Συναγωγή παροιμιών/Αρχή του εʹ στοιχείου

Συναγωγὴ παροιμιῶν
Συγγραφέας:
Ἀρχὴ τοῦ εʹ στοιχείου


Τὸ εʹ μετὰ τοῦ αʹ Επεξεργασία


Ἑαυτὸν οὐ τρέφων, κύνας τρέφεις.

Τὸ εʹ μετὰ τοῦ γʹ Επεξεργασία


Ἐγένετο καὶ Μάνδρωνι συκήνη ναῦς.
Ἐγκαθεζόμενοι τρίποδι Μουσῶν.
Ἐγγαστρίμυθος καὶ Πύθων σὺ τυγχάνεις.
Ἐγὼ δὲ καὶ σὺ ταυτὸν ἕλκομεν ζυγόν.
Ἐγγύην φεύγειν δέ, Θαλῆς Μιλήσιος ηὔδα.

Τὸ εʹ μετὰ τοῦ δʹ Επεξεργασία


Ἐδίδαξά σε κυβισᾶιν καὶ σὺ βυθίσαι με ζητεῖς.

Τὸ εʹ μετὰ τοῦ ιʹ Επεξεργασία


Ἐὶ καὶ λύκου ἐμνήσθης.
Εἰ μὴ δύναιο βοῦν, ἔλαυνε ὄνον.
Εἰς ἀσθενοῦντας ἀσθενῶν ἐλήλυθα.
Εἰς οὐχ ὁσίην τρυμαλιὴν τὸ κέντρον ὠθεῖς.
Εἰς τὴν λῆψιν τῶν ἀγγέλων καὶ ὁ Μάρδαρις ἄγγελος.
Εἷς ἀνὴρ οὐ πάνθ᾽ ὁρᾶι.
Εἰς ὕδωρ γράφεις τὸν ἔρωτα.
Εἰς οὐρανὸν πτύεις.
Εἰ μὲν θεὸς ἐστίν, οὐ φοβούμενα· οὐδὲν γὰρ ἀδικοῦμεν· εἰ δ᾽ ἄνθρωπος, οὐχ ἡμῶν γε κρείσσων.
Εἱλώτων ἀτιμότερος.
Εἰρήνη γεωργὸν κἂν πέτραις τρέφει καλῶς· πόλεμος δὲ κἂν πεδίωι κακῶς ἔφυ.
Εἰρήνη ἀργίαν οὐ τρέφει.
Εἰς ἀρχαίας φάτνας.
Εἰ μετρήσεις τὴν σαυτοῦ σκιάν, οὐκ ἂν εὕροις αὐτὴν μείζονα γεγενημένην ἢ πρὶν νικᾶν.
Εἰς θεῶν ὦτα ἦλθεν.
Εἷς θεὸς καὶ πολλοὶ φίλοι.
Εἰς κόλπον πτύω.
Εἰς κόρακας. - Εἰς σκότος. - Εἰς ὄλεθρον. - Εἰς ἀνηλίους πύλας.
Εἰς Κυνόσαργες.
Εἶτ᾽ ἂν τί λέγεις ῥήτωρ ὢν φιλοσόφωι;
Εἰς λατομίας.
Εἰς Μασ‹σ›αλίαν πλεύσειας.
Εἰς μελίττας ἐκώμασας.
Εἰς λιμένα.
Εἰς πάγας λύκος. - Εἰς ἠκονισμένας μαχαίρας αἴξ.
Εἰς οὐρανὸν τοξεύεις.
Εἰς πῦρ ξαίνειν.
Εἰς τέφραν γράφειν.
Εἰς τὸ δέον ἀπώλεσα.
Εἰς Ἄρειον πάγον ἐκρίθη.
Εἰ τυρὸν εἶχον, οὐκ ἂν ἐδεόμην ὄψου.
‹Κἂν σὺ μὴ λέγηις›, ἀπὸ τοῦ δέρματος φαίνηι.
Εἰ μὴ πατὴρ ἦσθα.
Εἰς τετρημένον πίθον ἀντλεῖς.
Εἰς τὴν ἀμίδα ἀπουρεῖν.
Εἰς ὕδωρ γράφειν.
Εἰς Σκῶλον μήτ᾽ αὐτὸς ἰέναι, μήτ᾽ ἄλλο ἕπεσθαι.
Εἰς Τροφωνίου μεμάντευται.
Εἰς πάγας ὁ λύκος.
Εἰς κυνὸς πυγὴν ὁρᾶι καὶ τριῶν ἀλωπέκων.
Εἰς θέρους ὥραις ἠύλεις, χειμῶνος ὥρχου.
Εἰς Τροιζῆνα βαδίζεις.
Εἴληφεν ἡ παγὶς τὸν μῦν.

