὶ ὁ μὲν κατὰ [62A] τῶν προσώπων πλήττει τὸν βασιλέα καὶ διαθλᾷ τὸ ἐκ τοῦ κράνους κατακεχυμένον τῶν ὄψεων ἐκείνου σιδήρεον παραπέτασμα, ὁ δὲ τὴν χεῖρα τούτου τῷ ξίφει διήλασε καὶ ἀπόλεμον ἔδειξε καὶ ζωγρίαν ἐκ τοῦδε συνείληφεν. ὡς δὲ καὶ οὕτω τοῖς Ῥωμαίοις αἰθρία νίκης ἐπέλαμψε τῶν βαρβάρων διαλυθέντων δίκην νεφῶν, κἀκ τῶν ἐπαριστερῶν ἀρχῶν εἰς τέλος ἀπήντησεν ὁ πόλεμος δεξιώτατον, κατὰ τῶν Οὔγγρων ἐκ τούτου ὁρμᾷ, μήπω τὴν τῆς μάχης κόνιν ἐκ τῶν προσώπων ἀπομορξάμενος ἀλλ’ ἔτι θερμοῖς ἱδρῶσι σταζόμενος, ἐπίκλημα φέρων τὴν τῶν Σέρβων ἐπικουρίαν, καὶ τὴν ἀπουσίαν ἁρπάζων τοῦ ἐπαρήξοντος· ὁ γὰρ τῶν Οὔγγρων ῥὴξ [62B] οὐκ ἦν κατὰ χώραν, τοῖς γειτνιῶσι Ῥὼς συμπλεκόμενος. καὶ δὴ τὸν Σάουβον διαβὰς ποταμὸν καὶ τῷ Φραγγοχωρίῳ ἐμβαλὼν (ἔστι δὲ τόδε τμῆμα τῆς Οὐγγρίας οὐ τὸ ἐλάχιστον ἀλλ᾿ ἱκανῶς πολυάνθρωπον, μεταξὺ Ἴστρου καὶ Σαούβου τῶν ποταμῶν ἀναπεπταμένον, καθ’ ὃ καὶ φρούριον ἐρυμνότατον ἔκτισται, ὃ Ζεύγμινον ἐπικέκληται, ὅπερ νῦν λέγεται Σίρμιον) χειρίστως τὰ ἐκεῖ διέθετο. τότε καί τις Παίων μεγέθει μέγιστος καὶ ἀνδρεῖον προφαίνων ψυχῆς παράστημα, τῶν ἄλλων ἀποδιαστὰς ἐς αὐτὸν βασιλέα θυμῷ φέρεται. ὁ δὲ τοῦτον ὑποστὰς ἐς τὸ μέσον τῶν ὀφθαλμῶν τὸ ξίφος διελᾷ καὶ ἀφίστησι τῆς ζωῆς. πολλοὺς τοίνυν ζωγρίας λαβὼν καὶ πραγμάτων οὐκ ὀλίγων γενόμενος ἐγκρατὴς πρὸς [62C] τὴν βασιλίδα πόλιν ἐπάνεισιν. ἐς δ᾿ ὅσον πλεῖστον ἀπομηκύνας τὸν θρίαμβον, λαμπρότατα ὡς ἐνῆν διὰ τῶν τῆς πόλεως ἀμφόδων ἐπόμπευσεν. ὑπεξῆραν δὲ τὴν τηνικαῦτα κομψότητα τῆς πομπῆς τῶν Οὔγγρων οἱ νεαλεῖς καὶ τῶν Σέρβων οἱ δορυάλωτοι, στολὰς ἐνησθημένοι λαμπρὰς καὶ ὑπὲρ τύχην ὁρωμένας αἰχμάλωτον, βασιλέως αὐτὰς παρασχομένου, ὡς ἂν εἴη καὶ ἐντεῦθεν ἡ νίκη περίδοξος καὶ τοῖς πολίταις αὐτοῖς διὰ θαύματος καὶ ὅσοι μὴ ἐνδαποί, ὡς ἀνδρῶν κεχειρωμένων κατὰ τὸν πόλεμον τῶν ἐκ γένους ἐπισήμου καὶ ἀξίων τοῦ περιβλέπεσθαι. θαυμαστὴν δ᾿ ἐποίει τὴν τότε πομπαίαν πανήγυριν καὶ τὸ μὴ παριέναι ἀθρόους τοὺς αἰχμαλώτους, ἀλλὰ κατὰ [62D] συμμορίας καὶ ἐκ διαλειμμάτων ἀφεστῶτας ἀλλήλων, ὡς κλέπτεσθαι τὴν ὄψιν ἐντεῦθεν τῶν θεωμένων καὶ ὑπὲρ τοὺς ὄντας τοὺς παριόντας φαντάζεσθαι.


