Χρονική Διήγησις/Ισαάκιος Άγγελος/Β/4

Χρονική Διήγησις
Συγγραφέας:
Ισαάκιος Άγγελος - ΤΟΜΟΣ Β΄ (4)
Το κείμενο ακολουθεί την έκδοση Immanuel Bekker, Βόννη, 1835.


ΙΣΑΑΚΙΟΣ ΑΓΓΕΛΟΣ - ΤΟΜΟΣ Β΄ (4)

4. Ταῦτα δὲ γράφων ἦν ἐν τῷ δοξάζειν παρ' ἑαυτῷ τινῶν ὑφηγήσεσι, φωνούντων μᾶλλον ἀπὸ γαστρὸς ἤπερ προειδότων τὰ μέλλοντα, μηδέ ποτε προθέσθαι τὸν ῥῆγα τὴν Παλαιστίνην καταλαβεῖν, ἀλλὰ τὴν ἅπασαν τρέφειν ἔφεσιν κατὰ τῆς βασιλίδος τῶν πόλεων, καὶ μέλλειν ἐκ τοῦ δῆθεν ἀναμφιλέκτου διὰ τῆς λεγομένης Ξυλοκέρκου πυλίδος τῆς πόλεως εἰσελθεῖν ἔνδοθι καὶ δρᾶσαι πρῶτον τὰ ἀπευκταῖα, παθεῖν δ' ἔπειτα τὰ ἀντίρροπα τοῖς δικαίοις τοῦ θεοῦ σταθμίοις. καὶ τοιαύταις προληφθεὶς γνώμαις αὐτήν τε τὴν Ξυλόκερκον διὰ τιτάνου καὶ πλίνθου ὀπτῆς ἀπέφραξεν, καὶ βέλη νεοχάλκευτα φέρων πολλάκις ἐν ταῖν χεροῖν ταῦτ' ἔφασκεν ἀκονᾶν κατὰ καρδίας παγησόμενα τῶν Ἀλαμανῶν· δεικνύων δὲ τὴν παράθυρον ἐν τοῖς βασιλείοις τῶν Βλαχερνῶν, δι' ἧς ὁρατὰ ἦν τὰ ἱππήλατα πεδία τὰ ἔξωθεν τῶν ἐπάλξεων ἐν τοῖς Φιλοπατίοις καθυπτιάζοντα, ἐκ ταύτης ἔλεγε μέλλειν ἀφιέναι τὰ βέλεμνα, βάλλειν τε καὶ καταβάλλειν τοὺς Ἀλαμανούς, ὥστε καὶ ἐν γέλωτι ἤγετο τοῖς ἀκούουσι τὰ λεγόμενα. Ἦν δέ τις Δοσίθεος ἐν τῇ τοῦ Στουδίου μονῇ τὴν ἄσκησιν μετιών, ὃς ἐκ Βενετίκων ἕλκειν τὸ γένος καὶ πατρὸς [259B] τοὔνομα Βιτικλίνου γενονέναι ἐλέγετο· συνήθης δὲ καταστὰς Ἰσαακίῳ πρὸ τῆς ἀρχῆς προείρηκεν αὐτῷ τὴν βασιλείαν, κἀπειδήπερ εἰλήφει πέρας τὰ τῆς προρρήσεως, ἤγετο δι' ὅτι πλείστης τιμῆς παρὰ τῷ βασιλεῖ τούτῳ καὶ τὰ μεγάλα δεδύνητο καὶ πατριάρχης Ἱεροσολύμων προυβέβλητο καταλύσαντος τὴν ζωὴν τοῦ τὸν θρόνον τῶν Ἱεροσολύμων τότε διέποντος Λεοντίου, ἀνδρὸς χαρίεντος τὸ ἦθος καὶ διαβοήτου τὴν ἀρετήν. ὁποία δὲ ἡ τῶν βασιλέων ὁρμὴ καὶ ἰσχὺς οὔκουν ἀνεχομένη μὴ οὐχ, ὡς αὐτοῖς αἱρετὸν μεταφέρειν καὶ ἀλλοιοῦν τὰ θεῖά τε καὶ ἀνθρώπινα πράγματα, βασιλεύσας Ἰσαάκιος τοῦ πατριαρχικοῦ θρόνου παραλύει τὸν Καματηρὸν Βασίλειον, [259C] καίτοι πρὸς τὴν ἀρχὴν ἐκείνῳ τὰ μέγιστα συναράμενον· αἰτία δ' αὐτῷ περιήφθη