Τὸ εʹ μετὰ τοῦ κʹ Επεξεργασία


Ἐκδεδαρμένον δέρεις.
Ἐκ δυοῖν τρία βλέπεις.
Ἐκ κάρτα βαιῶν, γνωτὸς ἂν γένοιτ᾽ ἀνήρ.
Ἐκ τοῦ εἰσορᾶν γίνεται ἀνθρώπσις ἐρᾶν.
Ἐκ γεύματος γινώσκω.
Ἐκ τοῦ κρασπέδου τὸ ὕφασμα δείκνυται.
Ἐκ τῶν αὐτῶν τραγωιδία γίνεται καὶ κωμωιδία γραμμάτων.
Ἐκ τῶν ὀνύχων τὸν λέοντα.
Ἐκ τετρημένης κύλικος πίνεις.
Ἐκκεκόφθ᾽ ἡ μουσική.
Ἐκ παντὸς ξύλου, εἰπὲ τὸ πλῆρες.
Ἐκτὸς πηλοῦ πόδας ἔχεις.
Ἐκπερδικῆσαι.
Ἐκ τῶν γειτόνων ἔχουσι τὸ παράδειγμα.
Ἕκαστος αὑτοῦ τὸ βδέμα μήλου γλύκιον ἡγεῖται.
Ἐκ λύκου στόματος.
Ἐκ τριχὸς κρέμαται.

Τὸ εʹ μετὰ τοῦ λʹ Επεξεργασία


Ἐλεύθεραι αἶγες ἀρότρων.
Ἐλευθεριώτερος Σπάρτης.
Ἕλκος ἔχω τὸν ἔρωτα.
Ἐλέφαντος οὐδὲν διαφέρεις.
Ἐλέφαντα ἐκ μυίας ποιεῖς.
Ἔλθοι ξένος ὅστις ὀνήσει.
Ἕλκων ἐφ᾽ ἑαυτὸν ὥσπερ ὁ καικίας νέφος.
Ἔλαχες τὸ μʹ.
Ἐλέφας μῦν οὐκ ἀλεγίζει.
Ἕλκος γὰρ πέλει τῆς ἀληθείας φθόνος.

Τὸ εʹ μετὰ τοῦ μʹ Επεξεργασία


Ἔμβαρος εἰμί.
Ἐμὲ δὲ Ἄνυτος καὶ Μέλητος ἀποκτεῖναι μὲν δύνανται· βλάψαι δὲ οὐ δύνανται.
Ἐμποδών ἐστι τὸ πρᾶγμα.
Ἐμπεδοκλέους ἔχθρα.
Ἐμὲ μὲν, ἂν μανῶσι, σὲ δὲ ἂν σωφρονῶσι.
Ἕμπροσθεν κρημνὸς, ὄπισθεν λύκοι.