Ἐν τούτῳ δὲ καὶ Σκυθῶν τὸν Ἴστρον διαπεραιωσαμένων καὶ τὰ περὶ τὸν ποταμὸν τοῦτον ληϊζομένων Ῥωμαϊκὰ φρούρια, στέλλεται κατ᾿ αὐτῶν Καλαμάνος τις. ἀλλ᾿ οὗτος μὴ δεξιῶς διαστρατηγήσας τὸν κατὰ Σκυθῶν πόλεμον ἡττήθη τε ὑπ᾿ αὐτῶν κατὰ κράτος, ὡς αἱ τάξεις ἐρρώγεσαν, καὶ ἄνδρας ἀγαθοὺς ἀπεβάλετο, καὶ αὐτὸς δὲ καιρίας ἐς τὸ σῶμα δεξάμενος τὸ ζῆν μετήλλαξεν. οἱ δὲ Σκύθαι κατὰ τὸν αὐτοῖς εἰωθότα τρόπον λείαν τὰ ἐν ποσὶ θέμενοι καὶ ἀναθέμενοι τοῖς ἵπποις τὰ λάφυρα νόστου ἐμνήσαντο. ῥᾴων δὲ αὐτοῖς ἡ τοῦ Ἴστρου περαίωσις, εὐχερεστέρα δὲ καὶ ἡ κατὰ προνομὴν ἐπέλευσις, οὐ κοπηρά τε καὶ ἐργώδης ἡ ἀναχώρησις. ὁπλισμὸς γὰρ αὐτοῖς γωρυτὸς ἐπὶ τῆς ἰξύος ἐξηρτημένος πλάγιος καὶ καμπύλα τόξα καὶ ἄτρακτοι. εἰσὶ δ᾿ οἳ καὶ δοράτια κραδαίνουσι [63A] περιελίσσουσί τε κατὰ τὸν πόλεμον. ὁ δ᾿ αὐτὸς ἵππος καὶ τὸν Σκύθην ὀχεῖ, διὰ πολέμου φέρων τοῦ πολυάϊκος, καὶ τροφὴν χορηγεῖ σχαζομένης τῆς φλεβός, ὡς δέ φασι, καὶ ὀχευόμενος, εἰ ἔστιν ὁ ἵππος θηλυκός, τὴν ἄλογον ἀφροδίτην τοῦ βαρβάρου ἀποκενοῖ. σχεδιάζει δὲ τοῖς Σκύθαις τοῦ ποταμοῦ τὴν διάβασιν κάρφης πλήρης διφθέρα, λίαν ἐς τὸ ἀκριβὲς σύσπαστος, ὡς μηδὲ βραχὺ λιβάδιον ἐπεισρέειν ἔσωθεν. οὐκοῦν ταύτην περιβὰς ὁ Σκύθης ἱππείας ἐξημμένην οὐρᾶς, καὶ τὴν ἀστράβην ἐπαναθεὶς καὶ ὅσα τοῦ πολέμου ὄργανα, ῥᾷον διαπλωΐζεται, οἷα σκάφος λαίφει τῷ ἵππῳ χρώμενος καὶ τὸ τοῦ Ἴστρου διανηχόμενος πέλαγος.


