Συναγωγή παροιμιών/Αρχή του ηʹ στοιχείου

Συναγωγὴ παροιμιῶν
Συγγραφέας:
Ἀρχὴ τοῦ ηʹ στοιχείου


ὸ ηʹ μετὰ τοῦ αʹ

Επεξεργασία


Ἡ ἀπὸ Σκυθῶν ῥῆσις.
Ἡ ἀφύη πῦρ.
Ἡ ἅμαξα τὸν βοῦν.
Ἡ βραχυλογία ἐγγύς ἐστι τοῦ σιγᾶν.

Τὸ ηʹ μετὰ τοῦ δʹ

Επεξεργασία


Ἡδὺ χελώνης κρέα φαγεῖν, ἢ μὴ φαγεῖν.

Τὸ ηʹ μετὰ τοῦ κʹ

Επεξεργασία


Ἡ κάμηλος ἐπιθυμήσασα κεράτων καὶ τὰ ὦτα προσαπώλεσεν.
Ἡ κακὴ κρίσις παντὸς κακοῦ αἰτίον.
Ἡ κύων ἐν φάτνηι.
Ἢ χρίνον, ἢ κολοκύντην.
Ἡ κέρκος τῆι ἀλώπεκι μαρτυρεῖ.

Τὸ ηʹ μετὰ τοῦ λʹ

Επεξεργασία


Ἡλικίαν σὴν οὐκ ἔχω.
Ἢ λέγε τὶ σιγῆς κρεῖττον, ἢ σιγὴν ἔχε.
Ἡ Λύκου.
Ἥλιξ ἥλικ{α} {τέρ}πει.
Ἡλίωι φῶς δανίζεις.
Ἧλος τὸν ἧλον. - Πάτταλος τὸν πάτταλον ἐξέκρουσεν.
᾽Ηλιθιώτερος ἀιδώνιδος τοῦ Πραξιτέλους.

Τὸ ηʹ μετὰ τοῦ μʹ

Επεξεργασία


Ἠμένι πελειάς.
Ἢ μένοντα ἀποθανεῖν, ἢ νικᾶν.
Ἡμίονος κανθήλιος.
Ἡμεῖς δέκα Ῥόδιοι, δέκα νῆες.
Ἢ Μορσίμου τις ῥῆσιν ἐξεγράψατο.

Τὸ ηʹ μετὰ τοῦ νʹ

Επεξεργασία


Ἢν μὴ καθάρηις καὶ ἀλέσηις, οὐ φάγηις.
Ἣν ἔλαχες σπάρταν, ταύτην κόσμει.
Ἦν ποτε κἀμοὶ πρώρα καὶ πρύμνη.

Τὸ ηʹ μετὰ τοῦ οʹ

Επεξεργασία


Ἢ οὐ πεττεύω.

Τὸ ηʹ μετὰ τοῦ πʹ

Επεξεργασία


Ἡ παναγαῖα Ἄρτεμις.

Τὸ ηʹ μετὰ τοῦ ρʹ

Επεξεργασία


Ἡρακλῆς ξενίζεται.
Ἡράκλειος νόσος.
Ἡρακλῆς καὶ πίθηκος.
Ἡράκλεια λουτρά.
Ἡράκλειος λίθος.
Ἡράκλειος ψώρα.

Τὸ ηʹ μετὰ τοῦ σʹ

Επεξεργασία


Ἦσαν ποτ᾽ ἦσαν ἄλκιμοι Μιλήσιοι.
Ἢ σιγὴν καίριον, ἢ λόγον ὠφέλιμον.

Τὸ ηʹ μετὰ τοῦ τʹ

Επεξεργασία


Ἡττήθης τινὸς ἀλεκτρυόνος.
Ἢ τὰν ἢ ἐπὶ τᾶς.
Ἢ τρὶς ἓξ, ἢ τρεῖς κύβοι.
Ἤτοι τέθηκεν, ἢ διδάσκει γράμματα.

Τὸ ηʹ μετὰ τοῦ φʹ

Επεξεργασία


Ἡ Φάνου θύρα.
Ἢ φρονεῖν ἔλασσον ἢ δύνασθαι δεῖ μεῖζον.
Ἡφαίστειος δεσμός.
Ἡ φιλοχρηματία Σπάρταν ἕλοι, ἄλλο δὲ οὐδέν.
Ἠὼς ὁρῶσα τὰ νυκτὸς ἔργα, γελᾶι.