Τὸ εʹ μετὰ τοῦ νʹ Επεξεργασία


Ἐν δὲ διχοστασίηι καὶ Ἀνδροκλέης πολεμαρχεῖ.
Ἐν Πυθίου χέσαι.
Ἔνεστι κἀν μύρμηκι χολή.
Ἐν θέρει τὴν χλαῖναν κατατρίβεις.
Ἑνὸς χανόντος μετέσχηκεν ἅτερος.
Ἑνὸς φιλίη ξυνετοῦ κρέσσων ἀσυνέτων πάντων.
Ἔνθ᾽ οὔτε μίμνειν ἄνεμους, οὔτ᾽ ἐκπλεῖν ἐᾶι.
Ἐν τοῖς τόποις τυφλῶν Λάμων βασιλεύει.
Ἐν πίσσηι τήρησον τὴν καρδίαν.
Ἐν ὁδῶι μὴ σχίζε ξύλα.
Ἐν Καρὶ τὸν κίνδυνον.
Ἐν μύρτου κλωνὶ τὸ ξίφος κρατήσω.
Ἐν γῆι πένεσθαι μᾶλλον, ἢ πλουτοῦντα πλεῖν.
Ἐντὶ καὶ ἄλλοι πονηροί.
Ἐν παισὶ μὲν γέρων, ἐν δὲ γέρουσι παῖς.
Ἐν Σπάρτηι μόνηι λυσιτελεῖ γηράσκειν.
Ἐν Σάμωι κομήτης.
Ἐν πίθωι τὴν κεραμίαν μανθάνειν.
Ἐν τῶι μέρει τις καὶ τὸ πῦρ σκαλευσάτω.
Ἐν Παλλαδίωι ἐκρίθη.
Ἐν τοῖς ἀγῶσι τοὺς προεξανισταμένους ῥαπίζονται, ἀλλὰ καὶ τοὺς ἀπολειφθέντας οὐ στεφανοῦσιν.
Ἐν τριόδωι εἰμί.
Ἐν οἴνωι ἀλήθεια.
Ἐν ψύλλας δήξει θεὸν ἐπικαλεῖται.
Ἐν Καρὶ τὸν κίνδυνον.
Ἐν τι χερσὶ τέλος πολέμου, ἐπέων δ᾽ ἐνὶ βουλῆι.
Ἐν γὰρ ἀμηχανίηι καὶ καρκίνος ἔμμορε τιμῆς.
Ἐν ἀχύροις πῦρ ἐγχεῖ.
Ἐν φρέατι κυνομαχεῖν.
Ἔνθα περιττὴ τροφή, πολλοὶ μύες καὶ γαλαῖ.
Ἐνδυμίωνος ὕπνον καθεύδεις.
Ἐν πυρὶ βέβηκας.
Ἐν ἅλωι δρασκάζεις.
Ἐν μέλιτι σαυτὸν καταπάττεις.
Ἐν σκότει ὀρχεῖσθαι.
Ἐν νυκτὶ βουλή.
Ἐν νυκτὶ λαμπρὸς, ἐν φάει δ᾽ ἀνωφελής.
Ἐνδύεται τὴν λεοντῆν.

Τὸ εʹ μετὰ τοῦ ξʹ Επεξεργασία


Ἐξ ἑνὸς πάνθ᾽ ὁρᾶιν.
Ἐξ ἄμμου σχοινίον πλέκεις.
Ἐξ ἴσου δίδου πᾶσιν.
Ἐξ ἁπαλῶν ὂνύχων.
Ἐξ ἡμῶν τέτμηται ὁ ἱμάς.
Ἐξ Ἐτεοβουταδῶν ἕλκει τὸ γένος.
Ἐξὸν φυγεῖν μὴ ζήτει δίκην.
Ἔξω βελῶν καθῆσθαι.
Ἔξελε τὴν κόρυζαν τῆς ῥινός.
Ἐξηκεστίδης ἐγένου.
Ἐξ οὐρίας πλεῖ τις. - Ἐξ οὐρίας τῶι δεῖνι τὰ πράγματα φέρεται.
Ἐξ ὀνύχων λέοντα ἔνεστι μαθεῖν, καὶ ἐκ μικρᾶς γεύσεως πηγήν.
Ἔξω γλαῦκε.

Τὸ εʹ μετὰ τοῦ οʹ Επεξεργασία


Ἔοικα βοῦς ἐπὶ σφαγὴν μολεῖν.

Τὸ εʹ μετὰ τοῦ πʹ Επεξεργασία


Ἐπειδὴ τ‹ὸ›ν Ταντάλου λίθον τῆς κεφαλῆς ἀπετιναξάμεθα.
Ἐπὶ δυοῖν ὁρμεῖ.
Ἐπακτὸς ὅρκος.
Ἐπ᾽ ἄκραι γλώττηι τὸ φιλεῖν ἔχεις.
Ἐπὶ κεφαλὴν ὠσθέντα.
Ἐπὶ θύραις τὴν ὑδρίαν.
Ἐπαύλια δῶρα φέρειν ἥκεις.
Ἐπιφυλλίδες ταῦτ᾽ ἐστι καὶ στωμύλματα, χελιδόνων μουσεῖα, λωβηταὶ τέχνης.
Ἐπὶ τοῖς ὅπλοις ἀκκίζεται.
Ἐπὶ πόδα ἀναχωρεῖ.
Ἐπειοῦ δειλότερος.
Ἐπὶ λειψυδρίωι μάχηι.
Ἐπὶ πυγὴν τρέχει.
Ἐπὶ καλάμης ἀροῖ.
Ἐπ᾽ ἀμφότερα καθεύδεις τὰ ὦτα.
Ἐπιμενίδειον δέρμα.
Ἔποπος Ἰνδου στοργή.
Ἐπὶ βύρσης ἐκάθητο.
Ἔπηλυς τὸν ἔνοικον.
Ἐπὶ ὅλμου ἐκοιμήσω.
Ἐπὶ τὰ μανδραβόλου χωρεῖ τὸ πρᾶγμα.
Ἐπ᾽ ὄνου πόκας.
Ἐπιχώριοι οὖρον ἴσασι.
Ἐπὶ σαυτῶι τὴν σελήνην καθέλκεις.
Ἐπινοίαις θηρᾶται τἀθήρατα.
Ἐπίσταμαί τε καὶ πεπείραμαι λίαν, ὡς τῶν ἐχόντων πάντες ἄνθρωποι φίλοι.
Ἐπὶ σπείραι σχοινίον.