Καὶ ὧδε μὲν εἶχε ταυτί. ὁ δέ γε Παλαιολόγος τὸν φιλοπράγμονα [63B] αἰτίαν ἀπειληφὼς καὶ τὸν δαπανηρὸν Ῥωμαίοις ἀξυντελῶς, ἐξ ὅτου Καλαβρίας ἐπέβη, τῆς στρατηγίας παραλύεται, στέλλεται δ’ ἀντ’ αὐτοῦ ὁ Κομνηνὸς Ἀλέξιος, ὁ τοῦ Βρυεννίου Καίσαρος υἱός, ἐξάδελφος ὢν τῷ βασιλεῖ πρὸς μητρὸς καὶ τὴν τοῦ μεγάλου δουκὸς τιμὴν ἄρτι πρώτως περιζωσάμενος. συνεκπέμπεται δέ οἱ καὶ ὁ Δούκας Ἰωάννης, ἀνὴρ ἑρμαϊκὸς ὁμοῦ καὶ ἀρεϊκός, οἷα παιδευμάτων ἐλευθερίων οὐκ ἄκρῳ λιχανῷ γεγευμένος καὶ γένους εὖ ἔχων καὶ μεθόδων ἴδρις στρατηγικῶν. οὗτοι οὖν ἐς Σικελίαν τὸν πλοῦν θέμενοι συνέμιξαν ταῖς δυνάμεσι τοῦ ῥηγὸς καὶ μεγάλαις ναυμαχίαις πολλάκις αὐτὸν κατεπάλαισαν, ὡς τάς τε νῆας τούτου διαρρυῆναι, [63C] ἐγγὺς δὲ πολιορκίας καὶ αὐτὸ γεγονέναι τὸ Βρεντήσιον. ἀλλ’ οὔπω ἡ τύχη τοῖς λαμπροῖς τοῖσδε καθαρῶς ἐπεμειδίασεν ἀγωνίσμασιν, οὔτε μὴν ὁ βασιλεὺς ὡς ἔδει ταῖς καλλίσταις ἐνεώρτασεν ἀγγελίαις• καὶ ὁ ῥὴξ μείζονα ἀθροίσας δύναμιν καὶ ξενικὸν ἐπαμησάμενος οὐ βραχὺ τὴν ἧτταν ἐπῆλθεν ἀναμαχούμενος, καὶ συμβαλὼν περιγίνεται τῶν ἀνδρῶν, καὶ συλλαβὼν δεσμώτας εἵργνυσιν ἀμφοτέρους, ἐν ἀκαρεῖ καιροῦ ἀνατρέψας ὅσα πόνῳ καὶ δαπάναις μεγίσταις ὑπὸ Ῥωμαίων εὐημερήθησαν. τοιούτοις οὖν ὁ Μανουὴλ ἀκούσμασι καὶ ἀγγέλμασι τὴν πρότριτα θυμηδίαν ἀποκλυσάμενος, ὅσα τε ἀψινθιώδεσι κεράσμασιν ἐμπικρανθεὶς τὴν ψυχήν, ὡς εἰκὸς μέν [63D] οὐκ ἤνεγκε τὸ γεγονὸς φορητῶς, ἀλλ’ ἱκανῶς ἐπαθήνατο. οὐκ ὢν δὲ ψοφοδεής, μηδ’ ἀναπίπτων ἐν τοῖς δεινοῖς συναντήμασιν, οὔτε μὴν τῷ οὔρῳ τῶν πραγμάτων παρ’ ὃ δεῖ κουφιζόμενος, οὐδ’ αὖ πάλιν ἀγεννῶς ταῖς τούτων καταιγίσιν ὑποκλινόμενος, ὡς πρὸς τὴν τότε τύχην ἀγνωμονοῦσαν ἀντιπράττων διημιλλᾶτο. ἔνθεν τοι καὶ ἑτέραν ἐξαρτύσας ναυτικὴν δύναμιν ἐφίστησιν ἡγεμόνα ταύτης Κωνσταντῖνον τὸν Ἄγγελον, ὃς ἐκ μὲν Φιλαδελφείας ὥρμητο καὶ γένους ἦν οὐκ εὐπαρύφου πάνυ καὶ εὐγενοῦς, εὖ δ’ ἔχων τῆς σωματικῆς φυῆς