Χρονική Διήγησις/Ισαάκιος Άγγελος/Β/5
←Ισαάκιος Άγγελος (B.4) | Χρονική Διήγησις Συγγραφέας: Ισαάκιος Άγγελος - ΤΟΜΟΣ Β΄ (5) |
Ισαάκιος Άγγελος (Β.6)→ |
Το κείμενο ακολουθεί την έκδοση Immanuel Bekker, Βόννη, 1835. |
5. [261A] Τότε δ', ὡς ἁπανταχῇ περιῄδετο, ἐκ Σολομωντείων βίβλων ἰνδάλματα τῶν ἐσομένων καί τινας ἐμφάσεις κατὰ τοὺς ὀνειροπομποὺς δαίμονας ἀποτρυγῶν ὁ Δοσίθεος οὐχ ὥσπερ ἀπὸ ῥινός, ἀλλ' ἐκ τῶν ὤτων εἷλκε τὸν αὐτοκράτορα. ὁ δέ γε πρωτοστράτωρ κατὰ τὰς βασιλικὰς ὑποθημοσύνας διαπραττόμενος παρεβλέπετο τὰ πρὸς αὐτὸν γραφόμενα παρὰ τοῦ ῥηγὸς, καὶ ἅπας ἐγίνετο τοῦ δρᾶσαί τι κακὸν τοὺς Ἀλαμανοὺς περὶ φρυγανισμὸν ἐξιόντας. καὶ δή ποτε περὶ τοὺς δισχιλίους τε καὶ εὐίππους ἀποκεκρικὼς ἠθέλησεν ἀγχοῦ που τῆς Φιλίππου πορευθῆναι νυκτὸς καὶ τῶν ἐκεῖθι βουνῶν ἐχομένως ὑποκαθίσαι λόχον καὶ τοῖς σιτοφόροις ἐπιθέσθαι ὄρθριος. καὶ αὐτὸς μὲν τοιαύτης εἴχετο πράξεως, τὰ δὲ [261B] σκευοφόρα καὶ τὸ ὑπουργικὸν τοῖς στρατιώταις καὶ τὸ λοιπὸν στράτευμα ἐκεῖθεν μεταβῆναι μεθ' ἡμῶν ἐπέταξεν, ὡς εἰ θεόθεν ἦν ἐμπνευσθείς. οὔπω γὰρ ἦν ἡμέρα διαγελῶσα, καὶ οἱ Ἀλαμανοὶ μαθόντες παρὰ τῶν ἐς τὸ φρούριον τὸν Προυσηνὸν Ἀρμενίων (ἐκεῖσε γὰρ ἡ βασιλικὴ κατεστρατοπεδεύετο στρατιὰ) ὅσα ἦν τῷ πρωτοστράτορι πρὸς βουλῆς, νύκτα τὴν αὐτὴν ἐξάραντες τῆς Φιλίππου ὑπὲρ τὰς πέντε χιλιάδας σιδήρῳ πάντες κατάφρακτοι ἐπιθέσθαι ἡμῖν ἠπείγοντο, λαθόντες οὓς εἶχομεν ὀπτῆρας τε καὶ προφύλακας, μηδὲ τοῖς ἅμα τῷ πρωτοστράτορι ἐπιλέκτοις συνηντηκότες, ἐπεὶ καὶ ὁ μὲν πρωτοστράτωρ τὰ τοῖς ὄρεσι προσεγγίζοντα μέρη ἐπεπορεύετο, ἔνθα καὶ χωρία ἦν εἰσέτι τῶν ἐπιτηδείων ἔμπλεα, καὶ τοὺς γηλόφους [261C] ὑπεδύετο κλέπτων τὸ θεαθῆναι πρὸς τοῦ θηράματος, οἱ δ' Ἀλαμανοὶ πεποιθότως ἐβάδιζον τὴν διὰ λείου πεδίου ἐς τὸ Ῥωμαϊκὸν στρατόπεδον φέρουσαν. ὡς δ' οὐδένα εὕροσαν ἀντίμαχον οἱ πολέμιοι, ἀλλὰ τὴν μὲν ἀποσκευὴν τοῦ στρατεύματος κατὰ τὴν τῆτες δείλην ἀπονοστήσειν ἐκεῖθεν ἐπύθοντο, ὅσον δ' αὐτοῦ κράτιστον, κατὰ τῶν ἐκ τοῦ γένους σφῶν