Τὸ εʹ μετὰ τοῦ ρʹ Επεξεργασία


Ἔρρει τὰ καλά.
Ἔρως θάλλει μὲν εὐπορῶν, ἀποθνήσκει δ᾽ ἀπορῶν.
Ἐρήμη δίκη.
Ἑρμώνιος χάρις.
Ἔρχομαι κύων ὄπισθεν ἅρματα λελυμένος.
Ἐρετριέων ῥῶ.
Ἔργα νέων, βουλαὶ δὲ μέσων, εὐχαὶ δὲ γερόντων.
Ἐρήμην ἁλῶναι.
Ἔρημον ἐμβλέπειν.
Ἑρμῆς ἀμύητος.
Ἕρμαιον κοινόν.- Ἑρμῆς κοινός.
Ἔρις ἔριν τίκτουσα προσμνᾶται λόγον.
Ἐργίνου πολιαὶ.

Τὸ εʹ μετὰ τοῦ σʹ Επεξεργασία


Ἐς κόρακας.
Ἔστι καὶ σιγῆς ἀκίνδυνον γέρας.
Ἐσκιμαλίχθαι σε χρή.
Ἔσο καὶ λέων ὅπη χρή, καὶ πίθηκος ἐν μέρει.
Ἔσχατα ἐσχάτων κακὰ διαπέπρακται.
Ἑστίαι ‹θ›ύειν.
Ἔσχατος Μυσῶν πλεῖν.
Ἔστω ταμίας· τὰ δ᾽ ἄλλ᾽ εἰ βούλει κύων.

Τὸ εʹ μετὰ τοῦ τʹ Επεξεργασία


Ἑτερόγναθος εἶ.
Ἑτερομόλιος δίκη.
Ἔτρεχέ τις μὴ βρεχθείηι, καὶ εἰς βόθρον ἀπεπνίγη.

Τὸ εʹ μετὰ τοῦ υʹ Επεξεργασία


Εὐγενέστερος Κόδρου.
Εὐτυχία πολύφιλος.
Εὐμεταβολώτερος κοθόρνου.
Εὕδοντι κύρτος.
Εὐήθει δάκτυλον μὴ δείξηις, ἵνα μὴ καὶ τὴν παλάμην σου καταπίηι.
Εὔχου τῶι πλησίον ἔχειν, ἐπὶ πλέον δὲ τῆι χύτραι.
Εὐρύβατος.
Εὕρηκα ὃ οὐκ ἐζήτουν.
Εὐρυκλῆς πᾶς ἐγγαστρίμυθος.
Εὐγενὴς ἐκ βαλαντίου.

Τὸ εʹ μετὰ τοῦ φʹ Επεξεργασία


Ἔφυγον κακὸν, εὗρον ἄμεινον.
Ἐφέσια γράμματα.
Ἐφόδιον τῆς ἀσιτίας τὴν ἀπεψίας ἔχουσι.
Ἐφ᾽ ὕδωρ.
Ἐφημέρου ζωή.
Ἐφ᾽ ἑαυτῆς τὰ κέρατα.
Ἐφ᾽ ἑνὶ παιδὶ σαλεύει.

Τὸ εʹ μετὰ τοῦ χʹ Επεξεργασία


Ἐχῖνος τὸν τόκον ἀναβάλλει.
Ἐχθρῶν ἄδωρα δῶρα, κοὐκ ὀνήσιμα.
Ἔχομεν σύμμαχον θεὸν Ἥφαιστον.
Ἔχομεν κύνα τῶι πτωχῶι βοηθοῦντα.
Ἔχει καὶ οἱ μυῖα σπλῆνα.- Ἔχει καὶ χολὴν ὁ μύρμηξ.

Τὸ εʹ μετὰ τοῦ ψʹ Επεξεργασία


Ἕψεσθαί σοι πείρα λίθον.