Χρονική Διήγησις
Συγγραφέας:
Μανουήλ Κομνηνός, Β΄ (6)
Το κείμενο ακολουθεί την έκδοση Immanuel Bekker, Βόννη, 1835.


ΜΑΝΟΥΗΛ ΚΟΜΝΗΝΟΣ - ΤΟΜΟΣ Β΄ (6)

Βασιλεὺς δὲ παριὼν εἴσω τῆς πόλεως καὶ τὴν ἄκραν καταπλαγεὶς ὡς ὅπλοις οὐδ᾿ ὅλως ἁλώσιμον, καὶ φρουρὰν ἐπιστήσας ἀσφαλεστάτην ἐκ Γερμανῶν, ἄρας ἐκεῖθεν μετὰ [60A] πάσης ὡς εἶχε τῆς στρατιᾶς εἰς τὸν Αὐλῶνα μετασκηνοῖ, ἔνθα ἱκανὰς ἡμέρας ἐναυλισάμενος τὴν εἰς Σικελίαν κυροῖ περαίωσιν, γνωματεύων ἤρεμον εἶναι τὸν μαχόμενον καὶ εἰρήνης τὸν πόλεμον πρύτανιν, κἀκείνας εὐδαιμονεῖν τῶν πόλεων ὅσαι μὴ τοῖς τείχεσι τοῖς δ᾿ ἔγχεσι φράγνυνται, ὡς τούς γε δι᾿ εἰρήνην τὸν πόλεμον ἀλυσκάζοντας λεληθέναι ἄντικρυς ἔφασκεν ἑαυτοὺς ὅτι πλείονες ἐντεῦθεν ὡς ἐκ πολύχοος γηδίου φύονται οἱ διάφοροι, ἣν ἔχουσιν ἀρχὴν περικόπτοντες καὶ σταθερᾶς εἰρήνης οὐδαμῶς ἀπολαύοντες. ἀλλὰ «δειλοί» φησιν ὁ Δαβὶδ «οἱ τῶν ἀνθρώπων εἰσὶ διαλογισμοὶ [60B] καὶ ἐπισφαλεῖς αἱ τούτων ἐπίνοιαι, ἡ δὲ βουλὴ τοῦ κυρίου βεβαία καὶ ἀμετάπτωτος, οὐδ᾿ ἔστιν ὅστις τῶν ἁπάντων αὐτὴν παρακρούσεται.» τότε τοίνυν τὸν Μανουὴλ στηρίξαντα τὴν εἰς Σικελίαν κέλευθον, καὶ πρὸς τὴν νῆσον κατάραντα ἥτις Ἀειρονήσιον ἐπικέκληται, τοῦ ἐγχειρήματος ἐπέσχον διακυκήσασαι τὸ πέλαγος λαίλαπες καὶ καταποντιστικὰ τοῦτο διαταράξαντα πνεύματα, βροντῶν τε μυκήματα ἐξαισίων, καὶ ἀστραπῶν ἐκπυρηνίσματα τερατώδη καὶ ἀνάμματα φοβερώτατα. καὶ αὖθις δ᾿ ἐπιβαλλομένῳ καὶ τὴν περαίωσιν ἐπισπεύδοντι οὐχ ὑπέθηκεν ἑαυτὴν ἡ θάλασσα ταῖς ναυσίν, ἀλλ᾿ ἀνεπήδα καὶ ἀνεβράσσετο κάτωθεν. ὡς οὖν ἀντέστησαν [60C] αἱ ἀντίπνοιαι, διαλύσασαι τὰ σκάφη γνόφῳ βαθεῖ, μόλις μὲν τῇ χέρσῳ τινὰ τούτων προσώκειλαν, καὶ αὐτὸς δὴ βασιλεὺς διεξέπλευσε βραδέως τὸν κίνδυνον, τὰ δὲ λοιπὰ διεσπάρη ἄλλα ἄλλοθι καὶ πάρεργον ἐγεγόνει κλύδωνος. τῷ τοι τὴν δι᾿ ἑαυτοῦ πρὸς Σικελίαν περαίωσιν ὡς ἀσύμφορον παρωσάμενος, ἀπαίρει μὲν ἐκ τοῦ Αὐλῶνος ὡς ἔχων ἦν τῶν δυνάμεων, εἰς δὲ Πελαγονίαν