τὰ σῖτα εἰς τὴν παρεμβολὴν μεταφερόντων ἐξωρμηκέναι, μὴ ἀναμείναντες τὴν ἀγγελίαν τοὺς ἵππους μετήνεγκαν, εὑρεθῆναι τοῖς ζητοῦσιν γλιχόμενοι. οὐκοῦν οἱ μὲν τὸν ἐκεῖθι λόφον ὑποκαταβαίνοντες, ὃς περὶ τὸ φρούριον ἐξῆρται τὸν Προυσηνόν, οἱ δ' ἡμέτεροι ἀνιόντες προσέμιξαν ἀλλήλοις ἀδόκητοι. ἐπεὶ δὲ καὶ συμπλακέντες ἐμάχοντο, οἱ μὲν Ἀλανοὶ ἐξηγούμενον αὐτῶν ἔχοντες τὸν τοῦ Ἀλεξίου Βρανᾶ υἱὸν [261D] τὸν Θεόδωρον μικροῦ ἔπεσον πάντες ὡς μόνοι καὶ πρῶτοι μαχεσάμενοι τοῖς Ἀλαμανοῖς, οἱ δὲ Ῥωμαῖοι ἐδραπέτευον προτροπάδην καὶ ἀκλεῶς, μηδὲ καθαρῶς ἐμβλέψαι τοῖς ἐναντίοις ὑπενεγκόντες. καὶ αὐτὸς δὲ ὁ πρωτοστράτωρ δι' ἄλλης ὁδοῦ ἀνακεχωρηκὼς ἄφαντος ἦν ἐκ τοῦδε ἡμῖν εἰς τρίτην ἡμέραν, τρισάσμενος δὲ τὰς χεῖρας τῶν πολεμίων διεκφυγὼν μόλις ἐπανέζευξεν, ὡς ἐκ μακροῦ πελάγους εἰς λιμένα κατάρας, ἔτι τὴν ἅλμην ἀποπτύων τοῦ μαχισμοῦ καὶ τοῖς ὠσὶ φέρων ἐναύλους τὰς ἐπὶ τῷ αὐτὸν ἁλῶναι προϊεμένας διατόρους φωνὰς τῶν Ἀλαμανῶν. πολλοὶ δὲ καὶ ἄνοπλοι ἄνιπποι καὶ ἐς τὸ στρατόπεδον ἐπανήλθοσαν, τῇ συντονίᾳ τοῦ δρόμου λακησάντων σφίσι τῶν ὀχημάτων. τὸ δ' ἀπὸ τοῦδε [262A] τοσοῦτον ἀπεσχοινίσμεθα ἀλλήλων Ἀλαμανοί τε καὶ Ῥωμαῖοι, ὡς σταδίους διεστάναι πλείους τῶν ἑξήκοντα· οἱ μὲν γὰρ ἔτι τῇ Φιλίππου προσέμενον, ἡμεῖς δὲ περὶ τὰ ἔσχατα τῆς Ἀχριδοῦ γενόμενοι ἡσυχάζομεν, ὡς σωζοίμεθα μόνον ἐπιμελόμενοι. εἴπω δέ τι καὶ ἕτερον, κείροντες τὴν ἰδίαν τὰ σῖτα εἰσεφερόμεθα. καὶ τὰ τοιαῦτα εἰσεληλυθότα τοῦ βασιλέως ἐνώπιον ἐνδοῦναι μόγις τοῦ ἄγαν ἔπεισαν. καὶ ἡμεῖς δ' αὐτοὶ μετὰ βραχὺ ἀφικόμενοι κατὰ μέρος πάντα διηγησάμεθα, προσθέμενοι ὥς φασιν οἱ Ἀλαμανοὶ μηδὲν ἕτερον εἶναι τὸ πεῖσαν τὸν βασιλέα Ῥωμαίων τὰ τῶν ἑσπερίων Χριστιανῶν ὅρκια παραβλέψασθαι ἢ τὸ μετὰ τοῦ τῶν Σαρακηνῶν ἄρχοντος [262B] σπείσασθαι, καὶ κατὰ τὸ παρ' αὐτοῖς περὶ φιλίας κρατοῦν ἔθιμον ἀμφοτέρους σχάσαι φλέβα τὴν ἐπιστήθιον καὶ τὸ ἐκεῖθεν ἐκρυὲν αἷμα ἑκάτερον εἰς πόσιν ἀντιπροτείνασθαι, καὶ μεταβαλεῖν οὕτως ἰσχύσαμεν τῆς ἐνστάσεως. ἀμέλει τὴν ἐναντίαν