κἀπὶ τοῦ προσώπου λειμῶνα κάλλους κηπεύων τὴν Θεοδώραν πρὸς γάμον ἠγάγετο, ἣν Ἀλέξιος ὁ βασιλεὺς ὁ προπάτωρ τῷ Μανουὴλ ἐγείνατο, τὸ κάλλος εὐτυχήσας προμνήστριαν. ἐπεὶ δ’ἅπασι σχεδὸν δοκεῖ τοῖς πάλαι καὶ σήμερον μέγα δυναμένοις ὡς πρὸς τὰς τύχας συναίρονται καὶ τὰ κατὰ τὸν ἀνθρώπινον βίοτον συναντήματα οἱ τῶν ἀστέρων [64A] ἀναποδισμοὶ καὶ προποδισμοὶ καὶ αἱ θέσεις αὗται καὶ τὰ τοιάδε τῶν πλανήτων σχήματα, οἱ πλησιασμοί τε καὶ ἀποστάσεις, καὶ τὰ λοιπὰ ὅσα οἱ ἀστρολέσχαι φασὶν τῆς θείας προνοίας καταψευδόμενοι καὶ λεληθότως τὸ εἵμαρτο καὶ τὰ δεδογμένα τῇ ἀνάγκῃ ἀναλλοίωτά τε καὶ ἀνεπίκλωστα παρεισάγοντες, ὡραίαν τῷ Ἀγγέλῳ τὴν ἔξοδον ἀπακριβοῖ. καὶ εἶχε μὲν τῷ Ἀγγέλῳ τὰ ἐξιτήρια συνταξάμενος• ἀλλὰ τί; οὔπω εἰς ὀψίαν ἐνειστήκει ὁ ἥλιος, καὶ παλίμπους ἐπιτάσσοντος βασιλέως ὁ Κωνσταντῖνος γίνεται. τὸ δ’ αἴτιον ἡ τῆς ἐξόδου ἀκαιρία καὶ τὸ τῆς ὁδοῦ τὸν Ἄγγελον ἅψασθαι οὐχ ὡς ἀγαθοὶ [64B] σχηματισμοὶ τῶν ἀστέρων ἐκέλευον ἢ γοῦν ἡ ἀκρίβεια παρεῖχε τῶν τῆς ἀστρονομουμένης σφαίρας κανόνων, ἀλλ’ ὡς οἱ φλήναφοι ἐνεδίδοσαν, κακῶς φάσκοντες καὶ παχέως τοῖς λεπτοῖς ἐπιβάλλοντες, κἀντεῦθεν περὶ τὴν τῆς ὡραίας ὥρας σφαλλόμενοι εὕρεσιν. πάλιν τοίνυν θεμάτιον διετίθετο καὶ κανόνες ἀπηκριβοῦντο. καὶ οὕτω μετὰ πολλὴν τῶν ἄστρων ἔρευναν καὶ σκέψιν καὶ περισκόπησιν ὁ Ἄγγελος ἔξεισι, ταῖς τῶν ἀγαθοποιῶν ἀστέρων συνεξωρμηκὼς κινήσεσιν. ἐς τοσοῦτον δὲ ἄρα τὰ τῶν Ῥωμαίων ὤνησε πράγματα ἡ τῆς ὥρας ἀσφάλεια, ἢ τὰ τῶν πρώην ἀρχηγῶν ἀνώρθωσε πταίσματα καὶ εἴ τι ἀντίξουν συμβέβηκε μετεσκεύασεν, ὡς ἐκ τοῦ παραυτίκα χερσὶν ἁλῶναι τῶν πολεμίων τὸν Κωνσταντῖνον. ἀπερισκέπτως γὰρ εἰς Σικελίαν τὸν πλοῦν ποιούμενος συνελήφθη ταῖς [64C] θαλασσοφυλακούσαις Σικελικαῖς τριήρεσι καὶ ἤχθη παρὰ τὸν ῥῆγα αἰχμάλωτος. ὁ δὲ τῆς ἄγρας ἐπαινέσας τοὺς συλλαβόντας, καὶ ὡς καλῶν κάλλιστον εἰπὼν τὸ θήραμα, εἶχε καὶ τοῦτον δεσμώτην ἔμφρουρον.