Συναγωγή παροιμιών/Αρχή του νʹ στοιχείου

Συναγωγὴ παροιμιῶν
Συγγραφέας:
Ἀρχὴ τοῦ νʹ στοιχείου


Τὸ νʹ μετὰ τοῦ αʹ

Επεξεργασία


Ναῦς ἱκετεύει πέτραν.
Ναῦς δὲ παλαιὰ πόντωι οὐχὶ πλωΐμη.
Ναῦς ἡ μεγίστη κρεῖσσον ἢ μικρὸν σκάφος.
Ναῦν τοι μι᾽ ἄγκυρ᾽ οὐδαμῶς σώζειν φιλεῖ.
Νάνος ὢν ὕπεικε.

Τὸ νʹ μετὰ τοῦ εʹ

Επεξεργασία


Νέα χελιδών.
Νέος φιλοδοξῶν πρώϊμος πονηρία.
Νεοκλείδου κλεπτίστερος.
Νεκρῶι μῦθον εἰς οὖς ἔλεγεν.
Νέους φίλους ποιῶν, λῶιστε, τῶν παλαιῶν μὴ ἐπιλανθάνου.
Νεκρὸν Ἀφροδίτη Διονύσου δίχα καὶ Δήμητρος.
Νεκρὸν μυρίζεις.
Νεκρὸς κεῖται βδέων.
Νεκρὸς οὐ δάκνει.
Νεφέλας ξαίνεις.
Νέμεσις δέ γε παρὰ πόδας βαίνει.
Νεοττοῦ οὐδέν μοι δίδως.

Τὸ νʹ μετὰ τοῦ ηʹ

Επεξεργασία


Νήϊα καὶ κωπέας ἄνθ᾽ ὅπλων ἠλλάξαντο.
Νηφάλια ξύλα.
Νὴ τὼ Σιὼ, τέχνη ἄνευ τοῦ ἀληθείας ἧφθαι, οὔτ᾽ ἔστιν οὔτε μή ποτε γένοιτο.

Τὸ νʹ μετὰ τοῦ ιʹ

Επεξεργασία


Νιόβης πάθη.

Τὸ νʹ μετὰ τοῦ οʹ

Επεξεργασία


Νοῦς οὐ παρὰ Κενθαύροις.
Νοῦς ὁρᾶι, καὶ νοῦς ἀκούει.
Νοῦν τὸν ξένον.
Νόμος καὶ χῶρα.
Νόμοις ἕπεσθαι τοῖς ἐγχωρίοις καλόν.
Νόμος γονεῦσιν ἰσοθέους τιμὰς νέμειν.
Νόσος φιλίας ἡ κολακεία.
Νόσον πολὺ κρεῖττον ἐστίν, ἢ λύπην φέρειν.

Τὸ νʹ μετὰ τοῦ υʹ

Επεξεργασία


Νυμφίου βίον ὑμεῖς ζῆτε.
Νὺξ ὑγρά.
Νῦν εἰς χώραν ἦλθες.
Νῦν ὀσπρίων ἄμητος.
Νῦν θεοὶ μάκαρες.
Νῦν γένοιτο τὸ σωθῆναι.
Νῦν ἄμμες, πρόσθ᾽ ἄλλοι ἐθάλεον, αὐτίκα δ᾽ ἄλλοι, ὧν ἄμμες γενεὴν οὐκέτ᾽ ἐποψόμεθα.

Τὸ νʹ μετὰ τοῦ ωʹ

Επεξεργασία


Νῶι πείθου. - Τῶι θεῶι ἕπου.