ἀφιγμένος, καὶ καταστήσας ὡς ξυνοῖσόν οἱ ἐδόκει τὰ πράγματα, κατὰ Σέρβων ἔγνω μεταθέσθαι τὸ πρόθυμον. οὗτοι γάρ, ἕως μὲν τὰ τῆς ἀρχῆς ἠρέμει τῷ αὐτοκράτορι, εὔνουν ἐπλάττοντο πρόσωπον καὶ τὴν [60D] γλῶτταν ἐπλούτουν πρὸς τὰ ἐν μυχῷ τῆς καρδίας ἀντίφθογγον· ἐπειδὴ δὲ κατά τε γῆν κατά τε θάλατταν ἐπεισήρρηκεν ὅσα ἐπετέμετο ἡ ἀφήγησις, ἀνεθάρσησάν τε παρὰ τὸ δέον, καταχρησάμενοι τῷ καιρῷ, καὶ κατὰ Ῥωμαίων ὅπλα ἤραντο, καὶ κακῶς διέθεντο τὰς ὑπὸ Ῥωμαίους ὁμόρους αὐτοῖς χώρας. καὶ δὴ τὸ εὔοπλον ἀπολαβὼν τοῦ στρατεύματος, καὶ ἀποτάξας αὐτὸ πρὸς τὸ εὔζωνον, τὴν Σερβίαν εἴσεισι. τὸν δὲ ταύτης σατράπην οὐ διέδραμε μὲν ἡ κατ᾿ αὐτοῦ βασίλειος ἐπέλευσις, κἂν ἠπείγετο λήσειν ὁ βασιλεύς· οὐκ ἔχων δ᾿ ὅ τι καὶ διαπράξαιτο, μηδὲ συνορῶν ἑαυτὸν ἀγωνιστὴν πρὸς τὰς Ῥωμαϊκὰς δυνάμεις ἀξιαγώνιστον, ἀφίσταται μὲν τῶν πεδινῶν, εἰς δὲ τὰ ὄρη αἴρει τοὺς ὀφθαλμούς, ὅθεν προσεδόκα ἥξειν αὐτῷ τὴν βοήθειαν. τὰς δὲ τῶν οἰκείων πληθῦς, ὅσα καὶ θρεμμάτων ἀγέλας τὰ χλωρὰ δρεπομένων τῆς ὕλης, ἀφῆκε τοῖς ἐπιοῦσιν εἰς διασκόρπισιν καὶ ἀναίρεσιν, ἐπιτρέψας ἑκάστῳ τὴν διὰ φυγῆς εὕρασθαι σωτηρίαν [61A] καὶ πρίασθαι ποσὶ τὴν ζωὴν ὡς εὶς παράδειγμα αὐτὸν ἀποβλέπουσι. καὶ ὁ μὲν Σερβάρχης οὕτω διενοήθη καὶ διεπράξατο καὶ ταῦτα ἦν τοῖς ὑπ᾿ αὐτὸν ὑποθέμενος, βασιλεὺς δὲ ὡς λέων ἀλκῇ πίσυνος βουκόλια βοῶν ἢ αἰγῶν αἰπόλια τὰ τῶν βαρβάρων κείρας συστήματα, καὶ πολλὰς μὲν συγκτήσεις πυρὶ παραδούς, οὐκ ὀλίγων δὲ σωμάτων ἐγκρατὴς γεγονὼς, ἐκεῖθεν ἐπάνεισι. καὶ γράμμα μὲν εὐθὺς εὐάγγελον ἐχαράττετο, τοῖς τῆς πόλεως σημαῖνον οἰκήτορσι τὰ ἐξ ὑπογυίου ταυτὶ κατορθώματα, καὶ ὁ τοῦτο κομίζων ἀγγελεὺς ὁ μέγας ἦν δομέστικος· μετὰ βραχὺ δὲ καὶ ὁ τῶν ἀνδραγαθημάτων ἐπιφθάνει πατήρ, καὶ καταγαγὼν ἐπὶ τοῖς τελεσθεῖσι τούτοις περιφανῆ θρίαμβον, καὶ παρὰ τοῦ δήμου [61B] καὶ τῆς συγκλήτου πάσης εὐφημηθεὶς καὶ τῇ τῶν κρότων ὑψηγορίᾳ διαχυθεὶς, εἰς ἁμίλλας ἵππων ἀπεῖδε καὶ θέατρα.