τραπόμενος τῆς προτέρας ὁ βασιλεὺς προθέσεως, ἐγλίχετο τῆς ἐς ἕω τῶν Ἀλαμανῶν περαιώσεως. ὁρῶν δὲ τὸν ῥῆγα διὰ τὴν ἐς χειμῶνα τῆς ὥρας μετατροπὴν (ἦν γὰρ Νοέμβριος μήν ὅτε ταῦτα ἐγίνετο) εἰς ἔαρ τὴν μετάβασιν ἀνατιθέμενον, πάλιν τοῖς προτέροις ἐνέμενε, καὶ ἐπιστέλλων προηγόρευε τῷ ῥηγί, βασιλεῦσιν οὐχ ἁρμοδίως, ὡς θανεῖται πρὸ τῶν πασχαλίων ἡμερῶν. καὶ ἵνα τὰ ἐν μέσῳ παρῶ πλείω κατηγορίαν τοῦ δρῶντος καὶ λέγοντος ἤπερ [262C] ἔπαινον ἔχοντα, πείθεται μόλις διαφεῖναι τοὺς πρέσβεις ἐς τὸν ῥῆγα ἐπανελθεῖν. αὐτὸς δὲ τούτους ἰδὼν, καὶ μαθὼν ὡς οὔτε καθέδρας ὁ βασιλεὺς αὐτοῖς μετέδωκεν, ἀλλὰ δουλοπρεπῶς ἐπ' ἴσης Ῥωμαίοις αὐτῷ παρειστήκεισαν ὀπτανόμενοι, οὔτε τινὸς ἑτέρου ἠξιώθησαν ἀγαθοῦ ἐξαιρέτου ἐπισκόποί τε ὄντες καὶ αὐτῷ προσγενεῖς, ἠγανάκτει καὶ δῆλος ἦν ἐπὶ τῷ γεγονότι τῷδε διαπριόμενος. ὡς δὲ καὶ πρέσβεις ἡμέτεροι παρ' ἐκεῖνον ἀφίκοντο, ἑαυτῷ συμπαρέδρους πεποίηκεν αὐτούς τε καὶ τοὺς ὑπηρετουμένους αὐτοῖς, μηδὲ τοὺς ὀψοποιοὺς καὶ ἱπποκόμους καὶ μάττοντας παρίστασθαι ἀφεικώς. μὴ εἶναι δὲ λεγόντων ἐκείνων εἰκὸς βασιλεῖ μεγίστῳ συνθωκεύειν ὑπηρέτας (ἀρκετὸν γὰρ ὅτι καὶ οἱ κύριοι αὐτῶν συνεδρεύουσιν) [262D] οὐ καθυφῆκέ τι μικρὸν τοῦ σκοποῦ, ἀλλὰ καὶ μὴ ἑκόντας τοῖς δεσπόταις αὐτοὺς συγκατέκλινεν, ἐν οἷς ἔπραττε Ῥωμαίους καταμωκώμενος, καὶ δεικνὺς μὴ ἀρετῆς καὶ γένους εἶναι παρ' αὐτοῖς διαστολήν, ἀλλ' ὡς ἐς συφεὸν οἱ συφορβοὶ τὰς σῦς ἁπαξαπάσας εἰσελῶσιν εἰς ἕνα σταθμόν, μὴ διιστῶντες τὰς πίονας καὶ πλειόνως διαχέειν ἐχούσας τὸ ἀποδίδοσθαι, οὕτω καὶ Ῥωμαῖοι παραστατοῦντας ἔχουσιν ἅπαντας. οὐ πολλοῦ δὲ διαγενομένου καιροῦ ἠνάγκασεν αὐτὸν ἡ τῶν ἐπιτηδείων ὑποσπάνισις μερίσαι τὸ οἰκεῖον στράτευμα. οὐκοῦν αὐτὸς μὲν ἄπεισιν εἰς Ὀρεστιάδα, κατὰ δὲ τὴν Φιλιππούπολιν εἴασε τὸν ἑαυτοῦ υἱὸν καὶ τοὺς ἐπισκόπους μεθ' ἱκανοῦ στρατεύματος εἰπὼν ὡς “ἀναπαύσασθαι χρεὼν ὑμᾶς ἐνταυθοῖ, ἄχρι δὴ τὰς παρειμένας κνήμας καὶ τὰ παραλελυμένα [263A] γόνατα ἐκ τοῦ παρίστασθαι τῷ βασιλεῖ Γραικῶν ἀναρρωσθείητε.”