τῆς καθαιρέσεως, ὅτι ἃς Ἀνδρόνικος τῶν εὖ γεγονυιῶν γυναικῶν οὐχ ἑκούσας ἀπέκειρε μοναζούσας, ταύτας αὐτὸς ἐνέδωκε τὸ μέλαν ἀποδύσασθαι ἄμφιον καὶ πρὸς τὴν προτέραν μεταβλέψαι καὶ ζωήν καὶ στολὴν. προβαλόμενος δ' ἀντ' αὐτοῦ πατριάρχην τὸν Μουντάνην Νικήταν, τῆς μεγίστης ἐκκλησίας ὄντα σακελλάριον, οὐδὲ τὸν τριγέροντα τουτονὶ τῷ θρόνῳ παρῆκεν ἐναποψῦξαι, ἀλλ' ἀφέλειαν καταγνοὺς τοῦ ἀνδρὸς καὶ γῆρας ἐπεγκαλέσας ἀνέγκλητον καὶ ἄκοντα τοῦ θρόνου ἀπεσφενδόνησε. φροντιστικώτερον δὲ διατεθεὶς περὶ τοῦ τὸν κυβερνήσοντα τὴν ἐκκλησίαν εὑρεῖν, προχειρίζεται μέγαν ποίμενα Λεόντιόν τινα μοναχόν, [259D] διαβεβαιούμενος ἐπὶ βασιλικοῦ καὶ διομνύμενος βήματος ὡς οὐκ ᾔδει τὸν ἄνδρα πρότερον, νυκτὸς δὲ ἡ θεομήτωρ τοῦτον αὐτῷ καθυπέδειξεν, οὐ τὸ εἶδος μόνον καὶ τὴν ἀρετὴν ὑπογράψασα, ἀλλὰ καὶ τὸν τόπον διασαφήσασα καθ' ὃν τὴν οἴκησιν ἔλαχεν. ἀλλ' οὔπω ἐνιαυτὸς ἐξίκετο, καὶ καταστρέφεται καὶ οὗτος τοῦ πατριαρχικοῦ ὑψώματος. ἀποσκορακισθέντος δ' οὕτω καὶ Λεοντίου, ἔγνω δραματουργῆσαι μετάθεσιν καὶ εἰς τὴν οἰκουμενικὴν ἐπᾶραι προέδρευσιν τὸν τῶν Ἱεροσολύμων Δοσίθεον. εἰδὼς δὲ τοὺς κανόνας τοῦτο μὴ συγχωροῦντας, μέτεισιν ὑπούλως τὸν διέποντα τὸν θρόνον τῆς θεοῦ πόλεως μεγάλης Ἀντιοχείας Θεόδωρον τὸν Βαλσαμών, ἄνδρα ὑπὲρ [260A] τοὺς τότε πάντας ὄντα νομοτριβῆ. καὶ δὴ κατὰ μόνας αὐτῷ συγγενόμενος σχηματίζεται τὸν ἀσχάλλοντα, εἰ οὕτως ἀνδρῶν φιλοθέων καὶ λογίων ἡ ἐκκλησία σπανίζεται καὶ ἡ μοναχικὴ διέρριπται καὶ ἠφάντωται ἀρετή, ὡς μὴ πρότερον εἶναι τὸν ἡμέριον τουτονὶ λαμπτῆρα, τὸν ἀεικίνητον ἡλιον, ἢ τὸν ἐπὶ τῶν κεροιάκων τοῦ ἱεροῦ καθιζησόμενον θρόνου καὶ ἀρίστως τὸ τῶν πιστῶν διιθυνοῦντα πλήρωμα. καὶ τοιαῦθ' ἕτερα σχετλιαστικῶς προαναβαλόμενος ἐπήγαγε πάλαι μὲν βούλεσθαι μετενεγκεῖν αὐτὸν ἐκ τῆς τῶν Ἀντιοχέων καθέδρας εἰς τὴν οἰκουμενικὴν περιωπὴν ὡς λύχνον ταῖς τῶν νόμων τηλαυγείαις πάμφωτον, ὑποστέλλεσθαι δὲ τὴν μετάθεσιν ὡς πάλαι τοῖς [260B] κανόσιν ἀπειρημένην καὶ τοῖς ἐκκλησιαστικοῖς ἀπᾴδουσαν θεσμοῖς· εἰ δ' αὐτὸς σχοίη ἂν ὡς νόμους