Ἄρτι δὲ τοῦ ἔαρος ὑποφαίνοντος τὴν Πελαγονίαν αὖθις κατέλαβε, καὶ ἐπείπερ ἡ πρὸς Σικελίαν ἄφιξις αὐτῷ ἀπηγόρευτο, χρήμασιν ἐφοδιάσας πολλοῖς ἄνδρα δραστήριον, τῶν ἐπισήμων ἕνα καὶ εὐγενῶν, τὸν Παλαιολόγον φημὶ Μιχαήλ, καὶ στρατιὰν αὐτῷ παραδοὺς ἱκανὴν καὶ χεῖρα συχνὴν ἐγχειρίσας ἐκεῖσε ἐξέπεμψεν. ὁ δὲ κατὰ τὸ βασιλεῖ δοκοῦν ἐς Βενετίαν ἀφίκετο πρότερον, καὶ μισθοφορικὸν ἐκεῖθεν ἀγηοχὼς κἀκ τῶν Ἰταλιωτίδων χωρῶν στρατολογήσας ἁδρὸν κοντοφορικὸν καὶ γενόμενος ἤδη μεγαλοδύναμος πρὸς τὴν Λογγιβαρδίαν κατέπλευσε, καὶ συμμίξας ταῖς ἐκεῖσε δυνάμεσι τοῦ ῥηγὸς [61C] τροπαιοφορεῖ κατ᾿ αὐτῶν καὶ νίκαις ἀναδεῖται λαμπραῖς, ἔχων ἐπὶ πᾶσι συγκροτοῦντά οἱ καὶ συναντιλαμβανόμενον καί τινα κόμητα Ἀλέξανδρον, ἐκ ταὐτοῦ μὲν ἀπορρύεντα αἵματος τῷ ῥηγί, προσκεχωρηκότα δὲ προσφάτως Ῥωμαίοις δι᾿ ἃς ὑπέστη παρ᾿ αὐτοῦ συμφοράς. καὶ ὁ μὲν Παλαιολόγος ἀεί πως ἐνεπλατύνετο, καὶ σπείρων φιλοτίμως καἰ διαδιδοὺς τὰ χρήματα ἐλύπει καιρίως τὸν ῥῆγα, καὶ εἰσέτι δράσων ἐκεῖνον ἐπίδοξος ἦν τὰ ἀνήκεστα, πλείστας τῶν ἐκεῖθι πόλεων τὰς μὲν ὁμολογίᾳ χειρούμενος τὰς δὲ καταστρέφων. ἀλλὰ καὶ λίθων μετενεχθέντων ἐκεῖθεν, καί τινων ἀναπεμφθέντων αἰχμαλώτων τῷ βασιλεῖ, πόλις κατὰ τὴν τῶν Αἰγαιοπελαγιτῶν [61D] χώραν τειχίζεται, Βάρη καὶ Αὐλωνία παρωνύμως ἐσέτι ὠνομασμένη.