Συναγωγή παροιμιών/Αρχή του μʹ στοιχείου

Συναγωγὴ παροιμιῶν
Συγγραφέας:
Ἀρχὴ τοῦ μʹ στοιχείου


Τὸ μʹ μετὰ τοῦ αʹΕπεξεργασία


Μᾶλλον ὁ Φρύξ.
Μασχαλισθήσηι ποτέ.
Μαχητὴς ἐπέμφθης, οὐκ ἀγγελιαφόρος.
Μαχαίραι μὴ πῦρ σκαλεύειν.
Μαρσύας κομπάζων ἐρίζει.
Μαργίτης εἶ.
Μακραὶ τυράννων χεῖρες.
Μανίαι οὐ πᾶσιν ὅμοιαι.
Μάστιξ ἐλαύνει.
Μασχάλην αἴρειν.
Ματιολοιχὸς τυγχάνεις.

Τὸ μʹ μετὰ τοῦ εʹΕπεξεργασία


Μεγαρέων δάκρυα.
Μένε βοῦς ποτε βοτάνην.
Μένε γραῦ ἐμόν σε παῖδα φιλήσοντα.
Μεδίμνωι ἀπομετρῶ παρὰ τοῦ πατρὸς ἀργύριον.
Μέγας κηληκτὰς ἐν μικρῶι πράγματι.
Μεγαρικαὶ Σφίγγες.
Μείζονα βοᾶι δάφνης χλοερᾶς καιομένης.
Μεῖζον φρονεῖ ἢ Πηλεὺς ἐπὶ μαχαίραι.
Μελανίων σωφρονέστερος.
Μελαμπύγων μὴ τύχοις.
Μέχρι τούτου κρείσσων σοῦ ἐστιν ὁ πατήρ, μέχρις ἂν καὶ σὺ γεννήσηις.
Μεταβλητότερος Μήτρας.
Μέλος ἀγρέως.
Μεθυσοκόταβος ἐγένου.
Μελιτηροὶ κύνες.
Μετάδος μοι πηγάνου, ἵνα μὴ βασκαίνηις με.
Μερὶς οὐ πνίξ.
Μετὰ Λέσβιον ὠιδόν.
Μετὰ Μουσῶν Κόρυδος.
Μετὰ γραμμάτων Ἐφεσίων παλαίεις.
Μετὰ πόλεμον ταραχὴ ἢ συμμαχία· καὶ, μετὰ Μαραθῶνα μάχη.
Μέτρωι ὕδωρ πίνοντες, ἀμετρίαι δὲ μάζαν ἔδοντες.
Μέλιτος μυελός.
Μέγα τὸ στομα τοῦ ἐνιαυτοῦ.

Τὸ μʹ μετὰ τοῦ ηʹΕπεξεργασία


Μητραγύρτου θάνατος.
Μὴ προσοβήσηις τὴν θήραν.
Μὴ σπεῦδε γῆμαι, πρὶν τελευτήσαντ᾽ ἴδηις.
Μὴ τέφραν φεύγων, εἰς ἀνθρακιὰν πέσηις.
Μὴ κακούργει τὴν μουσικήν.
Μηχανικώτερος κόκκυκος.
Μὴ πρίω μικρὰν ἡδονὴν μεγάλου κινδύνου.
Μὴ νεκρῶν θήκας κίνει.
Μὴ ὢν Σύρος, μὴ σύριζε.
Μηδικὴ τράπεζα.
Μὴ κίνει κακὸν εὖ κείμενον.
Μητὲ μέλι, μητὲ μελίσσας.
Μὴ πρὸς λέοντα δορκὰς ἅψωμαι μάχης.
Μὴ κάρφος κινεῖν.
Μὴ μάχαιραν αἴρει θῆλυ.
Μὴ κίνει Καμάριναν.
Μήτε τυφλὸν ὁδηγόν, μήτ᾽ ἀνόητον ξύμβουλον.
Μὴ παιδὶ μάχαιραν.
Μὴ εἰκῆ Ἄβυδον.
Μήτε νεῖν, μήτε γράμματα.
Μηδέποτε μηδεὶς Μεγαρέων γένοιτο σοφώτερος.
Μὴ λόγους ἀντ᾽ ἀλφίτων.
Μηδέποτε ἔρδειν γέροντα μηδὲ γυναῖκα μηδὲ παῖδα βάσκανον μηδὲ κύνα τινὸς μηδὲ λάλον κωπηλάτην.
Μῆλα Ἑσπερίδων μοι ἐδωρήσω.
Μὴ θεᾶς ἄνθρωπον ὡς Ἀδάμας.

Τὸ μʹ μετὰ τοῦ ιʹΕπεξεργασία


Μικρὸν κακὸν μέγα ἀγαθόν.
Μικρὸς ὁ σὸς ἀεὶ πῶλος.
Μίνθην ἐν πολέμωι μήτ᾽ ἔσθιε, μήτε φύτευε.
Μίτος ἔριδος τότ᾽ ἦν.
Μία χελιδὼν ἔαρ οὐ ποιεῖ.
Μία μάστιξ ἐλαύνει.
Μίδας ὄνου ὦτα.
Μισθὸς ἀρετὴς ἔπαινος, κακίας δὲ ψόγος.
Μίδου χρήματα.
Μία λόχμη δύο ἐριθακοὺς οὐ τρέφει.
Μικρὸς ἡλίκος Μόλων.
Μικρὸν τὸ ὀβολοῦ τίμιον.
Μικρόθεν ἡ ἀγαθὴ ἄκανθα φαίνεται.
Μισῶ μνήμονα συμπότην.
Μισῶ σοφιστὴν ὅστις οὐχ αὑτῶι σοφός.
Μνήμην καμήλου.
Μνησικακία καμήλου.

Τὸ μʹ μετὰ τοῦ οʹΕπεξεργασία


Μόσχος ἄιδων Βοιώτιον.
Μοριῶν μὴ θίγγανε.
Μόνος γὰρ θεῶν θάνατος οὐ δώρων ἐρᾶι.
Μολὼν λάβε.
Μόναι Λάκαιναι ἄνδρας τίκτουσι.

Τὸ μʹ μετὰ τοῦ υʹΕπεξεργασία


Μυκόνιος γείτων.
Μυκωνείων δίκην ἐπεισπέπαικεν εἰς τὰ συμπόσια.
Μύδας ὀφθαλμοὺς Ἰνδικὸς δοκιμάζει.
Μῦς ἔδηξε Βρασίδαν ἐν ἰσχάσιν.
Μυσῶν λείαν.
Μυσὴ κανθαρίς.
Μύλος πάντ᾽ ἀκούει.
Μυρρινῶν ἀρχῆς ἐπιθυμεῖς.
Μῦς λευκός.
Μῦς δακὼν παῖδ᾽ ἀπέφυγε.
Μῦς πίσσης γεύεται.
Μῦς γαλῆν ἐλέγξει τὴν τέως νύμφην.
Μῦς εἰς τρώγλην οὐ χωρῶν, κολοκύνταν ἔφερεν.

Τὸ μʹ μετὰ τοῦ ωʹΕπεξεργασία


Μωρότερος Μορύχου.
Μωρὸς σιωπᾶιν οὐ δύναται.
Μωρότερος Κορύβου.
Μωμήσεται μᾶλλον ἢ μιμήσεται.