καὶ κανόνας ἀκριβωσάμενος χώραν ἔχουσαν ἀποδεδειχέναι, καθά ποτε, καὶ νῦν τὴν μετάθεσιν, καὶ τὰς τῶν πολλῶν εἰς τοῦτο μεθαρμόσειε γνώμας, ἕρμαιον ὄντως ἡγήσεται τὸ πραχθὲν καὶ οὐκ ἀναβαλεῖται τὸ πέρας ἀνεύθυνον ποιοῦν τὴν προχείρισιν. καὶ ὁ μὲν βασιλεὺς οὕτω μετῆλθε τὸν Ἀντιοχείας Θεόδωρον, ὁ δὲ πάντα ἐκτελῆ γενέσθαι κατέθετο. σύλλογοι οὖν μετ' ἐκείνην τὴν ἡμέραν ἀρχιερέων ἀνὰ τὰ ἀρχεῖα τὰ ἱερὰ καὶ σύνοδοι καὶ συζήτησις περὶ μεταθέσεως, καὶ παρὰ πόδας ἐκχώρησις καὶ τόμος ἐπὶ βασιλικοῦ συμπληρούμενος βήματος, καὶ ὁ μὲν Ἀντιοχείας πάλιν Ἀντιοχείας ἐώμενος, ὁ δὲ [260C] Δοσίθεος ἀπὸ τοῦ τῶν Ἱεροσολύμων θώκου εἰς τὸν τῆς Κωνσταντινουπόλεως ἀναγόμενος, καὶ ἡ προπομπὴ ὡς λαμπροτάτη καὶ πολυανθρωποτάτη τῶν πώποτε, ὡς εἶναι καὶ θριάμβοις βασιλέων ἀμφήριστος, καὶ ἀχανεῖς ἐπὶ τούτῳ οἱ φενακισθέντες ἀρχιερεῖς καὶ τοὺς κανόνας εἰκῇ κατενωτισάμενοι. ἀμέλει τοι καὶ μὴ ἐπὶ πολὺν χρόνον ἐνεγκεῖν τὸν γέλωτα ἔχοντες παρασυναγωγὰς ποιοῦσι καὶ ὀχλαγώγια οἱ λογάδες τοῦ βήματος, καὶ τῶν ἀρχιερέων ὁπόσον εἶχε τὴν γλῶτταν πρὸς λόγων ἰσχὺν ἐπίσημον. οὐκοῦν ἐπιβάτης ἐκκλησίας ἀλλοτρίας ἀκούει Δοσίθεος καὶ ἀναλυομένην ἔσχε τὴν δευτέραν τιμὴν, καὶ τοῦ θρόνου κατάγεται. τὴν δ' ἧτταν μὴ φέρειν ἔχων ὁ [260D] βασιλεὺς ἀναμαχόμενος ἦν καὶ παντοίως σπεύδων ἰσχύειν τὴν κυρωθεῖσαν μετάθεσιν, καὶ μετὰ βραχύν τινα χρόνον ἀναλύσας τὰ ἐπιγενόμενα αὖθις ἐστήριξε τὸν Δοσίθεον, ὅτε καὶ διὰ τῶν πελεκυφόρων αὐτοῦ δορυφόρων καὶ τῶν τοῦ παλατίου ἐκκρίτων προύπεμψεν αὐτὸν εἰς τὸ μέγιστον τέμενος, δεδιώς μὴ τὸ πλῆθος νεωτερίσειεν· ἦν γὰρ διὰ μίσους ἅπασιν ὡς φιλόθρονος ὁ Δοσίθεος καὶ τὸ τοῦ κρατοῦντος ἐπὶ μὴ καιρίοις πράγμασιν ἐνστατικόν τε καὶ φίλαυτον οὐκ ἐπαινετόν. ἀλλὰ καὶ πάλιν τοῦ θρόνου ἀποδιοπομπεῖται Δοσίθεος καὶ πέπονθεν ἀτεχνῶς τὸ τῆς Αἰσωπείας κυνὸς, ἧς τε διεῖπεν ἀποπεσὼν ἱερᾶς ἀρχῆς (ἕτερος γὰρ Ἱεροσολύμων κεχειροτόνητο) καὶ τοῦ μείζονος θρόνου καθαιρεθείς. καὶ τοῦτο μὲν ἐσέπειτα, καὶ προχειρίζεται πατριάρχης μέγας ὢν σκευοφύλαξ ὁ Ξιφιλῖνος Γεώργιος.