Χρονική Διήγησις/Ισαάκιος Άγγελος/Β/6

Χρονική Διήγησις
Συγγραφέας:
Ισαάκιος Άγγελος - ΤΟΜΟΣ Β΄ (6)
Το κείμενο ακολουθεί την έκδοση Immanuel Bekker, Βόννη, 1835.


ΙΣΑΑΚΙΟΣ ΑΓΓΕΛΟΣ - ΤΟΜΟΣ Β΄ (6)

6. Ἐπεὶ δ' ὁ χειμὼν παρῆλθε καὶ τὰ ἄνθη ἔδωκεν ὀσμήν, ἀνανεοῦται τοὺς ὅρκους ὅ τε βασιλεὺς καὶ ὁ ῥήξ, καὶ τοῦ μὲν ὀμωμόκεσαν οἱ τοπάρχαι καὶ μεγιστᾶνες παρελεύσεσθαι τὸν ῥῆγα διὰ τῆς Ῥωμαϊκῆς γῆς καὶ μὴ δι' ἀγρῶν ἢ ἀμπελώνων διελεύσεσθαι, ὁδῷ βασιλικῇ πορεύσεσθαι, οὐδ' ἐκκλινεῖν δεξιὰ ἢ ἀριστερά, ἕως τὰ τῶν Ῥωμαίων παρελεύσεται ὅρια. βασιλεὺς δὲ δέδωκεν ὁμήρους τινὰς τῶν ἐξ αἵματος. ὡρκώθησαν δὲ καὶ ἔνδον τοῦ μεγίστου νεὼ ἀπὸ τῶν ἀγοραίων καὶ τῆς βασιλείου αὐλῆς πεντακόσιοι ὡς ὁ βασιλεὺς ἀπαραβάτους τὰς συνθήκας φυλάξει καὶ χορηγήσει τοῖς Ἀλαμανοῖς ἡγεμόνας ὁδοῦ καὶ ἐφόδια. τότε καὶ τῶν κριτῶν [263B] τοῦ Βήλου τινὲς εἰς τὸν ῥῆγα κατὰ λόγον ὁμήρων στελλόμενοι οὐχ ὑπήκουσαν, καὶ μὴ ἔχοντες ἀντιπίπτειν βασιλεῖ καὶ καθῆσθαι οἴκαδε ἀδεῶς γωνίαις ἀλλοτρίων δόμων ἑαυτοὺς ἐνετύμβευσαν μέχρι τῆς ἐς ἕω τοῦ ῥηγὸς διαβάσεως. βασιλεὺς δὲ χολωθεὶς ἀντὶ μὲν τῶν κριτῶν τοῦ Βήλου ταβελλίονας ἀπέσταλκεν ὄψιδας, τὰς δὲ τῶν μὴ πεισθέντων κτήσεις τε καὶ οἰκήσεις οἷς ᾑρεῖτο παρέσχετο, καὶ δικαστὰς ἑτέρους προυβάλετο. ὕστερον δὲ μὴ ἀπείθειαν, ἀλλὰ δειλίαν εἶναι οὐκ ἄλογον ἐπιγνοὺς τὸ πραχθὲν, τῶν τε κτήσεων κυρίους αὖθις πεποίηκε καὶ τῶν προτέρων ἠξιώκει τιμῶν. τῶν δὲ συμφωνιῶν πεπερασμένων βασιλεὺς μὲν τῷ ῥηγὶ ἀργυρέων νομισμάτων στέλλει κεντηνάρια τέσσαρα καὶ περιφανῆ νήματα χρυσοϋφῆ, κἀκεῖνος ἄλλοις ἀντιδεξιοῦται τοῦτον δωρήμασι. κἀντεῦθεν πλοίων πλείστων ἱππαγωγῶν ἀπενεχθέντων εἰς Καλλιούπολιν, ἐπεὶ καὶ τοῦτο ἀλλήλοις συνέδοξεν ὥστε διαπλωΐσεσι διτταῖς μετὰ τοῦ παντὸς αὐτὸν διαπεραιωθῆναι στρατεύματος (ἐδεδίει γὰρ μὴ παρασπονδήσαντες Ῥωμαῖοι τοῖς κατὰ βραχεῖς διαπερῶσιν εἰς τὴν ἀντιπέραν ἐπίθωνται), οὕτως οὐχ ἡμέραις πλείοσι τῶν τεττάρων κατὰ τὴν ἕω γίνεται. ὡς δ' ἤγγισε κατὰ τὴν Φιλαδέλφειαν οὔτε παρῆλθε διὰ τῆς πόλεως, καὶ οἱ ταύτης φιλενδεικτοῦντες οἰκήτορες ἐν τῷ ἀπαίρειν τὸν ῥῆγα ἐκεῖθεν πρὸς πόλεμον μεθηρμόσθησαν καὶ μέρει τῆς στρατιᾶς κατὰ λῃστείαν ἐπέθεντο. ὡς δ' οὐ προυχώρει τούτοις τὰ καταθύμια, ἀλλ' ἀνδριᾶσι χαλκήρεσιν ἢ γίγασιν [263D] ἀκαταβλήτοις προσεγγίζοντες ἔγνωσαν, μετέθεντο τὴν ὁρμὴν εἰς τροπήν. οἱ δὲ διὰ τοῦ Ἀετοῦ λεγομένου χώρου πορευθέντες παρενέβαλον εἰς τὴν ἐν Φρυγίᾳ Λαοδίκειαν. καὶ φιλοφρονηθέντες ἐκεῖσε ἀσπασιώτατα καὶ ξεναγωγηθέντες ὡς οὐχ ἑτέρωθι, καὶ πάντες μὲν τοῖς Λαοδικεῦσι πάντα τὰ θεόθεν ἐπηύξαντο ἀγαθά, ὁ δὲ ῥὴξ καὶ μάλιστα· ἀνατείνας γὰρ τὰς χεῖρας εἰς οὐρανὸν καὶ ἄρας ἄνω τὰ ὄμματα, τὸ δὲ γόνυ κάμψας εἰς γῆν, εἴ τι βιωφελές, εἴ τι ψυχῶν σωτήριον, ἐκ τοῦ τῶν ὅλων κηδεμόνος θεοῦ καὶ πατρὸς ἐπικαταπτῆναι τούτοις ἱκέτευσεν, ἐπειπών ὡς εἰ Χριστιανοῖς τοιούτοις ἐνευθηνεῖτο ἡ τῶν Ῥωμαίων γῆ καὶ εὐ γνωμόνως οὕτω τοὺς τοῦ Χριστοῦ [264Α] ὁπλίτας καθυπεδέχοντο, κἀκεῖνοι τὸν ἐπιφερόμενον πλοῦτον σφίσιν ἀγαπητῶς ἐδεδώκεισαν ἄν, τὰ ἐπιτήδεια μετ' εἰρήνης παρέχοντες, καὶ αὐτοὶ τὰ ὅρια Ῥωμαίων πάλαι παρήλθοσαν ἀγεύστους Χριστιανῶν αἵματος καὶ ὑπνούσας ἐπὶ κουλεῶν τὰς λόγχας φέροντες.
   Ἁψάμενοι δὲ τῆς ἄνω πορείας οὐδὲ τοὺς Τούρκους εὕρισκον ἠπίως αὐτοῖς προσφερομένους, ἀλλὰ καὶ οὗτοι τὴν ἐνώπιον μάχην ἐκκλίνοντες ἐλῄστευον ὅπη ποτὲ ἴσχυον, καίτοι Ῥωμαίοις ἐπ' ἴσης συνθέμενοι διὰ τῆς χώρας σφῶν τούτους ἀμαχητὶ παρελθεῖν, καὶ πάντα χορηγήσειν ὁπόσων οἱ παροδεύοντες χρῄζουσι. καὶ ἦν ἂν οὐ πρὸς κακοῦ καὶ αὐτοῖς, εἰ τὰς συνθήκας ἐτήρησαν· νῦν δ' ἐλπίσι κεναῖς κουφιζόμενοι [264Β] πρὸς προῦπτον ἠρρενώθησαν πόλεμον. τῷ τοι καὶ περὶ τὸ κάστρον τὸ λεγόμενον Φιλομίλιον συγκεκροτηκὼς πόλεμον ὁ ῥὴξ μετὰ τῶν παίδων τοῦ Ἰκονιέως σουλτάνου, οἵτινες αὐτὸν τοῦ ἄρχειν καὶ βασιλεύειν παρέλυσαν καὶ τοῦ Ἰκονίου ἀπεώσαντο τὴν προτέραν πατρικὴν εὐκληρίαν εἰς γῆρας μεταθέμενοι δύσδαιμον, αὐτούς τε ῥᾷστα ἐτρέψατο καὶ τὸ Φιλομίλιον πολιορκήσας ἐνέπρησεν. ἀλλὰ καὶ κατὰ τὸ λεγόμενον Γιγκλάριον αὐτοῖς συμβαλὼν τὸ κράτος ἤρατο, ὅτε καὶ οἱ μὲν Τοῦρκοι τὰς τῶν παρόδων προκατειληφότες στενὰς προσέμενον τὴν τῶν Ἀλαμανῶν ἐκεῖθι ἄφιξιν, ὁ δὲ ῥὴξ τὸ τῶν ὑπεναντίων σκέμμα συνεὶς ἐπὶ τόπου κατεστρατοπέδευσε πεδινοῦ, νυκτὸς δὲ εἰς δύο μοίρας τὸ οἰκεῖον στρατόπεδον διελὼν τὸ [264C] μὲν ταῖς σκηναῖς προσμένειν ἀπέταξε, τὸ δὲ λοιπὸν ἅμα ὑποφαινομένης ἡμέρας εἰς ἀπόδρασιν ἐπέταξε πλαστῶς ἐνσκευάζεσθαι ἄλλης ἁπτόμενον ὁδοῦ. οἱ τοίνυν Πέρσαι τὸν δόλον ἔργον ἀληθὲς εἶναι ὑποτοπήσαντες ἀπανίστανται μὲν τῶν δυσχωριῶν περιχαρῶς, κατὰ δὲ τὸ πεδίον γενόμενοι τὸν χάρακα εἰσέδυσαν τῶν Ἀλαμανῶν, ἀφροντιστοῦντες ἅμα καὶ χαίροντες ὡσεὶ καὶ προχείρῳ ἑρμαίῳ τοῖς ἐν αὐτῷ ἐντευξόμενοι πολλοῖς οὖσι καὶ ἀγαθοῖς, ἐπεὶ καὶ φιλοκερδὴς ἅπας βάρβαρος, καὶ τὰ πλείω ἢ καὶ πάντα πράττων ἐστὶ καὶ φθεγγόμενος πρὸς ἀργύριον. ὡς δὲ οἵ τε φεύγοντες ἐπανέλυσαν καὶ οἱ ἐν ταῖς σκηναῖς εὐθαρσῶς ὑπηντίαζον, περιειλούμενοι [264D] οἱ Πέρσαι τὴν πρὸς θάνατον ἤγοντο.