Συναγωγή παροιμιών/Αρχή του θʹ στοιχείου

Συναγωγὴ παροιμιῶν
Συγγραφέας:
Ἀρχὴ τοῦ θʹ στοιχείου


Τὸ θʹ μετὰ τοῦ αʹ

Επεξεργασία


Θάμυρις μαίνεται.
Θάρσει· τό τοι δίκαιον ἰσχύει μέγα.
Θάνατον παρδάλεως ὑποκρίνεται.
Θαλάττιον ἐκ χαράδρας ὕδωρ.
Θᾶσος ἀγαθῶν.
Θᾶττον ὑπὸ μάλης πέντ᾽ ἐλάφους κρύψειας ἢ ἕνα κίναιδον.
Θαλάττιος ὢν μή πως χερσαῖος γένηι.
Θάρσει· λέγων ταληθὲς οὐ σφαλλῆι ποτέ.

Τὸ θʹ μετὰ τοῦ εʹ

Επεξεργασία


Θεαγένους χρήματα.
Θεός τε τοῖς ἀργοῦσιν οὐ παρίσταται.
Θετταλικὴ γυνή.
Θεὸς {ἡ} ἀναίδεια.
Θεοῦ δὲ δῶρόν ἐστιν εὐτυχεῖν βροτούς.
Θετταλικὰ πτερά.
Θεῶν ἀγορά.
Θεράπευε τὸ φοβεῖσθαι καὶ οὐ φοβηθήσηι πενίαν.
Θεοῦ διδόντος, οὐδὲν ἰσχύει φθόνος· καὶ μὴ διδόντος, οὐδὲν ἰσχύει κόπος.

Τὸ θʹ μετὰ τοῦ ηʹ

Επεξεργασία


Θηρικλείου φίλος.
Θηραμὲνης ἀνήρ.
Θησεὺς Πειρίθουν.
Θρᾶκες ὄργια οὐκ ἐπίστανται.

Τὸ θʹ μετὰ τοῦ ρʹ

Επεξεργασία


Θρὶξ ὕστριχος.

Τὸ θʹ μετὰ τοῦ υʹ

Επεξεργασία


Θυμὸς ἔσχατον γηράσκει.
Θύραζε {Κ}ᾶρας, οὐκετ᾽ ἀνθεστήρια.
Θυμόσοφος ἐστίν.
Θυννίζειν.
Θυμοῦ λόγος ἰατρός.